|
Τὸ ηʹ μετὰ τοῦ αʹ
|
c8.39 | Ἡ ἀπὸ Σκυθῶν ῥῆσις.
|
c8.40 | Ἡ ἀφύη πῦρ.
|
c8.41 | Ἡ ἅμαξα τὸν βοῦν.
|
c8.41c | Ἡ βραχυλογία ἐγγύς ἐστι τοῦ σιγᾶν.
Τὸ ηʹ μετὰ τοῦ δʹ
|
c8.42 | Ἡδὺ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν.
Τὸ ηʹ μετὰ τοῦ κʹ
|
c8.43 | Ἡ κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσεν.
|
c8.43a | Ἡ κακὴ κρίσις παντὸς κακοῦ αἰτίον.
|
c8.44 | Ἡ κύων ἐν φάτνηι.
|
c8.45 | Ἢ χρίνον, ἢ κολοκύντην.
|
c8.46 | Ἡ κέρκος τῆι ἀλώπεκι μαρτυρεῖ.
Τὸ ηʹ μετὰ τοῦ λʹ
|
c8.47 | Ἡλικίαν σὴν οὐκ ἔχω.
|
c8.48 | Ἢ λέγε τὶ σιγῆς κρεῖττον, ἢ σιγὴν ἔχε.
|
c8.49 | Ἡ Λύκου.
|
c8.50 | Ἥλιξ ἥλικ{α} {τέρ}πει.
|
c8.51 | Ἡλίωι φῶς δανίζεις.
|
c8.52 | Ἧλος τὸν ἧλον.
Πάτταλος τὸν πάτταλον ἐξέκρουσεν.
|
c8.53 | ᾽Ηλιθιώτερος ἀιδώνιδος τοῦ Πραξιτέλους.
Τὸ ηʹ μετὰ τοῦ μʹ
|
c8.54 | Ἠμένι πελειάς.
|
c8.55 | Ἢ μένοντα ἀποθανεῖν, ἢ νικᾶν.
|
c8.55a | Ἡμίονος κανθήλιος.
|
c8.56 | Ἡμεῖς δέκα Ῥόδιοι, δέκα νῆες.
|
c8.57 | Ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
Τὸ ηʹ μετὰ τοῦ νʹ
|
c8.58 | Ἢν μὴ καθάρηις καὶ ἀλέσηις, οὐ φάγηις.
|
c8.59 | Ἣν ἔλαχες σπάρταν, ταύτην κόσμει.
|
c8.60 | Ἦν ποτε κἀμοὶ πρώρα καὶ πρύμνη.
Τὸ ηʹ μετὰ τοῦ οʹ
|
c8.61 | Ἢ οὐ πεττεύω.
Τὸ ηʹ μετὰ τοῦ πʹ
|
c8.62 | Ἡ παναγαῖα Ἄρτεμις.
Τὸ ηʹ μετὰ τοῦ ρʹ
|
c8.63 | Ἡρακλῆς ξενίζεται.
|
c8.64 | Ἡράκλειος νόσος.
|
c8.65 | Ἡρακλῆς καὶ πίθηκος.
|
c8.66 | Ἡράκλεια λουτρά.
|
c8.67 | Ἡράκλειος λίθος.
|
c8.68 | Ἡράκλειος ψώρα.
Τὸ ηʹ μετὰ τοῦ σʹ
|
c8.69 | Ἦσαν ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.
|
c8.69b | Ἢ σιγὴν καίριον, ἢ λόγον ὠφέλιμον.
Τὸ ηʹ μετὰ τοῦ τʹ
|
c8.70 | Ἡττήθης τινὸς ἀλεκτρυόνος.
|
c8.71 | Ἢ τὰν ἢ ἐπὶ τᾶς.
|
c8.72 | Ἢ τρὶς ἓξ, ἢ τρεῖς κύβοι.
|
c8.73 | Ἤτοι τέθηκεν, ἢ διδάσκει γράμματα.
Τὸ ηʹ μετὰ τοῦ φʹ
|
c8.74 | Ἡ Φάνου θύρα.
|
c8.75 | Ἢ φρονεῖν ἔλασσον ἢ δύνασθαι δεῖ μεῖζον.
|
c8.76 | Ἡφαίστειος δεσμός.
|
c8.77 | Ἡ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν.
|
c8.77g | Ἠὼς ὁρῶσα τὰ νυκτὸς ἔργα, γελᾶι.
|