|
Τὸ εʹ μετὰ τοῦ αʹ
|
c6.44 | Ἑαυτὸν οὐ τρέφων, κύνας τρέφεις.
Τὸ εʹ μετὰ τοῦ γʹ
|
c6.45 | Ἐγένετο καὶ Μάνδρωνι συκήνη ναῦς.
|
c6.45a | Ἐγκαθεζόμενοι τρίποδι Μουσῶν.
|
c6.46 | Ἐγγαστρίμυθος καὶ Πύθων σὺ τυγχάνεις.
|
c6.47 | Ἐγὼ δὲ καὶ σὺ ταυτὸν ἕλκομεν ζυγόν.
|
c6.48 | Ἐγγύην φεύγειν δέ, Θαλῆς Μιλήσιος ηὔδα.
Τὸ εʹ μετὰ τοῦ δʹ
|
c6.49 | Ἐδίδαξά σε κυβισᾶιν καὶ σὺ βυθίσαι με ζητεῖς.
Τὸ εʹ μετὰ τοῦ ιʹ
|
c6.50 | Ἐὶ καὶ λύκου ἐμνήσθης.
|
c6.51 | Εἰ μὴ δύναιο βοῦν, ἔλαυνε ὄνον.
|
c6.52 | Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα.
|
c6.53 | Εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς.
|
c6.54 | Εἰς τὴν λῆψιν τῶν ἀγγέλων καὶ ὁ Μάρδαρις ἄγγελος.
|
c6.55 | Εἷς ἀνὴρ οὐ πάνθ᾽ ὁρᾶι.
|
c6.56 | Εἰς ὕδωρ γράφεις τὸν ἔρωτα.
|
c6.57 | Εἰς οὐρανὸν πτύεις.
|
c6.58 | Εἰ μὲν θεὸς ἐστίν, οὐ φοβούμενα· οὐδὲν γὰρ ἀδικοῦμεν· εἰ δ᾽ ἄνθρωπος, οὐχ ἡμῶν γε κρείσσων.
|
c6.59 | Εἱλώτων ἀτιμότερος.
|
c6.59b | Εἰρήνη γεωργὸν κἂν πέτραις τρέφει καλῶς· πόλεμος δὲ κἂν πεδίωι κακῶς ἔφυ.
|
c6.59c | Εἰρήνη ἀργίαν οὐ τρέφει.
|
c6.60 | Εἰς ἀρχαίας φάτνας.
|
c6.61 | Εἰ μετρήσεις τὴν σαυτοῦ σκιάν, οὐκ ἂν εὕροις αὐτὴν μείζονα γεγενημένην ἢ πρὶν νικᾶν.
|
c6.62 | Εἰς θεῶν ὦτα ἦλθεν.
|
c6.63 | Εἷς θεὸς καὶ πολλοὶ φίλοι.
|
c6.64 | Εἰς κόλπον πτύω.
|
c6.65 | Εἰς κόρακας.
Εἰς σκότος.
Εἰς ὄλεθρον.
Εἰς ἀνηλίους πύλας.
|
c6.66 | Εἰς Κυνόσαργες.
|
c6.67 | Εἶτ᾽ ἂν τί λέγεις ῥήτωρ ὢν φιλοσόφωι;
|
c6.68 | Εἰς λατομίας.
|
c6.69 | Εἰς Μασσαλίαν πλεύσειας.
|
c6.70 | Εἰς μελίττας ἐκώμασας.
|
c6.70d | Εἰς λιμένα.
|
c6.70f | Εἰς πάγας λύκος.
Εἰς ἠκονισμένας μαχαίρας αἴξ.
|
c6.71 | Εἰς οὐρανὸν τοξεύεις.
|
c6.72 | Εἰς πῦρ ξαίνειν.
|
c6.73 | Εἰς τέφραν γράφειν.
|
c6.74 | Εἰς τὸ δέον ἀπώλεσα.
|
c6.75 | Εἰς Ἄρειον πάγον ἐκρίθη.
|
c6.76 | Εἰ τυρὸν εἶχον, οὐκ ἂν ἐδεόμην ὄψου.
|
c6.77 | Κἂν σὺ μὴ λέγηις, ἀπὸ τοῦ δέρματος φαίνηι.
|
c6.78 | Εἰ μὴ πατὴρ ἦσθα.
|
c6.79 | Εἰς τετρημένον πίθον ἀντλεῖς.
|
c6.79a | Εἰς τὴν ἀμίδα ἀπουρεῖν.
|
c6.80 | Εἰς ὕδωρ γράφειν.
|
c6.81 | Εἰς Σκῶλον μήτ᾽ αὐτὸς ἰέναι, μήτ᾽ ἄλλο ἕπεσθαι.
|
c6.82 | Εἰς Τροφωνίου μεμάντευται.
|
c6.83 | Εἰς πάγας ὁ λύκος.
|
c6.84 | Εἰς κυνὸς πυγὴν ὁρᾶι καὶ τριῶν ἀλωπέκων.
|
c6.84a | Εἰς θέρους ὥραις ἠύλεις, χειμῶνος ὥρχου.
|
c6.85 | Εἰς Τροιζῆνα βαδίζεις.
|
c6.86 | Εἴληφεν ἡ παγὶς τὸν μῦν.
Τὸ εʹ μετὰ τοῦ κʹ
|
c6.87 | Ἐκδεδαρμένον δέρεις.
|
c6.88 | Ἐκ δυοῖν τρία βλέπεις.
|
c6.88a | Ἐκ κάρτα βαιῶν, γνωτὸς ἂν γένοιτ᾽ ἀνήρ.
|
c6.89 | Ἐκ τοῦ εἰσορᾶν γίνεται ἀνθρώπσις ἐρᾶν.
|
c6.90 | Ἐκ γεύματος γινώσκω.
|
c6.91 | Ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα δείκνυται.
|
c6.92 | Ἐκ τῶν αὐτῶν τραγωιδία γίνεται καὶ κωμωιδία γραμμάτων.
|
c6.93 | Ἐκ τῶν ὀνύχων τὸν λέοντα.
|
c6.93d | Ἐκ τετρημένης κύλικος πίνεις.
|
c6.94 | Ἐκκεκόφθ᾽ ἡ μουσική.
|
c6.95 | Ἐκ παντὸς ξύλου, εἰπὲ τὸ πλῆρες.
|
c6.95a | Ἐκτὸς πηλοῦ πόδας ἔχεις.
|
c6.96 | Ἐκπερδικῆσαι.
|
c6.97 | Ἐκ τῶν γειτόνων ἔχουσι τὸ παράδειγμα.
|
c6.98 | Ἕκαστος αὑτοῦ τὸ βδέμα μήλου γλύκιον ἡγεῖται.
|
c6.99 | Ἐκ λύκου στόματος.
|
c6.100 | Ἐκ τριχὸς κρέμαται.
Τὸ εʹ μετὰ τοῦ λʹ
|
c7.1 | Ἐλεύθεραι αἶγες ἀρότρων.
|
c7.2 | Ἐλευθεριώτερος Σπάρτης.
|
c7.3 | Ἕλκος ἔχω τὸν ἔρωτα.
|
c7.4 | Ἐλέφαντος οὐδὲν διαφέρεις.
|
c7.5 | Ἐλέφαντα ἐκ μυίας ποιεῖς.
|
c7.5a | Ἔλθοι ξένος ὅστις ὀνήσει.
|
c7.6 | Ἕλκων ἐφ᾽ ἑαυτὸν ὥσπερ ὁ καικίας νέφος.
|
c7.7 | Ἔλαχες τὸ μʹ.
|
c7.8 | Ἐλέφας μῦν οὐκ ἀλεγίζει.
|
c7.9 | Ἕλκος γὰρ πέλει τῆς ἀληθείας φθόνος.
Τὸ εʹ μετὰ τοῦ μʹ
|
c7.10 | Ἔμβαρος εἰμί.
|
c7.11 | Ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται· βλάψαι δὲ οὐ δύνανται.
|
c7.12 | Ἐμποδών ἐστι τὸ πρᾶγμα.
|
c7.13 | Ἐμπεδοκλέους ἔχθρα.
|
c7.14 | Ἐμὲ μὲν, ἂν μανῶσι, σὲ δὲ ἂν σωφρονῶσι.
|
c7.15 | Ἕμπροσθεν κρημνὸς, ὄπισθεν λύκοι.
Τὸ εʹ μετὰ τοῦ νʹ
|
c7.16 | Ἐν δὲ διχοστασίηι καὶ Ἀνδροκλέης πολεμαρχεῖ.
|
c7.17 | Ἐν Πυθίου χέσαι.
|
c7.18 | Ἔνεστι κἀν μύρμηκι χολή.
|
c7.19 | Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις.
|
c7.20 | Ἑνὸς χανόντος μετέσχηκεν ἅτερος.
|
c7.21 | Ἑνὸς φιλίη ξυνετοῦ κρέσσων ἀσυνέτων πάντων.
|
c7.22 | Ἔνθ᾽ οὔτε μίμνειν ἄνεμους, οὔτ᾽ ἐκπλεῖν ἐᾶι.
|
c7.23 | Ἐν τοῖς τόποις τυφλῶν Λάμων βασιλεύει.
|
c7.24 | Ἐν πίσσηι τήρησον τὴν καρδίαν.
|
c7.24a | Ἐν ὁδῶι μὴ σχίζε ξύλα.
|
c7.25 | Ἐν Καρὶ τὸν κίνδυνον.
|
c7.26 | Ἐν μύρτου κλωνὶ τὸ ξίφος κρατήσω.
|
c7.27 | Ἐν γῆι πένεσθαι μᾶλλον, ἢ πλουτοῦντα πλεῖν.
|
c7.28 | Ἐντὶ καὶ ἄλλοι πονηροί.
|
c7.29 | Ἐν παισὶ μὲν γέρων, ἐν δὲ γέρουσι παῖς.
|
c7.30 | Ἐν Σπάρτηι μόνηι λυσιτελεῖ γηράσκειν.
|
c7.31 | Ἐν Σάμωι κομήτης.
|
c7.32 | Ἐν πίθωι τὴν κεραμίαν μανθάνειν.
|
c7.33 | Ἐν τῶι μέρει τις καὶ τὸ πῦρ σκαλευσάτω.
|
c7.34 | Ἐν Παλλαδίωι ἐκρίθη.
|
c7.35 | Ἐν τοῖς ἀγῶσι τοὺς προεξανισταμένους ῥαπίζονται, ἀλλὰ καὶ τοὺς ἀπολειφθέντας οὐ στεφανοῦσιν.
|
c7.36 | Ἐν τριόδωι εἰμί.
|
c7.37 | Ἐν οἴνωι ἀλήθεια.
|
c7.38 | Ἐν ψύλλας δήξει θεὸν ἐπικαλεῖται.
|
c7.39 | Ἐν Καρὶ τὸν κίνδυνον.
|
c7.39a | Ἐν τι χερσὶ τέλος πολέμου, ἐπέων δ᾽ ἐνὶ βουλῆι.
|
c7.39b | Ἐν γὰρ ἀμηχανίηι καὶ καρκίνος ἔμμορε τιμῆς.
|
c7.39d | Ἐν ἀχύροις πῦρ ἐγχεῖ.
|
c7.40 | Ἐν φρέατι κυνομαχεῖν.
|
c7.41 | Ἔνθα περιττὴ τροφή, πολλοὶ μύες καὶ γαλαῖ.
|
c7.42 | Ἐνδυμίωνος ὕπνον καθεύδεις.
|
c7.43 | Ἐν πυρὶ βέβηκας.
|
c7.44 | Ἐν ἅλωι δρασκάζεις.
|
c7.45 | Ἐν μέλιτι σαυτὸν καταπάττεις.
|
c7.46 | Ἐν σκότει ὀρχεῖσθαι.
|
c7.47 | Ἐν νυκτὶ βουλή.
|
c7.47a | Ἐν νυκτὶ λαμπρὸς, ἐν φάει δ᾽ ἀνωφελής.
|
c7.48 | Ἐνδύεται τὴν λεοντῆν.
Τὸ εʹ μετὰ τοῦ ξʹ
|
c7.49 | Ἐξ ἑνὸς πάνθ᾽ ὁρᾶιν.
|
c7.50 | Ἐξ ἄμμου σχοινίον πλέκεις.
|
c7.51 | Ἐξ ἴσου δίδου πᾶσιν.
|
c7.51 | Ἐξ ἁπαλῶν ὂνύχων.
|
c7.51b | Ἐξ ἡμῶν τέτμηται ὁ ἱμάς.
|
c7.52 | Ἐξ Ἐτεοβουταδῶν ἕλκει τὸ γένος.
|
c7.53 | Ἐξὸν φυγεῖν μὴ ζήτει δίκην.
|
c7.54 | Ἔξω βελῶν καθῆσθαι.
|
c7.54a | Ἔξελε τὴν κόρυζαν τῆς ῥινός.
|
c7.55 | Ἐξηκεστίδης ἐγένου.
|
c7.56 | Ἐξ οὐρίας πλεῖ τις.
Ἐξ οὐρίας τῶι δεῖνι τὰ πράγματα φέρεται.
|
c7.57 | Ἐξ ὀνύχων λέοντα ἔνεστι μαθεῖν, καὶ ἐκ μικρᾶς γεύσεως πηγήν.
|
c7.58 | Ἔξω γλαῦκε.
Τὸ εʹ μετὰ τοῦ οʹ
|
c7.59 | Ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν.
Τὸ εʹ μετὰ τοῦ πʹ
|
c7.60 | Ἐπειδὴ τὸν Ταντάλου λίθον τῆς κεφαλῆς ἀπετιναξάμεθα.
|
c7.61 | Ἐπὶ δυοῖν ὁρμεῖ.
|
c7.62 | Ἐπακτὸς ὅρκος.
|
c7.63 | Ἐπ᾽ ἄκραι γλώττηι τὸ φιλεῖν ἔχεις.
|
c7.64 | Ἐπὶ κεφαλὴν ὠσθέντα.
|
c7.64b | Ἐπὶ θύραις τὴν ὑδρίαν.
|
c7.65 | Ἐπαύλια δῶρα φέρειν ἥκεις.
|
c7.66 | Ἐπιφυλλίδες ταῦτ᾽ ἐστι καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης.
|
c7.67 | Ἐπὶ τοῖς ὅπλοις ἀκκίζεται.
|
c7.68 | Ἐπὶ πόδα ἀναχωρεῖ.
|
c7.69 | Ἐπειοῦ δειλότερος.
|
c7.70 | Ἐπὶ λειψυδρίωι μάχηι.
|
c7.71 | Ἐπὶ πυγὴν τρέχει.
|
c7.72 | Ἐπὶ καλάμης ἀροῖ.
|
c7.72a | Ἐπ᾽ ἀμφότερα καθεύδεις τὰ ὦτα.
|
c7.73 | Ἐπιμενίδειον δέρμα.
|
c7.74 | Ἔποπος Ἰνδου στοργή.
|
c7.75 | Ἐπὶ βύρσης ἐκάθητο.
|
c7.76 | Ἔπηλυς τὸν ἔνοικον.
|
c7.77 | Ἐπὶ ὅλμου ἐκοιμήσω.
|
c7.78 | Ἐπὶ τὰ μανδραβόλου χωρεῖ τὸ πρᾶγμα.
|
c7.79 | Ἐπ᾽ ὄνου πόκας.
|
c7.80 | Ἐπιχώριοι οὖρον ἴσασι.
|
c7.81 | Ἐπὶ σαυτῶι τὴν σελήνην καθέλκεις.
|
c7.82 | Ἐπινοίαις θηρᾶται τἀθήρατα.
|
c7.83 | Ἐπίσταμαί τε καὶ πεπείραμαι λίαν,
ὡς τῶν ἐχόντων πάντες ἄνθρωποι φίλοι.
|
c7.84 | Ἐπὶ σπείραι σχοινίον.
Τὸ εʹ μετὰ τοῦ ρʹ
|
c7.85 | Ἔρρει τὰ καλά.
|
c7.86 | Ἔρως θάλλει μὲν εὐπορῶν, ἀποθνήσκει δ᾽ ἀπορῶν.
|
c7.87 | Ἐρήμη δίκη.
|
c7.88 | Ἑρμώνιος χάρις.
|
c7.88a | Ἔρχομαι κύων ὄπισθεν ἅρματα λελυμένος.
|
c7.89 | Ἐρετριέων ῥῶ.
|
c7.90 | Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ γερόντων.
|
c7.91 | Ἐρήμην ἁλῶναι.
|
c7.92 | Ἔρημον ἐμβλέπειν.
|
c7.93 | Ἑρμῆς ἀμύητος.
|
c7.94 | Ἕρμαιον κοινόν.
Ἑρμῆς κοινός.
|
c7.94a | Ἔρις ἔριν τίκτουσα προσμνᾶται λόγον.
|
c7.95 | Ἐργίνου πολιαὶ.
Τὸ εʹ μετὰ τοῦ σʹ
|
c7.96 | Ἐς κόρακας.
|
c7.97 | Ἔστι καὶ σιγῆς ἀκίνδυνον γέρας.
|
c7.98 | Ἐσκιμαλίχθαι σε χρή.
|
c7.98a | Ἔσο καὶ λέων ὅπη χρή, καὶ πίθηκος ἐν μέρει.
|
c7.99 | Ἔσχατα ἐσχάτων κακὰ διαπέπρακται.
|
c7.100 | Ἑστίαι θύειν.
|
c8.1 | Ἔσχατος Μυσῶν πλεῖν.
|
c8.2 | Ἔστω ταμίας· τὰ δ᾽ ἄλλ᾽ εἰ βούλει κύων.
Τὸ εʹ μετὰ τοῦ τʹ
|
c8.3 | Ἑτερόγναθος εἶ.
|
c8.4 | Ἑτερομόλιος δίκη.
|
c8.5 | Ἔτρεχέ τις μὴ βρεχθείηι, καὶ εἰς βόθρον ἀπεπνίγη.
Τὸ εʹ μετὰ τοῦ υʹ
|
c8.6 | Εὐγενέστερος Κόδρου.
|
c8.7 | Εὐτυχία πολύφιλος.
|
c8.8 | Εὐμεταβολώτερος κοθόρνου.
|
c8.9 | Εὕδοντι κύρτος.
|
c8.10 | Εὐήθει δάκτυλον μὴ δείξηις, ἵνα μὴ καὶ τὴν παλάμην σου καταπίηι.
|
c8.11 | Εὔχου τῶι πλησίον ἔχειν, ἐπὶ πλέον δὲ τῆι χύτραι.
|
c8.12 | Εὐρύβατος.
|
c8.13 | Εὕρηκα ὃ οὐκ ἐζήτουν.
|
c8.14 | Εὐρυκλῆς πᾶς ἐγγαστρίμυθος.
|
c8.15 | Εὐγενὴς ἐκ βαλαντίου.
Τὸ εʹ μετὰ τοῦ φʹ
|
c8.16 | Ἔφυγον κακὸν, εὗρον ἄμεινον.
|
c8.17 | Ἐφέσια γράμματα.
|
c8.17a | Ἐφόδιον τῆς ἀσιτίας τὴν ἀπεψίας ἔχουσι.
|
c8.18 | Ἐφ᾽ ὕδωρ.
|
c8.19 | Ἐφημέρου ζωή.
|
c8.19b | Ἐφ᾽ ἑαυτῆς τὰ κέρατα.
|
c8.20 | Ἐφ᾽ ἑνὶ παιδὶ σαλεύει.
Τὸ εʹ μετὰ τοῦ χʹ
|
c8.21 | Ἐχῖνος τὸν τόκον ἀναβάλλει.
|
c8.22 | Ἐχθρῶν ἄδωρα δῶρα, κοὐκ ὀνήσιμα.
|
c8.23 | Ἔχομεν σύμμαχον θεὸν Ἥφαιστον.
|
c8.24 | Ἔχομεν κύνα τῶι πτωχῶι βοηθοῦντα.
|
c8.25 | Ἔχει καὶ οἱ μυῖα σπλῆνα.
Ἔχει καὶ χολὴν ὁ μύρμηξ.
Τὸ εʹ μετὰ τοῦ ψʹ
|
c8.26 | Ἕψεσθαί σοι πείρα λίθον.
|