BIBLIOTHECA AUGUSTANA

 

Kassia

ca. 800 - post 840

 

Γνῶμαι

 

___________________________________________________________________________________

 

 

 

Γνῶμαι Κασίας

Cod. Brit. Mus. Addit 10072., Fol. 93 sqq.

 

――――――

 

Fol. 93

Δύο φιλούντῶν τὴν ἐν Χριστῶι φιλίαν

ἰσασμός οὐκ ἔνεστιν, ἀλλ᾽ ἔρις μᾶλλον.

 

Φίλωι φιλοῦντι χαρίζου τὸ φιλεῖσθαι,

τῶι δ᾽ ἀγνώμονι εἰς κενὸν τὸ φιλεῖσθαι.

 

5

Μέγα τὸ μικρόν, ἂν ὁ φίλος εὐγνώμων·

τῶι δ᾽ ἀχαρίστωι σμικρότατὸν τὸ μέγα.

 

Εἰ θέλεις πάντως καὶ φιλεῖν καὶ φιλεῖσθαι,

τῶν ψιθυριστῶν καὶ φθονερῶν ἀπέχου.

 

Φίλος ἐν λύπαις συνὼν τοῖς φιλεστάτοις

10

ὕφεσιν εὗρε τῶν σφοδρῶν ἀλγηδόνων.

 

Φρόνιμον φίλον ὡς χρυσὸν κόλπωι βάλλε,

τὸν δ᾽ αὖ γε μωρὸν φεῦγε καθάπερ ὄφιν.

 

Φίλον φιλητὸς φιλοῦντα συναντήσας

γέγηθε λαμπρῶς ὥσπερ ὄγκον εὑρὼν χρυσίου.

 

15

Φίλος δ᾽ ὑψωθεὶς συνυψώσει τοὺς φίλους.

 

Κρεῖσσον δὲ πάντως καὶ χρυσοῦ καὶ μαργάρων

ἑσμὸς φιλούντων πρὸς φιλοῦντας γνησίως.

 

Φραγμὸς πέφυκεν ἡ τῶν φίλων ἀγάπη.

 

Πλοῦτος δ᾽ ἄχρηστος, ἐὰν μὴ φίλον ἔχηι.

 

20

Φίλος τὸν φίλον καὶ χώρα χώραν σώιζει.

 

Φίλων φιλούντων ἐν λύπαις ὁμιλίαι

ἡδύτεραι μέλιτος παντὸς καὶ ὄψου.

 

Φίλον γνήσιον δ᾽ ἡ περίστασις δείξει·

οὐ γὰρ ἀποστήσεται τοῦ φιλονμένου.

 

25

Φίλος λεγέσθω ὁ φιλῶν ἄνευ δόλου,

ὁ δ᾽ αὖ σὺν δόλωι οὐ φίλος, ἀλλ᾽ ἐχθρός σοι.

 

Πάντας δ᾽ ἀγάπα· μὴ θάρρει δὲ τοῖς πᾶσιν.

 

Γάλα καὶ μέλι συγγενῶν ὁμιλίαι.

 

Σύνεσις παίδων γερόντων ὁμιλίαι.

 

30

Ἀσκανδάλιστος βίος ἦ πλοῦτος μέγας.

 

Ὥσπερ σκοτεινὸς οἶκος οὐκ ἔχει τέρψιν,

οὕτως πέφυκεν ὁ πλοῦτος ἄνευ φίλων.

 

[Στοργὴ κολάκων ὡς γραπτὴ πανοπλία·

πλανῶσιν [γὰρ] ὑμᾶς ἡδοναῖς ἐπαινέται.]

 

35

Ὥσπερ ἔχιδνα ῥήσσει τὴν τετοκυῖαν,

οὕτως ὁ φθόνος τὸν φθονοῦντα ῥηγνὑει.

 

Ἀρχὴ τοῦ φθόνου τῶν καλῶν εὐτυχία·

μηδὲν κερδαίνων ὁ φθόνος <ἀποκάμνει>.

 

Ἀνδρὸς φθονεροῦ μέμηνεν ἡ καρδία.

 

40

Ἔξελε πᾶς τις τοῦ φθόνου τὸ στοιχεῖον·

[τὸν] θάνατόν φημι· καὶ φέρει τοῦτον φθόνος·

πολλοῖς γὰρ συμβέβηκεν ἐκ φθόνου φόνος.

 

Φθόνε κάκιστε, τίς ὁ τεκών σε, φράσον,

καὶ τίς ὁ πατάσσων σε καὶ διαρρήσσων;

45

Ἐμὲ τέτοκε πάντως κενοδοξία,

πατάσσει δέ με φιλαδελφία δῆλον,

διχάζει δέ με θεοῦ φόβος εἰς τέλος

καὶ διαρρήσσει ταπείνωσις εἰς ἅπαν.

 

Φθονεῖν μὴ δῶς μοι, Χριστέ, μέχρι θανάτου,

50

τὸ δὲ φθονεῖσθαι δός μοι· ποθῶ γὰρ τοῦτο,

τὸ δὲ φθονεῖσθαι πάντως ἐν ἔργοις θείοις.

 

θυμὸς πέφυκε τῶν κακίστων τὸ πέρας·

θυμὸς οὐ τιμᾶι φιλίαν, οὐκ αἰδεῖται.

 

Πᾶς μνησίκακος καὶ φθονερὸς προδήλως·

55

γεννήτρια γὰρ μνησικακία φθόνου.

 

Fol. 93v

Πλουτῶν πλήθυνον τοὺς φίλους ἐκ τοῦ πλούτου,

ἵνα σου πτωχεύσαντος μὴ ἐκσπασθῶσιν.

 

Πλοῦτος ἐπικάλυμμα κακῶν μεγίστων,

ἡ δὲ πτωχεία πᾶσαν γυμνοῖ κακίαν.

 

60

Κρεῖσσον πτωχεύειν ἢ πλουτεῖν ἐξ ἀδίκων.

 

Πλοῦτον μὴ ζήτει, μηδ᾽ αὖ πάλιν πενίαν·

ὁ μὲν γὰρ τὸν νοῦν φυσιοῖ καὶ τὴν γνῶσιν,

ἡ δὲ τὴν λύπην ἀκατάπαυστον ἔχει.

 

Εὐημερῶν δ᾽ ἐκδέχου καὶ δυστυχίαν·

65

εἰς δυστυχίαν δ᾽ ἐμπεσὼν γενναίως φέρε.

 

Μόνος μονωθεὶς ὁ τὰς ὀδύνας ἔχων

διπλῆν ἔχει σκότωσιν καὶ ῥαιθυμίαν.

 

Μέγα φάρμακον τοῖς πενθοῦσιν ὑπάρχει

τῶν συναλγούντων τὸ δάκρυον καὶ ῥῆμα.

 

70

Βάσανον ἔχει τὴν ζωὴν ὁ ἐν λύπαις.

 

Εἰ τὸ φέρον σε φέρει, φέρου καὶ φέρε·

εἰ δὲ τὸ φέρον σε φέρει καὶ σὺ οὐ φέρεις,

σαυτὸν κακώσεις καὶ τὸ φέρον σε φέρει.

 

Πρὸς κέντρα μὴ λάκτιζε γυμνοῖς ποσί σου·

75

ἐπεὶ τὰ κέντρα μηδαμῶς καταβλάψας

σαυτὸν τρώσειας καὶ πόνον ὑποστήσηι.

 

Κρεῖσσον μόνωσις τῆς κακῆς συνουσίας.

 

Κρεῖσσον καὶ νόσος τῆς κακῆς εὐεξίας.

Κρεῖσσον ἀσθενεῖν ἡ κακῶς ὑγιαίνειν.

 

80

Κρεῖσσον σιωπᾶν ἢ λαλεῖν ἃ μὴ θέμις,

ἐκ σιωπῆς γὰρ οὐ κίνδυνος, οὐ μῶμος,

οὐ μετάμελος, οὐκ ἔγκλησις, οὐχ ὅρκος.

 

Μέγα τὸ κέρδος τῆς καλῆς συμμετρίας.

 

Εἰ μισεῖς τὸ ψέγεσθαι, τινὰ μὴ ψέξηις.

 

85

Μισῶ φονέα κρίνοντα τὸν θυμώδη. (= Marc. 1)

 

Μισῶ τὸν μοιχόν, ὅταν κρίνηι τὸν πόρνον. (= Marc. 2)

 

Μισῶ τὸν μωρὸν φιλοσοφεῖν δοκοῦντα. (= Marc. 4)

 

Μισῶ χρεώστην ἀμερίμνως ὑπνοῦντα. (= Marc. 8)

 

Μισῶ κολοβὸν μακρὸν ἐξουθενοῦντα. (= Marc. 9)

 

90

Μισῶ σιωπήν, ὅτε καιρὸς τοῦ λέγειν. (= Marc. 18)

 

Μισῶ μὴ ζητούμενον καὶ προσμολοῦντα. (= Marc. 22)

 

Μισῶ τὸν διδάσκοντα μηδέν εἰδότα. (= Marc. 23)

 

Ἀνὴρ φαλακρὸς καὶ κωφὸς καὶ μονόχειρ,

μογγίλαλός τε καὶ κολοβὸς καὶ μέλας,

95

λοξὸς τοῖς ποσὶ καὶ τοῖς ὄμμασιν ἅμα

ὑβρισθεὶς παρά τινος μοιχοῦ καὶ πόρνου,

μεθυστοῦ, κλέπτου καὶ ψεύστου καὶ φονέως

περὶ τῶν αὐτῶι συμβεβηκότων ἔφη·

Ἐγὼ μὲν οὐκ αἴτιος τῶν συμβαμάτων·

100

οὐ γὰρ θέλων πέφνυκα τοιοῦτος ὅλως·

σὺ δὲ τῶν σαυτοῦ παραίτιος πταισμάτῶν

ἅπερ γὰρ οὐκ ἔλαβες παρὰ τὸν πλάστου,

ταῦτα καὶ ποιεῖς καὶ φέρεις καὶ βαστάζεις.

 

Ἀνὴρ ἀληθὴς ἐκφεύγει πάντως ὅρκον.

 

105

Ἀνδρὸς ἀληθοῦς ὁ λόγος ὥσπερ ὅρκος·

ἄνδρὸς δὲ φαύλου καὶ τὸ ψεῦδος μεθ᾽ ὅρκου.

 

Πᾶς πολύορκος εἰς ψευδορκίαν πίπτει.

 

Fol. 94

Κακὸν ὀμόσαι, χεῖρον | ἐπιορκῆσαι.

 

Χρὴ παντάπασι φυλάττεσθαι τὸν ὅρκον.

 

110

Πᾶς φιλόνεικος πληθύνει καὶ τοὺς ὅρκους·

πᾶς φιλόνεικος καὶ θυμὸν συνεισφέρει.

 

Ἐν δ᾽ ἀμφιβόλοις νεύει πᾶς τις ἐχέφρων.

[καὶ φεύγει πάμπαν τοὺς ἐχθραίνοντας μάτονς.]

 

Φειδωλὸς ἰδὼν τὸν φίλον ἀπεκρύβη

115

καὶ τοὺς οἰκέτας τὸ ψεύδεσθαι διδάσκει.

 

Φεύγει φειδωλὸς συμπόσια τῶν φίλων.

 

Φειδωλὸς ἅπας φίλους πτωχοὺς βαρεῖται.

 

Ἀνὴρ στοχαστὴς μάντις ἄριστός ἐστιν·

τεκμαίρεται κινδύνους ἐκ τῶν πραγμάτων.

 

120

[Εὑρὼν δυστυχὴς χρυσίον εἷλε τοῦτο

καὶ γέγονε κίνδυνος ἐκ τούτου τούτωι·

ὁ δ᾽ εὐτυχής, κἂν ὄφιν εὕρηι ζῶντα,

εἰς ὄφελος γίνεται τούτωι καὶ κέρδος.]

 

Σπάνιόν ἐστι τοῦ ἀγαθοῦ ἡ κτήσις,

125

τοῦ δ᾽ αὖ γε κακοῦ λίαν εὐχερέστατη.

 

Δυστυχὴς ἅπας ἐν πᾶσι κονδυλίζει,

τῶι δ᾽ εὐτυχεῖ πέφυκεν εὐθὺ τὰ πάντα.

 

Οὐκ ἔστι μωρῶι φάρμακον τὸ καθόλου

ουδὲ <καὶ> βοήθεια πλὴν τοῦ θανάτου.

130

μωρὸς τιμηθεὶς κατεπαίρεται πάντων,

ἐπαινεθεὶς δὲ θρασύνεται <καὶ> πλέον.

ὡς γὰρ ἄπορον κάμψαι κίονα μέγαν,

οὕτως οὐδ᾽ ἄνθρωπον μωρὸν μεταποιεῖς.

 

Αἱρετώτερον φρονίμοις συνδιάγειν (= Laur. 23)

135

ἤπερ πλουσίοις μωροῖς καὶ ἀπαιδεύτοις. (= Laur. 24)

 

Γνῶσις ἐν μωρῶι πάλιν ἄλλη μωρία·

γνῶσις ἐν μωρῶι κώδων ἐν ῥινὶ χοίρου.

 

Δεινὸν τὸν μωρὸν γνώσεὡς τι μετέχειν· (= Laur. 4—7)

ἢν <δὲ> καὶ δόξης, δεινότατον εἰς ἅπαν·

140

ἢν δὲ καὶ νέος ὁ μωρὸς καὶ δυνάστης,

παπαῖ καὶ ἰώ, φεῦ καὶ οὐαὶ καὶ πόποι.

 

Οἴμοι, κύριε, μωροῦ σοφιζομένου·

ποῦ τις τράποιτο; ποῦ βλέψοι; πῶς ὑποίσοι;

 

Μωρὸς πάντως πέφυκε περισσοπράκτωρ·

145

μωρὸς βαλὼν πέδιλα πανταχοῦ τρέχει.

 

Κρεῖσσόν σοι, μωρέ, πάμπαν μὴ γεννηθῆναι (= Laur. 8—9)

ἢ γεννηθέντα τῆι γῆι μὴ βηματίσαι.

 

Περιστάσεσιν ἐμπίπτων μὴ ἐκλύου·

πάντως γὰρ οὐδὲν θεοῦ πάθοιμεν δίχα.

 

150

Ὑβριζόμενος καὶ τὰ ἶσα μὴ λέγων

σοφὸς δειχθήσηι καὶ φρόνιμος εἰς ἄγαν.

 

Ἀνὴρ φρόνιμος ἐπικρατὴς ἀφρόνων,

αὐτοκράτωρ δὲ τῶν παθῶν ὁ τοιοῦτος.

 

Ἀνὴρ ὑψαύχην μισητὸς τοῖς ὁρῶσιν,

155

ἐπέραστος δὲ τοῖς πᾶσι ταπεινόφρων.

 

Ἀπαιδευσίας μήτηρ ἡ παρρησία·

παρρησία λέγεται παρὰ τὸ ἶσον·

πέρα γάρ ἐστι τοῦ ἴσου καὶ τοῦ μέτρου.

 

Ἤνεγκέ μοί τι κέρδος ἡ δυσπραξία,

160

ὥσπερ τὸν χρυσὸν ἐν πυρὶ δοκιμάζεις.

 

 

Fol. 93r:

 

 

 

Fol.94r: