Kassia
ca. 800 - post 840
Ποιήματα
|
|
___________________________________________________________________________________
|
|
Κανὼν ἀναπαύσιμος εἰς κοίμησιν.Πλάγιος δ’.
――――――
| |
5 | πῶς ἐκ μὴ ὄντῶν ἅπαντατῆι βουλῆι καὶ τῶι λόγωιτῶι σῶι παρήγαγες, δεσποτα;ὅθἐν σε ἀπαύστως δοξάζωμεν.
Πέπονδἐν πρὶν ἐπιβουλὴν τὸ πλάσμα σου |
10 | ἐν τῆι Ἐδέμ, λυτρωτά,καὶ τὸ Εἰς γῆν αὖθιςἀπελεύσει ἤκουσενὡς ἐκ τῆς γῆς γενόμενον·οὐκ ἐνέγκας πλὴν τοῦτο |
15 | ὑπὸ τοῦ Ἅιδου κρατούμενονἦλθες, ὁ σωτήρ μου, καὶ ἔσωσας.
Ἐπὶ τῆς γῆς ὁ ἐν ὑψίστοις γέγοναςσαρκὸς θνητῆς μετασχών,ἵνα θνητοὺς πάντας, |
20 | ἀφθαρσίας δέσποτα,καὶ εἰς τὴν πρὶν ἀπάθειανμεταστήοας ζωώσηις·διὀ καὶ νῦν, οὓς μετέστηοας,τάξον ἐν σκηναῖς τῶν δικαίων σου.
Θεοτοκίον. |
25 | Δεδοξασμένα περὶ σοῦ λελάληταιἐν γενεαῖς γενεῶν,ἡ τὸν θεὸν λόγονἐν γαστρὶ χωρέσασα,ἁγνὴ δὲ διαμείνασα, |
30 | Θεοτόκε Μαρία·διὀ πρεσβείαις σου λύτρωσαιτοὺς προκοιμηθἐντας τῆς κρίσεως.
Ὠιδὴ β’.deest.
Θεοτοκίον.deest.
Ὠιδὴ γ’.<Πρὸς τὸ> Ὁ στερεώσας κατ’ <ἀρχάς>.
Ὅταν ἐλεύσηι, ὁ θεός,ἐπὶ τῆς γῆς μετὰ δόξης |
35 | καὶ ὡς μέλλεις τὰ πρακτέα ἑκάστουμέχρι λόγου παριστᾶνἀργοῦ τε ἐννοίας ψιλῆς,τῶν μεταστάντων φεῖσαικαὶ ῥῦσαι τούτους τῆς κρίσεως.
|
40 | Νεκρῶν ἐν τρόμωι καὶ σπουδῆιτῶν τάφων ἀποτρεχόντωνκαὶ τῆς σάλπιγγος ἤχούσης, σωτήρ μου,καὶ ἀγγέλων φοβερῶνσου προστρεχόντων, κύριε, |
45 | τῶν μεταστάντων φεῖσαικαὶ τάξον τούτους ἐν χώραι ζωῆς.
Τοῦ οὐρανοῦ τε καὶ τῆς γῆςσαλευομένων, οἰκτίρμων,καὶ στοιχείων λυομένων ἐν φόβωι |
50 | τοὺς οἰκέτας σου φαιδρῶςπρὸς ὑπάντησιν ποίησον,ὅτι ἐκτός σου ἄλλον,δέσποτα, θεὸν οὐκ ἔγνωσαν.
Θεοτοκίον.Τῶν Χερουβὶμ καὶ Σεραφὶμ |
55 | ἐδείχθης ὑψηλότερα,Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξωτὸν ἀχώρητον θεὸνἐν σῆι γαστρὶ χωρήσασα·διὸ αὐτὸν δυσώπει, |
60 | κρίσεως ῥῦσαι τοὺς δούλους σου.
Ὠιδὴ δ’.<Πρὸς τὸ> Σύ μου ἰσχύς, κύριε.
Ὁ τῆς ζωῆς | κύριος καὶ τὸν θανάτον, Χρίστε,ὁ σωμάτων | καὶ ψυχῶν ταμίας τε,ὅταν φρικτῶς | μέλληις ἐπὶ γῆςμετὰ τῶν ἀγγέλων | τῶν σῶν ἐν δόξηι ἐλεύσεσθαι |
65 | καὶ κρῖναι πᾶσαν κτίσιν,τοὺς πρὸς σὲ μεταστάνταςδεξιοῖς σου προβάτοις κατάταξον.
Νεῦσον, Χριστὲ | κύριε, προς ἱκεσίαν ἡμῶνκαὶ τῆς ἄνω | θείας κληρουχίας σου |
70 | τοὺς ἐξ ἡμῶν | πίστει τῆι εἰς σὲπροκεκοιμημἐνους | ἀξίωσον ὡς φιλάνθρωποςφωνῆς τέ σου ἀκοῦσαιτῆς γλυκείας καλούσηςεἰς ἀνάπαυσιν τούτους, δεόμεθα.
|
75 | Ἅπας βροτὸς | οἴχεται· γῆ γάρ ἐστιν καὶ σποδόςσὺ δὲ μόνος | μένεις εἰς αἰῶνας, Χριστέ,ἀνελλιπής· | μένεις γὰρ θεός·διό σοι βοώμεν· | Τῆς σῆς ἀλήκτου ἀξίωσονχαράς τοὺς σοὺς οἰκέτας |
80 | τοῦ βοᾶν εὐχαρίστως·Τῆι δυνάμει σου δόξα, φιλάνθρωπε.
Θεοτοκίον.Σὺ τῶν πιστῶν | καύχημα πέλεις, ἀνύμφευτε,σὺ προστάτις, σὺ καὶ καταφύγιον,χριστιανῶν τεῖχος καὶ λιμήν· |
85 | πρὸς γὰρ τὸν υἱόν σου ἐντεύξεις φέρεις, πανάμωμε·αὐτὸν καὶ νῦν δυσώπει,τοὺς προτελειωθένταςτῆς κολάσεως ῥύσασθαι, πάναγνε.
Ὠιδὴ ε’.<Πρὸς τὸ> Ἵνα τί με ἀπώσω ἀπὸ.
Μετὰ δόξης, οἰκτίρμων, | ὅταν ἥξεις τοῦ κρῖναι |
90 | δικαίως πᾶσαν [τὴν] γῆνκαὶ διαχωρίσεις
ἐξ ἀδίκων δικαίους, ὡς γέγραπται,δεξιοῖς προβάτοιςτοὺς ἐξ ἡμῶν συναριθμήσας |
95 | μεταστάντας, οἰκτίρμων, ἀνάπαυσον.
Ἀτελεύτητος ὄντως | τοῖς ἀσώτως ζήσασινἔστιν ἡ κόλασις,ὁ βρυγμὸς καὶ σκώληξκαὶ κλαυθμὸς ἀπαράκλητος, κύριε, |
100 | καὶ τὸ πῦρ ἐκεῖνοτὸ ἀφεγγές, τό σκότος πάλιν,ἐξ ὧν ῥῦσαι τοὺς δούλους σου, εὔσπλαγχνε.
Χαρᾶς τῆς ἀπεράντου | καὶ ἀφθόρου τρυφῆς σου,Χριστέ, σωτὴρ ἡμῶν, |
105 | τοὺς προκοιμηθένταςκαταξίωσον ὡς εὐδιάλλακτοςτῶν ἐν βίωι πάντωνἀμνημονῶν ἀμαρτημάτων·οὐ γὰρ ἔσχον ἐκτός σου θεόν, ἀγαθέ.
Θεοτοκίον. |
110 | Ἐν δυσὶ τελείαις ἕνα σε γινώσκομενφύσεσι κύριον,ἐνεργείαις ἄμφωκαὶ θελήσεσιν ὄντα ἀσύγχυτον,τὸν υἱὸν τοῦ θεοῦ, |
115 | ἐκ γυναικὸς λαβόντα σάρκα,ἧς τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.
Ὠιδὴ ς’.<Πρὸς τὸ> Ἱλάσθητι μοι, σωτὴρ, πολλαὶ γάρ.
Ῥευστοὶ τεχθέντες βροτοὶἄρευστοι ἀναστησόμεθακαθὼς ἐξ ὕπνου, φησὶν |
120 | ὡς Παῦλος ὁ πάνσοφος,βροντῶσης τῆς σάλπιγγος·ἀλλὰ τότε ῥῦσαικατακρίσεως τοὺς δούλους σου.
Ἱλάσθητι ὁ θεός |
125 | τοῖς δούλοις σου ἐν ἡμέραι ὀργῆς,ὅταν γνμνοὶ ἐπὶ σοῦπαραστῆναι μέλλωσιν·τούτους, σῶτερ, λύτρωσαιτῆς φωνῆς ἐκείνης |
130 | τῆς εἰς πῦρ ἀποπεμπούσης, θεέ.
Συγκλείσεις ὅτε, Χριστέ,ἐνταῦθα βίον καὶ πρᾶξιν ἡμῶνκαὶ στήσεἰς πάντων ἡμῶντῶν ἔργων ἐξέτασιν, |
135 | μὴ ἐλέγξηις, κύριε,ὧνπερ προσελάβαυ,ἀναμάρτητε, τὰ πταίσματα.
Θεοτοκίον.Ῥυσθείημεν τῶν δεινῶνπταισμάτῶν ταῖς ἱκεσίαις σου, |
140 | θεογεννήτωρ ἁγνή,καὶ τύγοιμεν, πάναγνε,τῆς θείας ἐλλάμψεωςτοῦ ἐκ σοῦ ἀφράστωςσαρκωθἐντος ὑίοῦ τοῦ θεοῦ.
Ὠιδὴ ζ’<Πρὸς τὸ> Θεοῦ συγκατάβασιν, τὸ πῦρ.
|
145 | Τὸ ἄστεκτον, κύριε,τῆς σῆς φρικώδουςἐπαγωγῆς ἐννοῶν,ὅπως μέλλεις δικαίωςκατὰ <τὰ> ἔργα κρῖναι ἑκάστου ἡμῶν, |
150 | στἐνων βοῶ σοι·Τῶν δούλων σου πάριδετὰ ἐν ἀγνοίαι, σωτήρ,καὶ γνώσει πταίσματα.
Ὡς ἔχων, μακρόβυμε, |
155 | φιλανθρωπίαςἄπλετον πέλαγος,τῶν πρὸς σὲ μεταστάντωνμὴ στήοης ὅλως τὰ παραπτώματαἐν τῆι ἐτάσει |
160 | αὐτῶν κατὰ πρόσωπον,ἀλλὰ συγχώρησον καὶσῶσον τούτους, Χριστέ.
Κριτὰ δικαιότατε,ὅτε τὰς πράξεις |
165 | ζυγοστατήσεἰς ἡμῶν,μὴ δικάσηις δικαίως,ἀλλὰ νικήσοι ἡ ἀγαθότης σουὑπερσταθμῶσατὴν πλάστιγγα, κύριε, |
170 | ἥνπερ τὰ φαῦλα, σωτήρ,ἔργα βαρύνουσιν.
Θεοτοκίον.θαυμάτων ἐπέκεινατὸ μέγα θαῦματῆς σῆς κυήσεως· |
175 | διὰ τοῦτο βοῶμεν·Ἁγνὴ παρθένε, θεογεννήτρια,τὰ σὰ ἐλέηἐμοὶ θαυμάστωσονκαὶ τῆς μελλούσης ὀργῆς |
180 | ῥῦσαι καὶ σῶσόν με.
Ὠιδὴ η’.<Πρὸς τὸ> Ἑπταπλασίως κάμινος.
Ἀπαγωγῆς, φιλάνθρωπε,τοῦ προσώπου σου λύτρωσαικαὶ τῆς φοβερᾶς σου ἀπειλῆς τοὺς δούλους σουκαὶ τούτους ἀξίωσον |
185 | τοῦ φωτισμοῦ τῆς γνώσεωςκαὶ τῆς συνουσίας σου βοᾶν σοι ἀπαύστως·Οἱ παῖδες εὐλογεῖτε<ἱερεῖς ἀνυμνεῖτε>. . . . . . . . . . . . . . . . |
190 | . . . . . . . . . . . . . . . .Σοῦ ὁ θυμός, φιλάνθρωπε,ἐκχυθήτω, δεόμεθα,ἐπὶ τοὺς ἐν σοὶ μὴ ἠλπικότας ὅλως, Χριστέ,ὁ οἶκτος δὲ ἅμα τε |
195 | καὶ ἡ πλουσία χάρις σουἐπὶ τοὺς εἰς σὲ πεπιστευκότας δοθήτω,λαός σου γὰρ καὶ ποίμνηκαὶ πρόβατα νομῆς σου·καὶ σὲ ὑπερυψοῦμεν |
200 | εἰς πάντας <τοὺς αἰῶνας).
Σὺ τὸ φρικτὸν ποτήριοντὸν ἀκράτου κεράσματοςτὸ ἐν τῆι χειρί σου, λυτρωτά, δεόμεθα,πραΰτητι σύμμιξον |
205 | καὶ τῆς τρυγίας τούτους τοὺς σοὺςλύτρωσαι οἰκέτας, οὓς ἐκ γῆς προσελάβου,καὶ τάξον ἐν τῆι χώραιτῶν πραέων, οἰκτίρμων,ὑμνεῖν καὶ εὐλογεῖν σε |
210 | εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.Ἱκετικὡς βοῶμέν σοι,θεοτόκε πανύμνητε,μετὰ τῶν ἀπείρων νοερῶν δυνάμεων,μαρτύρων ὁσίων τε |
215 | καὶ ἀποστόλων καὶ προφητῶνποίησον πρεσβείαν ὑπὲρ τῶν μεταστάντων,χορεύειν σὺν ἀγγέλοις,ψάλλειν δὲ τῶι υἱῶι σου·Λαός, ὑπ<ερυψοῦτε |
220 | εἰς πάντας τοὺς αἰῶνας>.
Ὠιδὴ θ’,<Πρὸς τὸ> Ἐξέστη <ἐπὶ τοῦτο οὐρανός>.
Ἱστῶντός σου, οἰκτίρμων, τὸ φοβερὸνδικαστήριον, ὅτε ἡ γῆ καὶ ὑγρὰφόβωι πολλῶι | κτήνη καὶ θηρία καὶ ἑρπετὰκαὶ τοὺς νεκροὺς τοὺς ἑαυτῶν |
225 | [ἐν] τρόμωι [σου, σῶτερ] ἀποπέμπουσιν πρὸς τὴν σὴνὑπάντησιν σπουδαίως,τοὺς πίστει μεταστάνταςμὴ καταισχύνηις, ὑπεράγαθε.
Ἀείμνηστοι πατέρες καὶ ἀδελφοί, |
230 | συγγενεῖς τε καὶ φίλοι καὶ σὑμψυχοί <μου>,οἱ τὴν ὁδὸν | προκαταλαβόντες τὴν φοβεράν,ἀντὶ μερίδος δέξασθεδῶρον τὸ ἐφύμνιον παρ᾽ ἐμοῦ·καὶ ὅσοι παρρησίας |
235 | ἐτυχετε, τὸν κτίστηνὑπὲρ ἐμοῦ καθικετεύσατε.
Σωτὴρ ἀπελπισμένων, σου τὴν φρικτήν,ὥσπερ εἶπας, θυσίαν τελοῦντες φρικτῶςκαὶ τὴν φρικτὴν | ἐχούσιον ἀγγέλλοντες [τὴν] σφαγὴν |
240 | εἰς ἱκεσίαν ἅπαντεςταύτην σοι προσφέρωμεν ἐκτενῶςὑπὲρ τῶν μεταστάντωνπρὸς σὲ τὸν ζωυδότην,οὓς σὺν ἀγίοις σου ἀνάπαυσον.
Θεοτοκίον. |
245 | Υἱὲ θεοῦ καὶ λόγε μονογενῆτὸν πιστὸν βασιλέα στεφάνωσοντῆι πανσθενεῖ, δέσποτα, χειρί σου, ὡς ἀγαθός·καὶ δυσμενῶν τὸ κράτος νῦνὄλεσον τῶι ὅπλωι τῶι τοῦ στρατοῦ |
250 | διὰ τῆς Θεοτόκουκαὶ σῶσον τὸν λαόν σουἐν τῆι ἀγήρωι βασιλείαι σου. |