B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Michael Apostolios
ca. 1422 - 1480
     
   


Σ υ ν α γ ω γ ὴ
π α ρ ο ι μ ι ῶ ν


Ἀ ρ χ ὴ   τ ο ῦ   σ ʹ   σ τ ο ι χ ε ί ο υ

__________________________________________________________


  Τὸ σʹ μετὰ τοῦ αʹ

c15.31 Σαλαμινία ναῦς. 
c15.32 Σαμίων ὁ δῆμος ὡς πολυγράμματος. 
c15.33 Σαρδαναπάλου βίος. 
c15.34 Σάρωνος ναυτικώτερος. 
c15.35 Σαρδώνιος γέλως. 
c15.36 Σαυτὸν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας ποτέ. 

Τὸ σʹ μετὰ τοῦ εʹ

c15.37 Σελίνου στέφανος πένθιμος. 
c15.38 Σειρὴν μὲν φίλον ἀγγελλει, ξεῖνον δὲ μέλισσα. 
c15.39 Σεισάχθειά σοι μηδέποτε γένοιτο. 
c15.40 Σεῖος ἀνήρ. 
c15.41 Σεσέλλισαι κατ᾽ Αἰσχίνην. 
c15.42 Σὲ δ᾽ οἰωνίσατ᾽ ἄν τις ἰδών. 

Τὸ σʹ μετὰ τοῦ ηʹ

c15.43 ‹Στύπ›πινὸν γερόντιον. 
c15.44 Σήψει καὶ πέτρην ὁ πολὺς χρόνος, οὐδὲ σίδήρον φείδεται· ἀλλὰ μιῆι πάντ᾽ ὀλέκει δρεπάνηι. 

Τὸ σʹ μετὰ τοῦ ιʹ

c15.45 Σικελὸς ὀμφακίζεται. 
c15.46 Σίδηρον πλεῖν διδάσκεις. 
c15.47 Σικελὸς στρατιώτης. 
c15.48 Σικελικὴ τράπεζα. 
c15.49 Σίλφιον Βάττου. 
c15.50 Σινωπίζεις. 

Τὸ σʹ μετὰ τοῦ κʹ

c15.51 Σκιὰ ἀντὶ τοῦ σώματος. 
c15.52 Σκόπει μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σὸν φίλος. 
c15.53 Σκεδάσου κατάρα. 
c15.54 Σκυθῶν ἐρημία. 
c15.55 Σκορπίοις ὀκτάπουν ἀντεγείρεις. 
c15.56 Σκάνδιξ. 

Τὸ σʹ μετὰ τοῦ μʹ

c15.57 Σμικρῶι ποδὶ μεγάλα περιτίθης ὑποδήματα. 

Τὸ σʹ μετὰ τοῦ οʹ

c15.58 Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίαι. 
c15.59 Σοὶ μὲν κακῶς λέγειν, ἐμοὶ δὲ κακῶς ποιεῖν. 

Τὸ σʹ μετὰ τοῦ πʹ

c15.60 Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σὸν φίλον, ἵνα μὴ πλησθείς σου μισήσηι σε. 
c15.61 Σπερμολόγος ὢν οὐ λανθάνεις. 

Τὸ σʹ μετὰ τοῦ τʹ

c15.62 Στ‹α›λαγμὸς οἴνου μυρίοις χοεῦσιν ὕδατος οὐ μίγνυται. 

c15.63 Στρατηγοῦ παρόντος πᾶσα ἀρχὴ παυσάσθω. 
c15.64 Στύππινον γερόντιον. 
c15.65 Στέαρ γαλῆι. 

Τὸ σʹ μετὰ τοῦ υʹ

c15.66 Συνεκποτέον ἐστί σοι καὶ τὴν τρύγα. 
c15.67 Σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰτεῖς. 
c15.68 Σὺν τῶι κυνὶ καὶ τὸν ἱμάντα. 
c15.69 Σῦκον αἰτεῖς. 

c15.70 Συρακουσίων τράπεζα. 
c15.71 Σύροι πρὸς Φοίνικας. 
c15.72 Σύλλου φιλία καὶ Μετέλλου τοῦ Πίου. 
c15.73 Συρβηνέων μύστης. 
c15.74 Σὺ ἐν σεαυτῶι τὰ φάρμακα ἔχεις. 
c15.75 Συστομώτερος σκάφης. 
c15.76 Σύντομος ἡ πονηρία, βραδεῖα ἡ ἀρετή. 
c15.77 Συβαρίται διὰ πλατείας. 
c15.78 Συνῆλθον Ἀτταβὰς καὶ Νουμήνιος. 
c15.79 Σὺν Ἀθηνᾶι καὶ χεῖρας κίνει. 
c15.80 Συγκρητισμὸν ἔχεις. 
c15.81 Συκίνη ἐπικουρία. 
c15.82 Σύμβουλός ἐστιν ὁ χρόνος τῶν πραγμάτων. 
c15.83 Συγγνώμη πρωτοπείρωι. 

Τὸ σʹ μετὰ τοῦ φʹ

c15.84 Σφάκελός σοι. 
c15.85 Σφενδόνη Γύγου. 
c15.85c Σχῆμα καὶ τριώβολον. 

Τὸ σʹ μετὰ τοῦ χʹ

c15.86 Σχοῖνον διατρώγειν. 

Τὸ σʹ μετὰ τοῦ ωʹ

c15.87 Σώματος κάλλος ζωῶδες, ἢν μὴ νοῦς ὑπείη.