Kassia
ca. 800 - post 840
Γνῶμαι
|
|
___________________________________________________________________________________
|
|
Μέτρον ᾿Ικασίας διὰ στίχων ἰάμβωνCod. Marc. gr. 408. Fol. 144v.
――――――
| |
144v | Μισῶ φονέα κρίνοντα τόν θυμώδη.
Μισῶ τὸν μοιχόν, ὅταν κρίνηι τὸν πόρνον.
Μισῶ κελεφὸν τὸν λεπρὸν ἐξωθοῦντα.
Μισῶ τόν μωρὸν φιλοσοφεῖν δοκοῦντα.
|
5 | Μισῶ δικαστὴν προσέχοντα προσώποις.
Μισῶ πλούσιον ὡς πτωχὸν θρηνωδοῦντα.
Μισῶ τὸν πτωχὸν καυχώμενον ἐν πλούτωι.
Μισῶ χρεώστην ἀμερίμνως ὑπνοῦντα.
Μισῶ κολοβὸν μακρὸν ἐξουθενοῦντα.
|
10 | Μισῶ τὸν μακρόν, ἂν πελωλὸς τυγχάνηι.
Μισῶ τόν ψεύστην σεμνυνόμενον λόγοις.
Μισῶ μέθυσον πίνοντα καὶ διψῶντα.
Μισῶ τὸν λίχνον ὡς ὀλιγοψιχοῦντα.
Μισῶ γέροντα παίζοντα μετὰ νέων.
|
15 | Μισῶ ῥάιθυμον καὶ τὸν ὑπνώδη μᾶλλον.
Μισώ τὸν ἀναίσχυντον ἐν παρρησίαι.
Μισῶ τὸν πολυλόγον ἐν ἀκαιρία.
Μισῶ σιωπήν, ὅτε καιρὸς τὸν λέγειν.
Μισῶ τὸν πᾶσι συμμορφούμενον τρόποις.
|
20 | Μισῶ τὸν δόξης χάριν ποιοῦντα πάντα.
Μισῶ τὸν λόγοις οὐκ ἀλείφοντα πάντας >.
Μισῶ μὴ ζητούμενον καὶ προσλαλοῦντα.
Μισῶ τὸν διδάσκοντα μηδὲν εἰδότα.
Μισῶ φίλεχθρον'· οὐ γὰρ φιλεῖ τὸ θεῖον.
|
25 | Μισῶ φειδωλὸν καὶ μάλιστα πλουτοῦντα.
Μισῶ τὸν ἀγνώμονα καθὼς Ἰούδαν.
Μισῶ τὸν μάτην συκοφαντοῦντα φίλους. |