B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Michael Apostolios
ca. 1422 - 1480
     
   


Σ υ ν α γ ω γ ὴ
π α ρ ο ι μ ι ῶ ν


Ἀ ρ χ ὴ   τ ο ῦ   φ ʹ   σ τ ο ι χ ε ί ο υ

__________________________________________________________


  Τὸ φʹ μετὰ τοῦ αʹ

c17.77 Φαλλ‹ικὸ›ν ποίημα. 
c17.78 Φαλάριδος ἀρχὴ καὶ Ἐχέτου. 
c17.79 Φασηλιωτῶν θῦμα. 
c17.80 Φάων ὑπάρχεις τωι κάλλει καὶ τὸν τρόπον. 
c17.80b Φέρει καὶ ὄρνις γάλα. 

[Τὸ φʹ μετὰ τοῦ εʹ]

c17.81 Φεραύλας βληθεὶς οὐδαμῆ μετεστράφη. 

Τὸ φʹ μετὰ τοῦ ιʹ

c17.82 Φιλοτιμοῦνται ὡς Μεμφίται τοῖς τῆς Ἴσιδος πλοκάμοις καὶ Θηβαῖοι τοῖς τοῦ Γηρυόνου ὀστοῖς καὶ Τεγεᾶται τῶι τοῦ Καλυδωνίου δέρματι. 
c17.83 Φίλος ἀνεπίκαρπος χείρων ἐχθροῦ. 
c17.84 Φιλία παρδάλεως. 
c17.85 Φιλίππου Ἀλεκτρυών. 
c17.86 Φιλέψιος ὅδε τὸν τρόπον.
c17.86c Φιλεῖ δὲ τῶι κάμνοντι συσπεύδειν θεός. 

Τὸ φʹ μετὰ τοῦ οʹ

c17.87 Φοινίκων συνθῆκαι. 
c17.88 Φόνου πτερόν. 
Θανάτου πτερόν. 
c17.89 Φοινικήϊα γράμματα. 
c17.90 Φορμίωνος στιβάς. 
c17.91 Φοινίκων αὖθις ἐπιθυμεῖ. 
c17.92 Φοβερὸν καὶ τὸ παθεῖν ὑπὸ τυράννου καλῶς.
c17.93 Φοβερώτερόν ἐστι στρατόπεδον ἐλάφων ἡγουμένου λέοντος, ἢ λεόντων ἐλάφου. 
c17.94 Φοίβου πότ᾽ οὐκ ἐῶντος ἔσπειρεν τέκνα. 

Τὸ φʹ μετὰ τοῦ ρʹ

c17.95 Φουρᾶς ἄιδων. 
c17.96 Φουρεῖν ἢ πλουτεῖν. 
c17.97 Φάσω σου τοῖς σοροπηγοῖς τὴν μανίαν. 
c17.98 Φρουρήσεις ἐν Ναυπάκτωι. 
c17.99 Φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. 
c17.100 Φρὺξ μηδὲν ἥττων Σπινθάρου. 
 
c18.1 Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος. 
c18.2 Φρυνώνδας ἄλλος. 
c18.3 Φρυνίχου πάλαισμα. 

Τὸ φʹ μετὰ τοῦ υʹ

c18.4 Φυλακὴν γυμνῶι ἐπιτάττεις. 
c18.4b Φύσει γὰρ ἐχθρὸν τὸ δοῦλον τοῖς δεσπόταις. 
c18.4c Φύσει γυνὴ δυσήνιον καὶ πικρόν. 

Τὸ φʹ μετὰ τοῦ ωʹ

c18.5 Φώκου ἔρανος. 
c18.6 Φωνά τοι τίς ἐντι καὶ οὐδὲν ἄλλο.