Anthologia Palatina
ca. 980
Ἀνθολογία Παλατινή
3. Τὰ ἐν Κυζίκωι ἐπιγράμματα
|
|
______________________________________________________________________
| |
10.Ἐν δὲ τῶι κατὰ δύσιν πλευρῶι ἐστὶν ἐν ἀρχῆι τοῦ ιʹ πίνακοςΕὔνοος γεγλυμμένος καὶ Θόας, οὓς ἐγέννησεν Ὑψιπύλη,ἀναγνωριζόμενοι τῆι μητρὶ καὶ τὴν χρυσῆν δεικνύντες ἄμπελον,ὅπερ ἦν αὐτοῖς τοῦ γένους σύμβολον, καὶ ῥυόμενοι αὐτὴν τῆςδιὰ τὸν Ἀρχεμόρου θάνατον παρ᾽ Εὐρυδίκηι τιμωρίας
Φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σουῥύσηι τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν·ἃ τὸν ἀπ᾽ Εὐρυδίκας ἔτλη χόλον, ἦμος ἀφαυρὸνὕδρος ὁ γᾶς γενέτας ὤλεσεν Ἀρχέμορον.στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος ἀφνεὸν οὖθαρ,γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην.
Ἀνώνυμος |