Theognis
ca. 585 - post 540 a. Chr. n.
Εἰδύλλια
|
|
___________________________________________________
|
|
371 - 372
Μή μ᾽ ἀέκοντα λίην κεντῶν ὑπ᾽ ἄμαξαν ἔλαυνεεἰς φιλότητα βίηι, Κύρνε, προσελκόμενος.
237 - 254
Σοὶ μὲν ἐγὼ πτέρ᾽ ἔδωκα, σὺν οἷς ἐπ᾽ ἀπείρονα πόντονπωτήσει καὶ γῆν πᾶσαν ἀειρόμενοςῥηϊδίως· θοίνηις δὲ καὶ εἰλαπίνηισι παρέσσηι | |
240 | ἐν πάσαις, πολλῶν κείμενος ἐν στόμασιν,καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρεςεὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέαἁισονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίηςβῆις πολυκωκύτους εἰς Ἀΐδαο δόμους, |
245 | οὐδέποτ᾽ οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσειςἄφθιτον ἀνθρώποις αἰὲν ἔχων ὄνομα,Κύρνε, καθ᾽ Ἐλλάδα γῆν στρωφώμενος ἠδ᾽ ἀνὰ νήσουςἰχθυόεντα περῶν πόντον ἐπ᾽ ἀτρύγετον,οὐχ ἵππων νώτοισιν ἐφήμενος, ἀλλά σε πέμψει |
250 | ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων·πᾶσι δ᾽ ὅσοισι μέμηλε καὶ ἐσσομένοισιν ἀοιδὴἔσσηι ὁμῶς, ὄφρ᾽ ἂν γῆ τε καὶ ἠέλιος.αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,ἀλλ᾽ ὥσπερ μικρὸν παῖδα λόγοις μ᾽ ἀπατᾶις. |