Theognis
ca. 585 - post 540 a. Chr. n.
Εἰδύλλια
|
|
___________________________________________________
|
|
77 - 78
Πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαιἄξιος ἐν χαλεπῆι, Κύρνε, διχοστασίηι.
323 - 328
Μήποτ᾽ ἐπὶ σμικρᾶι προφάσει φίλον ἄνδρ᾽ ἀπολέσσαιπειθόμενος χαλεπῆι, Κύρνε, διαβολίηι. | |
325 | εἴ τις ἁμαρτωλῆισι φίλων ἐπὶ παντὶ χολοῖτο,οὔποτ᾽ ἂν ἀλλήλοις ἄρθμιοι οὐδὲ φίλοιεἶεν· ἁμαρτωλαὶ γὰρ ἐν ἀνθρώποισιν ἕπονταιθνητοῖς, Κύρνε· θεοὶ δ᾽ οὐκ ἐθέλουσι φέρειν.
91 - 92
Ὃς δὲ μιῆι γλώσσηι δίχ᾽ ἔχει νόον, οὗτος ἑταῖροςδεινός, Κύρν᾽, ἐχθρὸς βέλτερος ἢ φίλος ὤν.
101 - 112
Μηδείς σ᾽ ἀνθρώπων πείσηι κακὸν ἄνδρα φιλῆσαι,Κύρνε· τί δ᾽ ἔστ᾽ ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;οὔτ᾽ ἄν σ᾽ ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,οὔτέ κεν ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι. |
105 | δειλοὺς δ᾽ εὖ ἔρδοντι ματαιοτάτη χάρις ἐστίν·ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς·οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήιον ἀμῶις,οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις.ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον· ἢν δ᾽ ἓν ἁμάρτηις, |
110 | τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης·οἱ δ᾽ ἀγαθοὶ τὸ μέγιστον ἐπαυρίσκουσι παθόντες,μνῆμα δ᾽ ἔχουσ᾽ ἀγαθῶν καὶ χάριν ἐξοπίσω.
119 - 128
Χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη, |
120 | Κύρνε, καὶ ἐξευρεῖν ῥάιδιον ἀνδρὶ σοφῶι·εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθηιψυδρὸς ἐών, δόλιον δ᾽ ἐν φρεσὶν ἦτορ ἔχηι,τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,καὶ γνῶναι πάντων τοῦτ᾽ ἀνιηρότατον. |
125 | οὐδὲ γὰρ εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου,οὐδέ κεν εἰκάσσαις †ὥσπερ ποτ᾽ ἐς ὥριον ἐλθών·†πολλάκι γὰρ γνώμην ἐξαπατῶσ᾽ ἰδέαι.
319 - 322
Κύρν᾽, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί, |
320 | τολμᾶι δ᾽ ἔν τε κακοῖς κείμενος ἔν τ᾽ ἀγαθοῖς·εἰ δὲ θεὸς κακῶι ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσηι,ἀφραίνων κακίην οὐ δύναται κατέχειν. |