B  I  B  L  I  O  T  H  E  C  A    A  U  G  U  S  T  A  N  A
           
  Michael Apostolios
ca. 1422 - 1480
     
   


Σ υ ν α γ ω γ ὴ
π α ρ ο ι μ ι ῶ ν


Ἀ ρ χ ὴ   τ ο ῦ   δ ʹ   σ τ ο ι χ ε ί ο υ

__________________________________________________________


  Τὸ δʹ μετὰ τοῦ αʹ

c5.80 Δαιδάλου ποίημα. 
c5.81 Δασεῖαν νύκτα. 
c5.82 Δασύποδα λαγὼν παραδραμεῖται χελώνη. 
c5.83 Δάτος ἀγαθῶν. 
c5.84 Δαιδάλου πτερά. 
c5.85 Δασύπους κρεῶν ἐπιθυμεῖ. 
c5.86 Δακτύλου ἡμέρα. 
c5.87 Δαφνίνην φορῶ βακτηρίαν. 
c5.87a Δαπανώμενος ἐφ᾽ ἃ μὴ δεῖ, ὀλίγος ἔσηι ἐφ᾽ ἃ δεῖ. 

Τὸ δʹ μετὰ τοῦ εʹ

c5.88 Δευτέρων ἀμεινόνων. 
c5.89 Δέδοται καὶ κακοῖσιν ἄγρα. 
c5.89a Δειλόν θ᾽ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. 
c5.90 Δέχεται καὶ βῶλον ἀλήτης. 
c5.91 Δελφῖνα πρὸς τοὐραῖον δεῖς. 
c5.92 Δεκάπους σκιὰ ἐστίν. 
c5.93 Δειλότερος εἶ τοῦ Παρακύπτοντος. 
c5.93a Δειλότερος εἶ αὐτῆς τῆς δειλίας. 
c5.93d Δεῖ νοσεῖν τὸ μέρος. 
c5.93e Δέκα ἡ κύων τέκοι, καὶ πάντα λευκά. 
c5.93f Δέκα τοῦ ὀβολοῦ. 
c5.93g Δελφὶς ἐν λουτηρίωι. 
c5.93h Δεινὸν τὸ συνιδεῖν τὸ μέλλον. 
c5.94 Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ᾽ ἀπόλυται. 
c5.95 Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι. 
c5.96 Δελφῖνα νήχεσθαι διδάσκεις. 
c5.97 Δεσμοὶ Τυρρηνοί. 
c5.98 Δεύτερος πλοῦς. 
c5.99 Δελφῖνα λεκάνη οὐ χωρεῖ. 

Τὸ δʹ μετὰ τοῦ ηʹ

c5.100 Δηλίου κολυμβητοῦ. 
 
c6.1 Δηρὸν βουλεύειν, ἵν᾽ ἔχηι καὶ πολλὸν ἄμεινον. 

Τὸ δʹ μετὰ τοῦ ιʹ

c6.2 Διὰ μαχαιρῶν καὶ πῦρ ῥίπτειν δεῖ. 
c6.3 Διαβολῆς ὀξύτερον ξίφος, εἰ τὸ ξίφος προφθάσει τὸν διαβάλλοντα. 
c6.4 Διαγόρας ὁ Μιλήσιος. 
c6.5 Διακωδωνιασθέντες. 
c6.6 Διϊτρέφης ἀναπέπτωκεν. 
c6.7 Δικαιότερος σταχάνης. 
c6.8 Δίκης ὀφθαλμός. 
c6.9 Δίκη δίκην ἔτικτε, καὶ βλάβη βλάβην. 
c6.10 Διὸς κώδιον. 
c6.11 Δίκην ὑφέξει, κἂν ὄνος δάκηι κύνα. 
c6.12 Δικτύωι ἄνεμον θηρᾶις. 
c6.13 Δίκης δικαιότερος. 
c6.14 Διζημένοισι τἀγαθὰ μόλις παραγίνεται, τὰ δὲ κακὰ καὶ μὴ διζημένοισι. 
c6.15 Διομήδειος ἀνάγκη. 
c6.16 Διονύσια. 
c6.17 Διὸς Χόρινθος. 
c6.18 Δίχολοι γνῶμαι. 
c6.19 Διὸς ἐγκέφαλος. 
c6.20 Διὸς ψῆφος. 
Ἔνθα Διὸς μεγάλου θῶκοι πεσσοί τε καλοῦνται. 
c6.21 Διὰ δακτυλίου γ᾽ ἂν ἑλκύσαις. 
c6.22 Δίσκους ὠθεῖ ὑπὲρ τὰ ἐσκαμμένα. 
c6.23 Δὶς ἑπτὰ πληγαῖς πολύπους πιλούμενος. 
c6.24 Δι᾽ ὀξείας δραμεῖν. 
c6.25 Διωλύγιον κακόν. 
c6.26 Δὶς καὶ τρὶς τὸ καλὸν, τὸ δὲ κακὸν οὐδ᾽ ἅπαξ. 
c6.27 Δὶς παῖδες οἱ γέροντες. 
c6.28 Διὰ τοῦ τοίχου λαλεῖ. 
c6.29 Δὶς πρὸς τὸ αὐτὸν αἰσχρὸν προσκρούειν λίθον. 
c6.30 Διὰ παλαιᾶς ἡμέρας. 
c6.31 Διὰ μέσου καὶ λιμὸς ἔρρει καὶ κάκιστ᾽ ἀπόλλυται. 

Τὸ δʹ μετὰ τοῦ οʹ

c6.32 Δοίδυξ αὔξει. 
c6.33 Δορύκειον. 
c6.33a Δοίδυκος σκιά. 
c6.34 Δοῦλος ὢν κόμην ἔχεις. 
c6.35 Δούλων πόλις. 

Τὸ δʹ μετὰ τοῦ ρʹ

c6.36 Δρυὸς πεσούσης, πᾶς ἀνὴρ ξυλεύεται. 
c6.36a Δραχμῆς μὲν ηὔλει, τεττάρων δὲ παύεται. 

Τὸ δʹ μετὰ τοῦ υʹ

c6.37 Δύω τοίχους ἀλείφεις. 
c6.38 Δύο θεοὺς ἥκω κομίζων ὑμῖν, πειθὼ καὶ βίαν. 
c6.39 Δύσκωφος δυσκώφωι ἐκρίνετο· ὁ δὲ κριτὴς ἦν πολλῶι τούτων κωφότερος. 
c6.40 Δυεῖν ἐπιθυμήσας, οὐδετέρου ἔτυχες. 

Τὸ δʹ μετὰ τοῦ ωʹ

c6.41 Δωδεκαμήχανος Κυρήνη. 
c6.42 Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας. 
c6.43 Δωδωναῖον χαλκεῖον.