|
Τὸ τʹ μετὰ τοῦ αʹ
|
c15.88 | Τάδ᾽ ἐκ τρίποδος.
|
c15.89 | Τὰ Νικησίου δρᾶι.
|
c15.90 | Ταῦρος ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα ἔπιεν.
|
c15.91 | Τάδε Μῆδος οὐ φυλάξει.
|
c15.92 | Τὰν χεῖρα ποτιφέροντα τὰν τύχαν καλεῖν.
|
c15.93 | Τὰς μὲν κόρας ἄνδρας εὑρεῖν δεῖ, τὰς δὲ γυναῖκας σώζειν τοὺς ἔχοντας.
|
c15.94 | Ταινάριον κακόν.
|
c15.94a | Τὰ Κινύρου τάλαντα.
|
c15.95 | Τἀπὶ κοσκίνωι.
|
c15.96 | Ταμίας ἀγαθός.
|
c15.97 | Τὰ ἐκ πρώρας καὶ τὰ ἐκ πρύμνης ἀπόλλυται.
|
c15.98 | Τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, τὰ δὲ μέσα οὐ συνίημι, τὰ δ᾽ ἐπὶ πᾶσιν οὐ δοκιμάζω.
|
c15.99 | Τὰ μέροπος δρᾶις.
|
c15.100 | Τὰ ἀπὸ Τναννάκου ταῦτα.
|
c16.1 | Ταντάλου κῆπον τρυγᾶις.
|
c16.2 | Τὰ δ᾽ οὐ παρὰ τοῖσι Κενταύροισι.
|
c16.3 | Τἄλλα καὶ φιλώμεθα.
|
c16.4 | Τὰ ἐξ ἁμαξῶν.
|
c16.5 | Ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα, πεντήκοντα λύκοις μάχεσθαι.
|
c16.6 | Τὰ ἐν χερσὶ κρατούμενα μείζονά ἐστι τῶν προσδοκωμένων.
|
c16.7 | Τὰ ἐν ποσὶ οὐκ οἶδεν.
|
c16.8 | Τὰ Μαγνήτων κακά.
|
c16.9 | Ταντάλειοι τιμωρίαι.
|
c16.10 | Τὰ σῦκα σῦκα λέγω, καὶ κάρδοπον τὴν κάρδοπον.
|
c16.11 | Τὰ πρῶτ᾽ ἀρίστους παῖδας Αἴγιν᾽ ἐκτρέφει.
|
c16.12 | Τὰ πέρυσι ἀεὶ βελτίω.
|
c16.13 | Τὰ τῶν φώρων κρέττω.
|
c16.14 | Τὰ Σαμίων ὑποπτεύεις.
|
c16.15 | Ταρτησία μύραινα.
|
c16.16 | Τὰ Ταντάλου τάλαντα.
|
c16.17 | Τὰς δεσποίνας αἱ κύνες μιμούμεναι.
|
c16.17a | Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια.
|
c16.18 | Τὰς ἐν ἅιδου τριακάδας.
|
c16.19 | Τὰ γὰρ Γαδείρων οὐ περατά.
|
c16.19a | Ταῦτα Κυμαίοις, ἐμοὶ δὲ ὄνος εἴη.
|
c16.19c | Τὰ χρήματ᾽ ἀνθρώποισιν εὑρίσκει φίλους.
|
c16.20 | Τὰ τρία εἰς τὸν θάνατον.
|
c16.21 | Ταχυβάμονας ὅρκους.
|
c16.22 | Ταυροπόλας Ἀρτέμιδος ταχύτερος.
Τὸ τʹ μετὰ τοῦ εʹ
|
c16.23 | Τελενίκου πενέστερος.
|
c16.24 | Τελμισσεῖς οἰκοῦσιν ἐν Καρίαι.
|
c16.25 | Τενέδιος ἄνθρωπος.
|
c16.26 | Τενέδιος συνήγορος.
|
c16.27 | Τερεβίνθου ἀνοητότερος.
|
c16.28 | Τερμέρια κακά.
|
c16.29 | Τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτ᾽ ἐστὶν οὔτε μήποτε γένοιτο.
|
c16.30 | Τέρμα δ᾽ ὁρᾶν βιότοιο, Σόλων ἱεραῖς ἐν Ἀθήναις.
|
c16.31 | Τερθρείαι συζῆις.
|
c16.32 | Τέττιγα τοῦ πτεροῦ ξυνείληφας.
|
c16.33 | Τέττιξ ἀκάνθιος.
|
c16.34 | Τετράδι γέγονας.
|
c16.35 | Τεττάρων ὀβολῶν ἄξιος.
|
c16.35a | Τέττιγας ἐσθίεις.
|
c16.36 | Τέττιγος τρόπον.
|
c16.37 | Τέττιγος εὐφωνότερος.
|
c16.38 | Τεττιγοφόρος εἶ.
|
c16.39 | Τεττίγων ἀνάμεστοι.
|
c16.39b | Τετρὰς καὶ νουμηνία.
|
c16.40 | Τευτάζειν βούλει τὸν ἄνθρωπον.
|
c16.41 | Τέφραν φεύγων εἰς ἀνθρακιὰν ἔπεσεν.
|
c16.42 | Τευμησία ἀλώπηξ καὶ κύων.
|
c16.43 | Τείχη Σεμυράμιδος.
Τείχη Ἱεριχούντια.
Τὸ τʹ μετὰ τοῦ ηʹ
|
c16.44 | Τὴν Ἀκεσαίου σελήνην.
|
c16.44a | Τῆς ὀξυθυμίας τὸ ἄνθος μανία.
|
c16.45 | Τὴν παρεοῦσαν ἄμελγε· τί τὸν φεύγοντα διώκεις;
|
c16.46 | Τὴν χεῖρ᾽ ἐπιβάλλει.
|
c16.46a | Τῆς αὐτῆς κεραμίας.
|
c16.47 | Τὴν ἐξούλης δίκην φεύγεις.
|
c16.48 | Τὴν θύραν ἔχειν τετριμμένην ὥσπερ αἱ ποῖμναι.
|
c16.49 | Τὴν Χάρυβδιν ἐκφυγὼν, τῆι Σκύληι περιέπεσον.
Ἔφυγον κακὸν εὗρον ἄμεινον.
|
c16.49a | Τὴν αὑτοῦ σκιὰν δέδοικεν.
|
c16.49b | Τὴν ἀμίδα σανδάλωι ἐπιφράττεις.
|
c16.49c | Τὴν ἀπὸ Σκυθῶν ῥῆσιν.
|
c16.50 | Τὴν ἀρχὴν οὐ δυνήσηι τῶι τέλει συνάψαι.
|
c16.51 | Τὴν ἡμέραν πᾶσαν σήθη, ὃς οὐ βούλεται ζυμῶσαι.
|
c16.52 | Τὴν λεοντῆν ἐνδύου.
|
c16.53 | Τὴν ἅλμην κυκᾶις, πρὶν τοὺς ἰχθύας ἑλεῖν.
|
c16.54 | Τῆς μητρὸς ὡς αἲξ καλεῖται.
|
c16.55 | Τὴν καθ᾽ ἑαυτὸν ἔλαυνε.
|
c16.56 | Τῆς ᾽Ορφέως ἀπόζεις κιθάρας ἐν τῶι λέγειν.
Τὸ τʹ μετὰ τοῦ ιʹ
|
c16.57 | Τιθωνοῦ γῆρας.
|
c16.57a | Τίς ἄν φίλοισι μάχοιτο;
|
c16.57b | Τί μ᾽ ὠφελήσουσ᾽ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα.
|
c16.58 | Τιτάνας καλεῖν.
|
c16.59 | Τίς ἐν Κύδωνος.
|
c16.60 | Τί πρὸς τὸν Ἑρμῆν.
|
c16.60a | Τί κοινὸν κυνὶ καὶ βαλανείωι.
|
c16.61 | Τίς πατέρ᾽ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα.
|
c16.62 | Τιμὴ Γεράνης.
|
c16.63 | Τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο.
|
c16.64 | Τιτανῶδες βλέπει.
|
c16.65 | Τίκτει κόρος ὅταν κακῶι ἀνδρὶ παρείη.
|
c16.66 | Τίς ἂν θύρας ἁμάρτοι.
|
c16.67 | Τίς τῆιδε.
|
c16.68 | Τίς ἀνάγκη σαπραγόραι; προίξ.
|
c16.69 | Τιτανίδα παροικεῖς.
|
c16.70 | Τίθει παρὰ χρυσοῦν κεραμεοῦν ποτήριον.
|
c16.71 | Τί τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνετε.
|
c16.72 | Τί οὐκ ἀπήγξω, ἵνα Θήβηισιν ἥρως γένηι.
|
c16.73 | Τί μικρῶν πέρι μεγάλα προιμιάζηι.
|
c16.74 | Τίς χρεία πυθομένου κρομμύου.
|
c16.75 | Τίς οὐ γενήσηι τυγχάνων εἰς Ἀρβέλας.
|
c16.76 | Τιτυοῦ σε περιμένει καὶ Ἰξίονος κολαστήρια.
Τὸ τʹ μετὰ τοῦ οʹ
|
c16.77 | Τὸ Μηλιακὸν πλοῖον.
|
c16.78 | Τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἶσον τὸν λόγον ἔχειν.
|
c16.79 | Τοῦ πατρός ἐστι τὸ παιδίον.
|
c16.80 | Τὸ μέλλον οὐδεὶς ἐκφύγοι.
|
c16.81 | Τοῦτο τὸ ὑπόδημα ἔρραψε μὲν Ἱστιαῖος, ἐπεδήσατο δὲ Ἀρισταγόρας.
|
c16.82 | Τὸν οἴκοι θησαυρὸν διαβάλλεις.
|
c16.83 | Τὸ εὔωνον κρέας οἱ κύνες ἐσθίουσιν.
|
c16.84 | Τότ᾽ ἄισονται κύκνοι, ὅταν κολοισὶ σιωπήσωσιν.
|
c16.85 | Τὸ σκαμβὸν ξύλον οὐδέποτ᾽ ὀρθόν.
|
c16.86 | Τοιοῦτο Θεμιστοκλῆς οὔποτ᾽ ἐνόησε.
|
c16.87 | Τὸ καλὸν φίλον εἶναι.
|
c16.88 | Τὸ Πάρνου σκαφίδιον.
|
c16.89 | Τοῖς κακοῖς τρὶς τὰ κακά.
|
c16.90 | Τοσοῦτον σχεδὸν, ὅσον ἐκ Διονυσίων.
|
c16.91 | Τὸν οἴκοθεν βρεχόμενον οὐδὲ θεὸς οἰκτείρει.
|
c16.92 | Τὸν κολοφῶνα ἐπέθηκας.
|
c16.93 | Τὸν καπνὸν φεύγων εἰς τὸ πῦρ ἔπεσον.
|
c16.94 | Τὸν πόλεμον ἐξωρχήσαντο.
|
c16.95 | Τὸ κυνὸς κακὸν ὗς ἀπέτισεν.
|
c16.96 | Τοὺς πλέονας κακίους δέ, Βίας ἀπέφηνε Πριηνεύς.
|
c16.97 | Τὸ τῆς Ἀμαλθείας κέρας.
|
c16.98 | Τὸ γὰρ βροτεῖον σπέρμ᾽ ἐφημέρια φρονεῖ,
καὶ πιστὸν οὐδὲν μᾶλλον, ἢ καπνοῦ σκιά.
|
c16.99 | Τοῦ Κροίσου παιδὸς σιγηλότερος.
|
c16.100 | Τὸν τρέχοντα ἐρέθιζε.
|
c17.1 | Τὸ ἀρνίον σου λελάληκεν.
|
c17.2 | Τὸ βασιλικὸν βοίδιον.
|
c17.3 | Τὸ Δίωνος γρῦ.
|
c17.4 | Τὸ ἐν τῆι καρδίαι τοῦ νήφοντος, ἐν τῆι γλώσσηι τοῦ μεθύοντος.
|
c17.5 | Τὸ Φιλοξένου οὐ.
|
c17.6 | Τὸ Πάσητος ἡμιώβολον.
|
c17.7 | Τὸ πέλαγος πρότερον οἴσει ἄμπελον, ἢ τόδε τι γενέσθαι.
|
c17.8 | Τὸ Ἱππάρχου τειχίον.
|
c17.9 | Τὸν Ὕλλαν κραυγάζεις.
|
c17.10 | Τὸ μὲν νόημα τοῦ θεοῦ, τὸ δὲ κλέμμ᾽ ἐμόν.
|
c17.11 | Τοῦ Δίος τὸν σάνδαλον.
|
c17.12 | Τὸ κανοῦν τῆς θεοῦ φέρει.
|
c17.13 | Τοῦ Βάϋνος χοροῦ.
|
c17.14 | Τὸ Ἐπιμενίδειον δέρμα.
|
c17.15 | Τὸ μὲν ἐμὸν ἀπ᾽ ἐμοῦ γένος ἄρχεται, τὸ δὲ σὸν ἐν σοὶ παύεται.
Ἐμοὶ μὲν τὸ γένος ἄτιμον, σὺ δὲ τῶι γένει.
|
c17.16 | Τὸ Φρυνίχου πάλαισμα.
|
c17.17 | Τὸν Μίδα πλοῦτον καὶ Κροίσου καὶ Κινύρου.
|
c17.18 | Τορώνη.
|
c17.19 | Τοῦ σελίνου δεῖται.
|
c17.20 | Τὸν ξύοντα ἀναξύειν.
Τὸ τʹ μετὰ τοῦ ρʹ
|
c17.21 | Τραγικὸς Θεοκρίνης.
|
c17.22 | Τρέχει τὴν ἐσχάτην.
|
c17.23 | Τρικέφαλος Ἑρμῆς.
|
c17.24 | Τροχίλος θεραπεύει κροκόδειλον.
|
c17.25 | Τρὶς ἓξ ἢ τρεῖς κυβοί.
|
c17.26 | Τριτογενείας ἔφυ παῖς.
|
c17.27 | Τρὶς παρ᾽ ἀσπίδα στῆναι ῥαιότερον ἢ ἅπαξ ἀνταγωνίσασθαι τῆι πενίαι.
|
c17.28 | Τρίτου κρατῆρος ἐγεύσω.
|
c17.29 | Τραγικὸν πάθος.
|
c17.30 | Τροφωνίου κατὰ γῆς παίγνια.
Ἐς Τροφωνίου μεμάντευται.
|
c17.31 | Τρυγόνος λαλίστερος.
|
c17.32 | Τραγικὸς πίθηκος.
|
c17.33 | Τροχὸς τὰ ἀνθρώπινα.
|
c17.34 | Τρικέφαλε Γηρυόνη.
Τὸ τʹ μετὰ τοῦ υʹ
|
c17.35 | Τυφλότερος ἀσπάλακος.
|
c17.36 | Τυφῶνος πολυπλοκώτερον.
|
c17.37 | Τυφλὸς τὰ ὦτα, τὸν τε νοῦν, τὰ τ᾽ ὄμματ᾽ εἶ.
|
c17.38 | Τυφλὸν ὄνειρον.
|
c17.39 | Τυφογέρων.
Τὸ τʹ μετὰ τοῦ ωʹ
|
c17.40 | Τῶν ἐαρινῶν φύλλων πλείονές εἰσιν οἱ συκοφάνται.
|
c17.41 | Τῶν ἀνεφίκτων μὴ ἐπιχείρει.
|
c17.42 | Τῶν καλῶν καὶ τὸ μετόπωρον καλόν ἐστίν.
|
c17.43 | Τῶν δ᾽ ὄνων οὔ μοι μέλει.
|
c17.43b | Τῶι γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει.
|
c17.44 | Τῶι θρίωι τὴν ἔγχελυν.
|
c17.45 | Τῶν πλειόνων ἡ ψῆφος νικᾶι.
|
c17.46 | Τῶν ἀχαρίστων αἱ δωρεαὶ ἀνατρέπονται.
|