B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Michael Apostolios
ca. 1422 - 1480
     
   


Σ υ ν α γ ω γ ὴ
π α ρ ο ι μ ι ῶ ν


Ἀ ρ χ ὴ   τ ο ῦ   θ ʹ   σ τ ο ι χ ε ί ο υ

__________________________________________________________


  Τὸ θʹ μετὰ τοῦ αʹ

c8.78 Θάμυρις μαίνεται. 
c8.78a Θάρσει· τό τοι δίκαιον ἰσχύει μέγα. 
c8.79 Θάνατον παρδάλεως ὑποκρίνεται. 
c8.80 Θαλάττιον ἐκ χαράδρας ὕδωρ. 
c8.81 Θᾶσος ἀγαθῶν. 
c8.82 Θᾶττον ὑπὸ μάλης πέντ᾽ ἐλάφους κρύψειας ἢ ἕνα κίναιδον. 
c8.83 Θαλάττιος ὢν μή πως χερσαῖος γένηι. 
c8.83a Θάρσει· λέγων ταληθὲς οὐ σφαλλῆι ποτέ. 

Τὸ θʹ μετὰ τοῦ εʹ

c8.84 Θεαγένους χρήματα. 
c8.84b Θεός τε τοῖς ἀργοῦσιν οὐ παρίσταται. 
c8.85 Θετταλικὴ γυνή. 
c8.86 Θεὸς {ἡ} ἀναίδεια. 
c8.87 Θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. 
c8.88 Θετταλικὰ πτερά. 
c8.89 Θεῶν ἀγορά. 
c8.89h Θεράπευε τὸ φοβεῖσθαι καὶ οὐ φοβηθήσηι πενίαν. 
c8.89i Θεοῦ διδόντος, οὐδὲν ἰσχύει φθόνος· 
καὶ μὴ διδόντος, οὐδὲν ἰσχύει κόπος. 

Τὸ θʹ μετὰ τοῦ ηʹ

c8.90 Θηρικλείου φίλος. 
c8.91 Θηραμὲνης ἀνήρ. 
c8.91a Θησεὺς Πειρίθουν. 
c8.91i Θρᾶκες ὄργια οὐκ ἐπίστανται. 

Τὸ θʹ μετὰ τοῦ ρʹ

c8.92 Θρὶξ ὕστριχος. 

Τὸ θʹ μετὰ τοῦ υʹ

c8.93 Θυμὸς ἔσχατον γηράσκει. 
c8.94 Θύραζε {Κ}ᾶρας, οὐκετ᾽ ἀνθεστήρια. 
c8.95 Θυμόσοφος ἐστίν. 
c8.96 Θυννίζειν. 
c8.96d Θυμοῦ λόγος ἰατρός.