B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Michael Apostolios
ca. 1422 - 1480
     
   


Σ υ ν α γ ω γ ὴ
π α ρ ο ι μ ι ῶ ν


Ἀ ρ χ ὴ   τ ο ῦ   υ ʹ   σ τ ο ι χ ε ί ο υ

__________________________________________________________


  Τὸ υʹ μετὰ τοῦ βʹ

c17.47 Ὕβρις ὕβριν ἔτικτε καὶ ψόγος ψόγον. 
c17.47a Ὕβριν τε τίκτει πλοῦτος ἢ φειδὼ βίου. 
c17.47b Ὕβρις καὶ οἶνος ἀποκαλύπτειν εἰώθασι φίλοις τὰ ἤθη τῶν φίλων. 
c17.47c Ὕβρις μικρῶν κρατοῦντα φύσασθαι μέγα. 

Τὸ υʹ μετὰ τοῦ γʹ

c17.48 Ὑγρὰ νύξ. 
c17.48c Ὑγιέστερος κολοκύντης. 

Τὸ υʹ μετὰ τοῦ δʹ

c17.49 Ὕδρας κεφαλὰς τέμνεις. 
c17.50 Ὑδροφορίαν ἄγεις. 
c17.51 Ὕδωρ αὐτοπαγές. 
c17.52 Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις. 
c17.53 Ὕδωρ παραρρέει. 
c17.53a Ὑιὸν τρέφει τις, κἂν πένης τις ὢν τύχηι· 
θυγατέρα δ᾽ ἐκτίθησι κἂν ἦι πλούσιος. 
c17.53c Ὑμεῖς οὔτε τρίτοι, οὔτε τέταρτοι. 

Τὸ υʹ μετὰ τοῦ μʹ

c17.54 Ὑμεῖς δαίμονα αἱρήσεσθε, οὐχ᾽ ὑμᾶς δαίμων λήξεται. 

Τὸ υʹ μετὰ τοῦ πʹ

c17.55 Ὑπὲρ τὸν κατάλογον. 
c17.56 Ὑπὲρ τὰ Καλλικράτους. 
c17.57 Ὑπεψηνισμένη. 
c17.58 Ὑποβολιμαῖος εἶ. 
c17.59 Ὑπερβερεταῖος. 
c17.60 Ὑποζυγιώδης ἄνθρωπος. 
c17.61 Ὑπὸ παντὶ λίθωι σκορπίος. 
c17.62 Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶις. 
Ὑπὲρ βάθμιον πόδα τείνεις. 
Πέντ᾽ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος, 
δίσκευσεν δ᾽ ἑκατόν, πέντ᾽ ἀπολειπομένων. 
c17.63 Ὑπὲρ τῶν ὅλων ἀναρρίπτεις τοὺς κύβους. 
c17.64 Ὑπέρου περιστροφή. 
c17.65 Ὑπέρου γυμνότερος. 
Ὑπέρου πολλῶι φαλακρότερος. 
c17.66 Ὑπόχαλκον τὸ χρυσίον. 
c17.66a Ὑπηνέμια ὀνείρατα καὶ ἐπαίνων σκιαί. 
c17.66b Ὑπὲρ κάρα πτύει. 
c17.67 Ὑπηνέμια τίκτει. 
c17.68 Ὑπὲρ τὸν Ὑπέρβολον. 
c17.69 Ὑπὲρ ὄνου σκιᾶς. 

Τὸ υʹ μετὰ τοῦ σʹ

c17.70 Ὗς ὑπὸ ῥόπαλον. 
c17.71 Ὗς Διαροίδων. 
c17.72 Ὗς ἐκώμασεν. 
c17.73 Ὗς πότ᾽ Ἀθηναίαν ἔριν ἤρισεν. 
c17.74 Ὗς ὀρίνει. 
c17.75 Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. 
Ὗς ἐν βορβόρωι ὑλισπᾶται. 

Τὸ υʹ μετὰ τοῦ φʹ

c17.76 Ὑφάντου πταίσματος ὑπήτης ἐτύφθη.