Theognis
ca. 585 - post 540 a. Chr. n.
Εἰδύλλια
|
|
___________________________________________________
|
|
367 - 370
Οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν᾽ ἔχουσιν·οὔτε γὰρ εὖ ἔρδων ἁνδάνω οὔτε κακῶς·μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί, | |
370 | μιμεῖσθαι δ᾽ οὐδεὶς τῶν ἀσόφων δύναται.
337 - 340
Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν, οἵ με φιλεῦσιν,τῶν τ᾽ ἐχθρῶν μεῖζον, Κύρνε, δυνησομένον.χοὔτως ἂν δοκέοιμι μετ᾽ ἀνθρώπων θεὸς εἶναι, |
340 | εἴ μ᾽ ἀποτεισάμενον μοῖρα κίχοι θανάτου. |