B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Michael Apostolios
ca. 1422 - 1480
     
   


Σ υ ν α γ ω γ ὴ
π α ρ ο ι μ ι ῶ ν


Ἀ ρ χ ὴ   τ ο ῦ   ι ʹ   σ τ ο ι χ ε ί ο υ

__________________________________________________________


  Τὸ ιʹ μετὰ τοῦ αʹ

c8.97 Ἰαλέμου ψυχρότερος. 
c8.98 Ἴανος ἄλλος. 
c8.99 Ἰαίνεται τῆι διηγήσει τῶν τοιούτων λόγων. 
c8.99a Ἴαμα γλώττης, ἐγκράτεια κοιλίας. 

Τὸ ιʹ μετὰ τοῦ δʹ

c8.100 Ἰδοὺ Ῥόδος, ἰδοὺ καὶ πήδημα. 
 
Τὸ ιʹ μετὰ τοῦ εʹ

c9.1 Ἱερὰ ἄγκυρα. 
c9.2 Ἱερόσυλος θεοσεβεῖ. 

Τὸ ιʹ μετὰ τοῦ λʹ

c9.3 Ἰλιὰς κακῶν ἐπήιει. 


Τὸ ιʹ μετὰ τοῦ μʹ

c9.4 Ἱματίωι πῦρ περιστέλλεις. 
c9.5 Ἱματισμὸς Διονυσίου. 

Τὸ ιʹ μετὰ τοῦ νʹ

c9.6 Ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς. 
c9.6a Ἴνους ἄχη. 

Τὸ ιʹ μετὰ τοῦ πʹ

c9.7 Ἱππομένους ἀσεβέστερος. 
c9.8 Ἵππωι γηράσκοντι τὰ μείονα κύκλ᾽ ἐπίβαλλε. 
c9.9 Ἱππόλυτον μιμήσομαι. 
c9.10 Ἱππου μὲν ἀρετὴν ἐν πολέμωι, φίλου δὲ πίστιν ἐν ἀτυχίαι κρίνομεν.
c9.11 Ἵππον εἰς πεδίον διδάσκεις τρέχειν. 
c9.12 Ἵππος με φέρει καὶ βασιλεύς με τρέφει. 
c9.13 Ἱππέας εἰς πεδίον προκαλῆι. 

Τὸ ιʹ μετὰ τοῦ σʹ

c9.14 Ἴσως Ἐριννύς ἐστιν ἐκ τραγωιδίας. 
c9.15 Ἱστὸν ἀράχνης. 
c9.16 Ἴσα πόλεμον οὐ ποιεῖ. 
c9.17 Ἰσότης φιλότης. 

Τὸ ιʹ μετὰ τοῦ χʹ

c9.18 Ἰχθὺς ἐκ τῆς κεφαλῆς ὄζειν ἄρχεται. 
c9.19 Ἰχθὺν νήχεσθαι διδάσκεις.