|
Τὸ γʹ μετὰ τοῦ αʹ
|
c5.19 | Γάλα ὀρνίθων.
|
c5.20 | Γαλῆ Ταρτησία.
|
c5.21 | Γαλῆι χιτών.
|
c5.21a | Γαλῆ στέαρ.
|
c5.22 | Γαστέρα μοι προφέρεις, κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρη, κενεὴ δὲ βαρεῖα.
|
c5.22a | Γαστὴρ παχεῖα λεπτὸν οὐ τίκτει νόον.
|
c5.23 | Γασύπους κρεῶν ἐπιθυμεῖ.
|
c5.24 | Γάμος Αἰγύπτου
|
c5.24d | Γαμψώνυχας μὴ τρέφειν.
|
c5.25 | Γαλῆι χιτώνιον.
|
c5.26 | Γαλῆν ἔχεις.
Τὸ γʹ μετὰ τοῦ εʹ
|
c5.27 | Γελοιότερος Μελιτίδου.
|
c5.28 | Γέλως συγκρούσιος.
|
c5.29 | Γέλως Μεγαρικός.
|
c5.30 | Γεννητὸς γεγονὼς τήρει τὴν τάξιν.
|
c5.31 | Γέρων ἀλώπηξ οὐχ ἁλίσχεται.
|
c5.32 | Γεράνδρυον μεταφυτεύειν.
|
c5.33 | Γενναῖος εἶ ἐκ βαλαντίου.
|
c5.34 | Γέροντος πόσθη δρυϊνὸς πάτταλος.
|
c5.35 | Γέρανοι, λίθους καταπεπτωκότος.
|
c5.35a | Γέροντι μηδέποτε μηδὲν χρηστὸν ποιεῖν.
|
c5.36 | Γέρων βοῦς ἀπένθητος δόμοισιν.
|
c5.36a | Γέρων ὀλίγα φοβεῖται.
|
c5.37 | Γέρων πίθηκος ἁλίσκεται μέν, μετὰ χρόνον δ᾽ ἁλίσκεται.
|
c5.37a | Γέρων πίθηκος οὐχ ἁλίσκεται πάγηι.
|
c5.38 | Γέλως Ἰωνικός.
|
c5.38a | Γεύεται πίσσης ὁ μῦς.
|
c5.39 | Γέροντα δ᾽ ὀρθοῦν φλαυρὸν, ὃς νέος πέσοι.
Τὸ γʹ μετὰ τοῦ ηʹ
|
c5.40 | Γηράσκω ἀεὶ πολλὰ διδασκόμενος.
|
c5.40a | Γῆ καὶ θάλασσα οὐρανομήκης.
|
c5.41 | Γῆρας λεόντος κρεῖσσον ἀκμαίων νεβρῶν.
|
c5.41a | Γῆρας διδάσκει πάντα, καὶ χρόνου τριβή.
|
c5.41b | Γῆρας καὶ πενία, δύο τραύματα δυσθεράπευτα.
|
c5.41c | Γῆρας ὁλόκληρός ἐστι πήρωσις· πάντ᾽ ἔχει, καὶ πᾶσιν ἐνδεῖ.
|
c5.41f | Γῆς βάρος.
|
c5.41g | Γῆι κρύψας ἔχεις.
|
c5.42 | Γῆς ἔντερα.
|
c5.43 | Γηρᾶι βοῦς, τὰ δ᾽ ἔργα πολλὰ τῶι βοΐ.
Τὸ γʹ μετὰ τοῦ ιʹ
|
c5.44 | Γιγάντων ἀπόνοια.
Τὸ γʹ μετὰ τοῦ λʹ
|
c5.45 | Γλαύκου τέχνη.
|
c5.46 | Γλαῦκα Ἀθήναζε.
Γλαῦκα Ἀθηναίοις.
|
c5.47 | Γλαῦκος ἄλλος ἱππόβρωτος.
|
c5.48 | Γλαῦκος πιὼν μέλι, ἀνέστη.
|
c5.49 | Γλαῦκος φαγὼν πόαν οἰκεῖ ἐν θαλάττηι.
|
c5.50 | Γλυκὺς ἀγκών.
|
c5.51 | Γλυκὺς ἀπείρων πόλεμος.
|
c5.52 | Γλυκεῖα ὀπώρα φύλακος ἐκλελοιπότος.
|
c5.53 | Γλῶσσα ποῦ πορεύηι· πόλιν ἀνορθώσασα, καὶ πάλιν καταστρέφουσα;
|
c5.53b | Γλῶσσα βλάσφημος διανοίας κακῆς ἔλεγχος.
|
c5.53c | Γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
|
c5.54 | Γλαῦξ ἵπταται.
|
c5.55 | Γλαῦκα εἰς Ἀθήνας.
|
c5.55a | Γλώσσηι ματαίαι ζημία προστρίβεται.
Τὸ γʹ μετὰ τοῦ νʹ
|
c5.56 | Γνῶθι σαυτόν.
|
c5.56b | Γνῶμαι πλέον κρατοῦσιν, ἢ σθένος χερῶν.
|
c5.56c | Γνώμη δὲ κρείσσων ἐστίν, ἢ ῥώμη χερῶν.
Τὸ γʹ μετὰ τοῦ οʹ
|
c5.57 | Γόργειον βλέπει.
|
c5.58 | Γοργόνα Περσεὺς ἐχειρώσατο.
|
c5.59 | Γόνυ κνήμης ἔγγιον.
Τὸ γʹ μετὰ τοῦ ρʹ
|
c5.60 | Γραῦς βακχεύει.
|
c5.61 | Γραῦς ὥς τις ἵππος τόν χαραδραῖον τάφον ἕξεις.
|
c5.62 | Γρᾶες κωθωνιζόμεναι.
|
c5.63 | Γραῶν ὕθλοι.
|
c5.64 | Γρῦ τὸ Δίωνος.
|
c5.65 | Γραῦς ἀνακορτήσασα πολὺν κονιορτὸν ἐγείρει.
|
c5.66 | Γραῦς ἀναθυᾶι.
Τὸ γʹ μετὰ τοῦ υʹ
|
c5.67 | Γυμνότερος Ἰαλέμου.
|
c5.67a | Γυμνότερος λεβηρίδος.
|
c5.68 | Γυμνοποδίαις χαίρει.
|
c5.69 | Γυμνῆι τῆι κεφαλῆι.
|
c5.70 | Γύγαθρον φυσᾶις.
|
c5.70a | Γύης οὐκ ἔνεστι ἐν τοῦτωι.
|
c5.71 | Γύγου δακτύλιος.
|
c5.72 | Γυμνὸς ὡς ἐκ μήτρας.
|
c5.73 | Γυμνότερος παττάλου.
|
c5.74 | Γυπὸς σκιά.
|
c5.75 | Γυναικὸς φρένας.
|
c5.76 | Γυνὴ στρατηγεῖ.
Γυνὴ στρατεύεται.
|
c5.77 | Γυναικὶ μὴ πίστευε, μηδ᾽ ὅταν θάνηι.
|
c5.77a | Γυναικὸς ἐσθλῆς ἐπιτυχεῖν οὐ ῥάιδιον.
|
c5.77b | Γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν.
|
c5.78 | Γυναικῶν ὄλεθροι.
|
c5.78a | Γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
|
c5.78f | Γυνὴ πολλὰ ἀνδρὸς ὀξυτέρη πρὸς κακοφραδμοσύνην.
|
c5.78g | Γυναικὶ δ᾽ ὄλβος, ἂν πόσιν στέργοντ᾽ ἔχει.
|
c5.78k | Γυναικὸς ὄμμα τοῖς ἀκμάζουσιν βέλος.
Τὸ γʹ μετὰ τοῦ ωʹ
|
c5.79 | Γωνίας ἄξιος ἀνήρ.
|