Kassia
ca. 800 - post 840
Γνῶμαι
|
|
___________________________________________________________________________________
|
|
Γνῶμαι ΚασσίαςCod. Laur. 87, 16. Fol. 353. sqq.
――――――
| |
353 | Φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τίκτει.
Κρεῖσσον ἀληθῶς ἐπιφυλλὶς δικαίουἤπερ τρυγητὸς ἀσεβῶν παρανόμων.
Δεινὸν τὸν μωρὸν γνώσεως συμμετέχειν· |
5 | ἂν δὲ καὶ δόξης, δεινότατὸν εἰς ἅπαν·ἂν δὲ καὶ νέος καὶ μωρὸς καὶ δυνάστης,παπαῖ καὶ ἰού, φεῦ καὶ οὐαὶ καὶ πόποι.
Κρεῖσσον τῶι μωρῶι πάμπαν μὴ γεγεννῆσθαιἢ γεννηθέντα τῆι γῆι μὴ βηματίσαι, |
10 | ἀλλὰ συντόμως Ἅιδηι παραπεμψθῆναι.
Κρεῖσσον ἡττᾶσθαι τοῦ νικᾶν ἀπεικότως.
Κρεῖσσον ὀλίγον καλὸν ἐξ εὐνομίαςἢ τὸ πολλοστὸν ἀπὸ παρανομίας.
Κακοῖς συνεῖναι πάμπαν οὐκ ἐξισχύει |
15 | ὁ κεκτημένος μισοπόνηρον γνώμην.
Ἐνεργείαι μὲν τῶν πονηρῶν δαιμόνων,τῆι τοῦ θεοῦ δὲ πάντως παραχωρήσεικακοποιοῦσιν οἱ κακοὶ τοὺς βελτίουςπρὸς τὸ δειχθῆναι τούτους εὐριζοτέρους.
|
20 | Μωροῖς φρόνιμος συνδιάγειν οὐ σθένει·ἀτονήσει γὰρ τῆι τούτων ἀντιθέσει,ἢ πῶς τὴν τούτων θρασύτητα νικήσοι;Αἱρετώτερον φρονίμοις συμπτωχεύεινἤπερ συμπλουτεῖν μωροῖς καὶ ἀπαιδεύτοις. |
25 | καὶ μοὶ δοίη γε Χριστός συγκάκουχεῖσθαιφρονίμοις ἀνδράσι τε καὶ σοφωτάτοιςἤπερ συνευφραίνεσθαι μωροῖς ἀλόγοις.
Τῆς λ<αθροβού>λ<ου> κρείττῶν ἀγάπης μάχη·φυλάττεται γὰρ πᾶς τις ἐκ τῆς δευτέρας, |
30 | εἰς δὲ τὴν πρώτην πλανηθεὶς † * σι *.
|
353v | Πᾶν τὸ βιασθὲν τάχος ἐκκλίνει πάλιν,τὸ δ᾽ αὖ φυσικὸν καὶ μόνιμον ὑπάρχει.
Τῶν Ἀρμενίων τὸ δεινότατον γένοςὕπουλόν ἐστι καὶ φαυλῶδες εἰς ἄγαν, |
35 | μανιῶδες τε καὶ τρεπτὸν καὶ βασκαῖνον,πεφυσιωμένον πάμπλειστα καὶ δόλου πλῆρες·εἶπέ τις οοφὸς περὶ τούτων εἰκότως·Ἀρμένιοι φαῦλοι μέν, κἂν ἀδοξῶσι,φαυλότεροι δὲ γίνονται δοξασθέντες, |
40 | πλουτήσαντες δὲ φαυλότατοι καθόλου,ὑπερπλουτισθέντες <δὲ> καὶ τιμηθέντεςφαυλεπιφαυλότατοι δείκνυνται πᾶσι.
Γυνὴ μοχθηρὰ καὶ φίλεργος καὶ οώφρωντὴν δυστυχίαν νενίκηκε προδήλως· |
45 | γυνὴ δὲ νωθρὰ καὶ μίσεργος καὶ φαύλητὴν κακὴν ὄντως ἐπεσπάσατο μοῖραν.
Ῥανίδα τύχης εἰκότως αἱρετέονἢ κάλλος μορφῆς ἄγαν ἐξηιρημένον.
Χάριν κεκτῆσθαι κρεῖττον παρὰ κυρίου |
50 | ἤπερ ἀχαρίτωτον κάλλος καὶ πλοῦτον.
Κάλλος πέφυκεν εὔχροια πρὸ τῶν ὅλων,ἔπειτα μερῶν καὶ μελῶν συμμετρία.
Φῦλον γυναικῶν ὑπερισχύει πάντων·καὶ μάρτυς Ἔσδρας μετὰ τῆς ἀληθείας.
|
55 | Κακὸν ἡ γυνὴ κἂν ὡραία τῶι κάλλει·τὸ γὰρ κάλλος κέκτηται παραμυθίαν·εἰ δ᾽ αὖ δυσειδὴς καὶ κακότροπος εἴη,διπλοῦν τὸ κακὸν παραμυθίας ἄτερ.
Μέτριον κακὸν γυνὴ φαιδρὰ τῆι θέαι, |
60 | ὅμως παρηγόρημα τὸ κάλλος ἔχει·εἰ δ᾽ αὖ καὶ γυνὴ καὶ δύσμορφος ὑπάρχοι,φεῦ τῆς συμφορᾶς, φεῦ κακῆς εἱμαρμένης.
Ῥάιδιόν ἐστι τὸ κακὸν τοῦ βελτίου·τὸ γὰρ ἀγαθὸν ἔοικεν ἀναφόρωι, |
65 | τὸ δ᾽ αὖ πονηρὸν οἷον τῶι κατηφόρωι·καὶ πᾶς τις οἶδε, πόσον κατωφορίζεινεὐκοπώτερον ἤπερ ἀναφορίζειν.
Ποθεῖς ἐπαίνους· ἐπαινετέα πρᾶττε!
Ὁ πλοῦτὸν ἔχων καὶ μὴ διδοὺς ἐτέρωι, |
70 | ἐν οἷς εὐτυχεῖ, δυστυχεῖ δηλονότιεἰς ψυχικὸν φυλάττων ὄλεθρον τοῦτον,ὁ δ᾽ αὖ πενίαν εὐχαριστίαι φέρωνδυστυχῶν εὐτύχησεν εἰς τὸν αἰῶνα.
Τῆς αὐτῆς περὶ μοναχῶν.
Μοναχός ἐστιν ἐαuτὸν μόνον ἔχων.
|
75 | Μοναχός ἐστι μονολόγιστος βίος.
Μοναχὸς ἔχων βιωτικὰς φροντίδαςοὗτος πολλοστός, οὐ μοναχὸς κεκλήσθω.
Μοναχοῦ βίος κουφότερος ὀρνέου.
Μοναχοῦ βίος περιεργίας ἄνευ.
|
80 | Μοναχοῦ βίος εἰρηνικὸς διόλου.
Μοναχοῦ βίος ἀτάραχος καθάπαξ.
Μοναχοῦ βίος ἡσύχιος διόλου.
Μοναχός ἐστι πεπαιδευμένη γλῶττα.
Μοναχός ἐοτι μὴ πλανώμενον ὄμμα.
|
85 | Μοναχός ἐστι νοῦς κατεστηριγμένος.
Μοναχός ἐστιν ἀπαράνοικτος θύρα.
Μοναχός ἐστι στηριγμὸς ἀστηρίκτων.
Μοναχός ἐστι καθίστορον βιβλίονδεικνύον ὁμοῦ τοὺς τύπους καὶ διδάσκον.
|
90 | Βίος μοναστοῦ λύχνος φαίνων τοῖς πᾶσι.
Βίος <μονα>στοῦ ὁδηγὸς πλανωμένων.
Βίος μοναστοῦ φυγαδευτὴς δαιμόνων.
Βίος μοναστοῦ θερα<π>ευτὴς ἀγγέλων.
Βίος μοναστοῦ πρός δόξαν θεοῦ μόνου.
|
95 | Τάξις ἀρίστη τοῦ παντὸς ἀρχομένου<καὶ> τελειοῦντος πᾶν ἔργον τε καὶ ῥῆμαθεὸν ποιεῖσθαι τὴν ἀρχὴν καὶ τὸ τέλος. |