|
Τὸ χʹ μετὰ τοῦ αʹ
|
c18.7 | Χαλεπὰ τὰ καλά.
|
c18.7a | Χαλεπὸν τὸ εὖ γνῶναι.
|
c18.7b | Χαλεπὸν ἄρχεσθαι ὑπὸ χείρονος.
|
c18.7d | Χαλεπὸν τὸ ἑαυτὸν γνῶναι, ἀλλὰ μακάριον· ζῆ γὰρ κατὰ φύσιν.
|
c18.8 | Χαίροις Ὑψιπύλη φίλη· τοὺς ἐμοὺς κορύμβους πλέκω· οὔ σοι λέγω περὶ τούτου· οὑμὸς ἀκοίτης ἐνταῦθα.
Ἐγὼ σκόροδά σοι λέγω, σὺ δὲ κρόμμυ᾽ ἀποκρίνηι.
|
c18.8b | Χαίρει ταῖς κατάραις τὸ κύμινον.
|
c18.9 | Χαμαιλέοντος εὐμεταβολώτερος.
|
c18.10 | Χαλάσω τὴν ἱερὰν ἀγκύραν.
|
c18.11 | Χαλεπὸν χορίου κύνα γεύειν.
|
c18.12 | Χαραδριὸς ἕτερος.
|
c18.13 | Χάρητος ὑπόσχεσις.
|
c18.14 | Χαῖρ᾽ ὦ φίλον φῶς.
|
c18.15 | Χαιρεφῶν αὐτόχρημα.
|
c18.16 | Χάρωνος θύρα.
|
c18.17 | Χάρης ἄιδων ὄρθιον.
Ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ μέγα δεινόν τ᾽ ὄρθι᾽ Ἀχαιοῖς.
|
c18.18 | Χαρὰν πυραύστου χαίρεις.
Τὸ χʹ μετὰ τοῦ εʹ
|
c18.19 | Χελώνη μυῶν.
|
c18.20 | Χειμὼν ὀρνιθίας.
|
c18.21 | Χειρώνειον ἕλκος.
|
c18.21a | Χείλεα μέν τ᾽ ἐδίην᾽, ὑπερώιην δ᾽ οὐκ ἐδίηνε.
|
c18.22 | Χειμάσει ποτὲ καὶ ἐφ᾽ ἡμᾶς ἡ ἀπὸ τῶν ὀρῶν νεφέλη.
|
c18.23 | Χεῖρας ἔχει Φιλοποίμην καὶ σκέλη· γαστέρα δὲ οὐκ ἔχει.
|
c18.24 | Χελώην Πεγάσωι κρίνεις.
Τὸ χʹ μετὰ τοῦ θʹ
|
c18.25 | Χθόνια λουτρά.
Τὸ χʹ μετὰ τοῦ ιʹ
|
c18.26 | Χίλων δ᾽ ἐν κοιλῆι Λακεδαίμονι, γνῶθι σεαυτόν.
|
c18.27 | Χλαμὺς Συλώσοντος.
Τὸ χʹ μετὰ τοῦ οʹ
|
c18.28 | Χοὰς ἓξ χωρήσει.
|
c18.29 | Χορὸς ἀργούντων.
|
c18.30 | Χοῖνιξ Κνωδάλου
|
c18.31 | Χορὸν δίδωμι.
Τὸ χʹ μετὰ τοῦ ρʹ
|
c18.32 | Χρήματ᾽ ἀνὴρ, πενιχρὸς δ᾽ οὐδέποτ᾽ ἐσθλός.
Ἀρχὴ ἄνδρα δείκνυσι.
Κατὰ σαυτὸν ἔλα.
Γνῶθι σεαυτόν.
|
c18.33 | Χρὴ μὴ τὸ κακὸν διὰ κακὸν ἀμύνασθαι.
|
c18.34 | Χρηστοῖσι κυσὶ συμφορὰ τὰ δεσποτῶν μᾶλλον ἢ χρηστοῖσι δούλοισιν, ὦ Εὐριπίδη, κακῶς πιτνῶντα καὶ φρενῶν ἀνθάπτεται· ποῦ γὰρ ἄνθρωπος ἐπὶ τῶι δεσπότηι τέθνηκε, κυνὸς αὐτὸ δούλου δράσαντος· ὅθεν πεπαροιμίασται· κύων δοῦλος ἀνθρώπου δούλου φιλοδεσποτώτερον.
|
c18.34b | Χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσι.
|
c18.35 | Χροῒ δῆλα.
|
c18.36 | Χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.
|
c18.37 | Χρυσὸς Κολοφώνιος.
|
c18.38 | Χρυσοῦ λαλοῦντος πᾶς ἀπρακτείτω λόγος·
πείθειν γὰρ οἶδε καὶ πέφυκε μὴ λέγειν.
|
c18.39 | Χρυσοχοήσειν ὥιου σύ.
|
c18.40 | Χρυσῶι καταπάττων ἡμᾶς οὐ γινώσκεις.
|
c18.41 | Χρυσοῦς ἐν Ὀλυμπίοις στῆθι.
Τὸ χʹ μετὰ τοῦ υʹ
|
c18.42 | Χύτραις λημᾶιν καὶ κολοκύνταις.
|
c18.43 | Χύτραν ποικίλλειν.
Χύτραν κοσμεῖν.
|
c18.44 | Χυτρεοῦς θεός.
Χυτρεοῦς ἄνθρωπος.
Τὸ χʹ μετὰ τοῦ ωʹ
|
c18.45 | Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.
Χωρὶς τὰ Μερρᾶς καὶ Σιλωὰμ ῥεύματα.
|
c18.46 | Χώρα καὶ νόμος.
Πόλις καὶ τύπος.
|
c18.47 | Χωρὶς τό τ᾽ εἰπεῖν πολλὰ καὶ τὸ καίρια.
|