BIBLIOTHECA AUGUSTANA

 

Anthologia Palatina

ca. 980

 

Ἀνθολογία Παλατινή

 

3. Τὰ ἐν Κυζίκωι ἐπιγράμματα

 

______________________________________________________________________

 

 

 

6.

Ὁ σʹ ἔχει Πυθῶνα ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος

ἀναιρούμενον, καθότι τὴν Λητὼ πορευομένην εἰς Δελφοὺς

ἐπὶ τὸ κατασχεῖν μαντεῖον ἐπιφανεὶς διεκώλυσεν

 

Γηγενέα Πυθῶνα, μεμιγμένον ἑρπετὸν ὁλκοῖς,

ἐκνεύει Λατὼ πάγχυ μυσαττομένη·

σκυλᾶν γὰρ πινυτὰν ἐθέλει θεόν· ἀλλά γε τόξωι

θῆρα καθαιμάσσει Φοῖβος ἀπὸ σκοπιῆς.

Δελφὸν δ᾽ οὖν θήσει τρίπον ἔνθεον· ἐκ δὲ δρακόντων

πικρότατος πνεύσει ῥοῖζον ὀδυρόμενος.

 

Ἀνώνυμος