BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον λθ´

 

Οὕτως οὖν ἀλλήλοις συνόντες Βαρλαάμ τε καὶ Ἰωάσαφ, καὶ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοι, ἐκτὸς πάσης μερίμνης καὶ πάσης βιωτικῆς ὄντες ταραχῆς, ἀνεπιθόλωτόν τε τὸν νοῦν κεκτημένοι καὶ ἀμιγῆ πάσης συγχύσεως, μετὰ τοὺς πολλοὺς δὲ αὐτῶν ὑπὲρ εὐσεβείας καμάτους, ἐν μιᾶι τῶν ἡμερῶν προσκαλεσάμενος τὸν πνευματικὸν υἱόν, ὃν διὰ τοῦ Εὐαγγελίου ἐγέννησε, λόγου ἥπτετο καὶ ὁμιλίας πνευματικῆς, Πάλαι, λέγων, ὦ φίλτατε Ἰωάσαφ, ἐν ταύτηι σε τῆι ἐρήμωι κατοικεῖν ἔδει· καὶ τοῦτό μοι ὁ Χριστὸς προσευχομένωι περὶ σοῦ ἐπηγγείλατο πρὸ τῆς τοῦ βίου τελευτῆς ὄψεσθαι. εἶδον οὖν ὡς ἐπεθύμουν· εἶδόν σε ἀπορραγέντα μὲν κόσμου καὶ τῶν ἐν κόσμωι, συναφθέντα δὲ τῶι Χριστῶι ἀδιστάκτωι τῆι γνώμηι, καὶ εἰς μέτρον ἐλθόντα τελειότητος τοῦ πληρώματος αὐτοῦ. νῦν οὖν ἐπειδή μοι ὁ τῆς ἀναλύσεως καιρὸς ἐπὶ θύραις, καὶ ἡ σύντροφος καὶ ἡλικιῶτις ἐπιθυμία τοῦ συνεῖναι τῶι Χριστῶι διὰ παντὸς ἤδη πληροῦται, σὲ μὲν δεῖ καλῦψαί μου τὸ σῶμα τῆι γῆι καὶ τὸν χοῦν ἀποδοῦναι τῶι χοΐ, μεῖναι δὲ τοῦ λοιποῦ ἐν τῶιδε τῶι τόπωι τῆς πνευματικῆς ἐχόμενον πολιτείας καὶ τῆς ἐμῆς μνείαν ποιούμενον μετριότητος. δέδοικα γὰρ μή ποτε ἡ ζοφερὰ τῶν δαιμόνων πληθὺς τῆι ψυχῆι μου ἐμποδὼν καταστῆι διὰ τὸ πλῆθος τῶν ἐμῶν ἀγνοημάτων. 

Σὺ οὖν, τέκνον, μὴ ὀλιγωρήσηις τὸ ἐπίπονον τῆς ἀσκήσεως, μηδὲ δειλιάσηις τὸ μῆκος τοῦ χρόνου καὶ τὰς ἐπιβουλὰς τῶν δαιμόνων· ἀλλὰ τούτων μὲν τῆς ἀσθενείας, τῆι τοῦ Χριστοῦ ῥωννύμενος χάριτι, τολμηρῶς καταγέλα, πρὸς δὲ τὴν σκληρότητα τῶν πόνων καὶ τὸ τοῦ χρόνου διάστημα οὕτως ἔσο, ὡς καθ᾽ ἡμέραν τὴν ἐντεῦθεν ἀνάλυσιν προσδοκῶν, καὶ ὡς ἀρχὴν εἶναί σοι τῆς ἀσκήσεως τὴν αὐτὴν ἡμέραν καὶ τέλος. οὕτως ἀεὶ τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, πρὸς τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατασκοπῶν δίωκε τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῶι Ἰησοῦ, καθάπερ ὁ θεῖος Ἀπόστολος παρακελεύεται, Μὴ ἐκκακῶμεν, λέγων· ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέραι καὶ ἡμέραι· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. 

Ταῦτα λογιζόμενος, ἀγαπητέ, ἀνδρίζου καὶ ἴσχυε, καὶ ὡς καλὸς στρατιώτης σπούδαζε τῶι στρατολογήσαντι ἀρέσαι. κἂν λογισμούς σοι ὀλιγωρίας ὁ πονηρὸς φέρηι καὶ τὸν τόνον ὑποχαλᾶν τῆς προθέσεως σπεύδηι, μὴ φοβοῦ αὐτοῦ τὰς ἐπιβουλάς, τὸ Δεσποτικὸν ἐννοῶν πρόσταγμα, Ἐν τῶι κόσμωι θλῖψιν ἕξετε, λέγοντος· ἀλλὰ θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. διὸ χαῖρε ἐν Κυρίωι πάντοτε, ὅτι ἐξελέξατό σε καὶ διεχώρισεν ἐκ τοῦ κόσμου, καὶ ἔθετο ὡς ἐν προσώπωι αὐτοῦ. αὐτὸς δέ, ὁ καλέσας σε κλήσει ἁγίαι, ἐγγύς ἐστιν ἀεί. μηδὲν μερίμνα· ἀλλ᾽ ἐν παντὶ τῆι προσευχῆι καὶ τῆι δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματά σου γνωριζέσθω πρὸς τὸν Θεόν. αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω. οὕτως μὲν οὖν ἐν τῆι σκληρότητι τῆς ἀγωγῆς καὶ τῆι ὀλιγωρίαι τῆς ἀσκήσεως τοιούτους κτώμενος λογισμούς, εὐφραίνου, μεμνημένος Κυρίου τοῦ Θεοῦ ἡμῶν· Ἐμνήσθην γάρ, φησί, τοῦ Θεοῦ, καὶ εὐφράνθην.

Ὅταν δὲ πάλιν ὁ ἐξ ἐναντίας ἄλλον σοι τρόπον ἐπινοῆι πολέμων, ὑψηλόφρονας προβάλλων λογισμούς, καὶ τὴν δόξαν ὑποδεικνύων τῆς τοῦ κόσμου βασιλείας ἧς κατέλιπες, καὶ τὰ λοιπὰ τὰ ἐν τῶι κόσμωι, τὸν σωτήριον προβαλοῦ λόγον, ὡς θυρεόν, τὸν φάσκοντα· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν. ἀλλὰ καὶ τίς ἐξ ἡμῶν δύναται τὴν ὀφειλὴν ἐκτῖσαι ἣν ὀφείλομεν τῶι Δεσπότηι, ὑπὲρ ὧν δι᾽ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῆι ἐκείνου πτωχείαι πλουτήσωμεν, καὶ ἔπαθεν ὁ ἀπαθὴς ἵνα τῶν παθῶν ἡμᾶς ἐλευθερώσηι; ποία γὰρ χάρις δούλωι ὅμοια τῶι Δεσπότηι παθεῖν; ἡμεῖς δὲ πολλὰ τῶν αὐτοῦ ὑστερούμεθα παθημάτων. ταῦτα ἐννόει, λογισμοὺς καθαίρων καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὴν καρδίαν καὶ τὰ νοήματά σου ἐν Χριστῶι Ἰησοῦ.

Τούτων ὑπὸ τοῦ μακαρίου Βαρλαὰμ λεχθέντων, ἡ ῥοὴ τῶν δακρύων τοῦ Ἰωάσαφ μέτρον οὐκ εἶχεν, ἀλλ᾽, ὡς ἐκ πηγῆς πολυχεύμονος βρύουσα, ὅλον αὐτὸν καὶ τὴν γῆν ἐν ἧι ἐκάθητο κατέβρεχεν. ὀδυρόμενος δὲ τὸν χωρισμόν, ἠξίου μάλα θερμῶς συνοδοιπόρος αὐτῶι τῆς τελευταίας πορείας γενέσθαι, καὶ μηκέτι παραμεῖναι τῶι βίωι μετὰ τὴν ἐκείνου ἐκδημίαν, Διὰ τί, λέγων, τὸ σεαυτοῦ ζητεῖς μόνον, ὦ Πάτερ, καὶ μὴ καὶ τὸ τοῦ πλησίου; πῶς δὲ τὴν τελείαν ἐν τούτωι πληροῖς ἀγάπην κατὰ τὸν εἰπόντα, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, πρὸς ἀνάπαυσιν μὲν καὶ ζωὴν αὐτὸς ἀπαίρων, εἰς θλῖψιν δὲ καὶ ταλαιπωρίαν ἐμὲ καταλιμπάνων, καί, πρὶν καλῶς ἐγγυμνασθῆναι τοῖς ἄθλοις τῆς ἀσκήσεως καὶ τῶν πολεμίων μαθεῖν τὰς πολυτρόπους ἐφόδους, πρὸς μονομαχίαν με τῆς αὐτῶν παρατάξεως προβαλλόμενος; ἱνατί γένηται ἄλλο, εἰ μὴ βληθῆναί με ταῖς κακοτρόποις αὐτῶν μηχαναῖς, καὶ ἀποθανεῖν οἴμοι τὸν ψυχικὸν ὄντως καὶ αἰώνιον θάνατον; ὅπερ τοῖς ἀπείροις καὶ δειλοῖς συμβαίνειν πέφυκε μοναχοῖς. ἀλλὰ δεήθητι τοῦ Κυρίου, δυσωπῶ, συνέκδημον κἀμὲ τοῦ βίου λαβεῖν. ναὶ πρὸς αὐτῆς τῆς ἐλπίδος ἧς ἔχεις ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, δεήθητι μηδεμίαν ἡμέραν μετὰ τὸν σὸν χωρισμὸν παροικεῖν τῶι βίωι, καὶ εἰς τὸ πέλαγος ταύτης πλανᾶσθαι τῆς ἐρήμου.

Ταῦτα τοῦ Ἰωάσαφ σὺν δάκρυσι λέγοντος, ὁ γέρων πράως ἀνακόπτων καὶ ὁμαλῶς, Οὐκ ὀφείλομεν, τέκνον, ἔφη, τοῖς ἀνεφίκτοις κρίμασι τοῦ Θεοῦ ἀνθίστασθαι. ἐγὼ γὰρ πολλὰ δεηθεὶς περὶ τούτου, καὶ τὸν ἀβίαστον Δεσπότην βιασάμενος τοῦ μὴ χωρισθῆναι ἡμᾶς ἀπ᾽ ἀλλήλων, ἐδιδάχθην παρὰ τῆς αὐτοῦ ἀγαθότητος ὡς οὐκ ἔστι συμφέρον σὲ νῦν τὸ ἄχθος τῆς σαρκὸς ἀποθέσθαι· ἀλλὰ παραμεῖναι δεῖ τῆι ἀσκήσει, ἕως λαμπρότερον ἑαυτῶι τὸν στέφανον πλέξηις. οὐ γὰρ ἀρκούντως ἀκμὴν ἠγωνίσω πρὸς τὴν ἡτοιμασμένην σοι μισθαποδοσίαν· ἀλλὰ δεῖ σε κοπιάσαι μικρὸν ἵνα χαίρων εἰσέλθηις εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ἐγὼ γὰρ ἐγγύς που τῶν ἑκατὸν λοιπόν εἰμι χρόνων, διατελέσας ἐν τῆι ἐρήμωι ταύτηι ἐνιαυτοὺς ἤδη πέντε καὶ ἑβδομήκοντα· σοὶ δέ, εἰ καὶ τοσοῦτον οὐκ ἐκταθήσεται ὁ χρόνος, ἀλλὰ πλησίον που γενέσθαι δεῖ, καθὼς κελεύει ὁ Κύριος, ἵν᾽ ἐφάμιλλος ἀναδειχθῆις, καὶ μηδὲν ὅλως ὑστερούμενος τῶν βαστασάντων τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. δέχου τοίνυν, ὦ φιλότης, τὰ τῶι Θεῶι δεδογμένα ἀσμένως. ἃ γὰρ αὐτὸς βεβούλευται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; καὶ καρτέρει τῆι ἐκείνου φυλαττόμενος χάριτι.

Νῆφε δὲ ἀεὶ πρὸς τοὺς ἐναντίους λογισμούς, καὶ τὴν καθαρότητα τοῦ νοὸς ὥσπερ τινὰ θησαυρὸν πολύτιμον ἄσυλον διατήρει, πρὸς ὑψηλοτέραν ἐργασίαν καὶ θεωρίαν ἐμβιβάζων ἑαυτὸν ἡμέραν καθ᾽ ἡμέραν, ἵνα πληρωθῆι ἐπὶ σοὶ ὃ τοῖς φίλοις αὐτοῦ ὁ Σωτὴρ ἐπηγγείλατο, Ἐάν τις ἀγαπᾶι με, λέγων, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῶι ποιήσομεν.

Ταῦτα εἰπὼν ὁ γέρων, καὶ πολλῶι πλείονα τῆς ἡγιασμένης αὐτοῦ ψυχῆς καὶ θεολόγου γλώττης ἐπάξια, τὴν ἀνιωμένην τοῦ Ἰωάσαφ ψυχὴν παρεμυθεῖτο. εἶτα πρός τινας ἐκπέμπει αὐτὸν ἀδελφούς, ἐκ πολλοῦ διαστήματος τὴν οἴκησιν ἔχοντας, τοῦ ἀγαγεῖν τὰ πρὸς τὴν ἱερὰν θυσίαν ἁρμόδια. καὶ δὴ ἀναζωσάμενος ὁ Ἰωάσαφ λίαν τάχιστα τὴν διακονίαν πληροῖ· ἐδεδίει γὰρ μή πως ἀπόντος αὐτοῦ τὴν ὀφειλὴν ὁ Βαρλαὰμ τῆς φύσεως ἀποδῶι, καί, τὸ πνεῦμα παραθεὶς τῶι Κυρίωι, ζημίαν αὐτῶι τὴν χαλεπὴν ἐπενέγκοι, μὴ ῥημάτων, μὴ προσφθεγμάτων ἐξοδίων, μὴ εὐχῶν, μὴ εὐλογιῶν τῶν ἐκείνου τυγχάνοντι. 

Οὕτω δὲ ἀνδρικώτατα διελθόντος αὐτοῦ τὴν μακρὰν ὁδὸν ἐκείνην καὶ τὰ τῆς ἱερᾶς θυσίας ἐνεγκόντος, προσφέρει τῶι Θεῶι τὴν ἀναίμακτον θυσίαν ὁ θειότατος Βαρλαάμ. καὶ κοινωνήσας αὐτός, μεταδοὺς δὲ καὶ τῶι Ἰωάσαφ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, ἠγαλλιάσατο τῶι Πνεύματι. καὶ τῆς συνήθους μεταλαβόντες τροφῆς, ψυχωφελέσι λόγοις τὴν ψυχὴν αὖθις ἔτρεφε τοῦ Ἰωάσαφ, Οὐκ ἔτι, λέγων, ἡμᾶς, ὦ φίλτατε υἱέ, συναγάγηι ἐν τῶι βίωι τούτωι εἰς ἓν ἑστία καὶ τράπεζα· πορεύομαι γὰρ ἤδη τὴν τελευταίαν ὁδὸν τῶν πατέρων μου. χρὴ οὖν σε τὸ πρὸς ἐμὲ φίλτρον διὰ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ τῆς ἐν τῶιδε τῶι τόπωι μέχρι τέλους καρτερίας, ἐπιδείξασθαι, πολιτευόμενος καθὼς ἔμαθες καὶ ἐδιδάχθης, καὶ μεμνημένος διὰ παντὸς τῆς ταπεινῆς καὶ ῥαιθύμου μου ψυχῆς. χαρᾶι οὖν χαῖρε, καὶ τῆι ἐν Χριστῶι ἀγαλλιάσει εὐφραίνου, ὅτι τῶν ἐπιγείων καὶ φθαρτῶν ἀντηλλάξω τὰ αἰώνιά τε καὶ ἄφθαρτα, καὶ ὅτι ἐγγίζει ὁ μισθὸς τῶν ἔργων σου, καὶ ὁ μισθαποδότης ἤδη πάρεστιν, ὃς ἥξει τὸν ἀμπελῶνα ἰδεῖν ὃν ἐγεώργησας καὶ πλουσίως σοι τὸν μισθὸν τῆς γεωργίας παρέξει. Πιστὸς γὰρ ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, καθὼς ὁ θεσπέσιος βοᾶι Παῦλος· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν βασιλείαν τὴν αἰώνιον καὶ ἀτελεύτητον, τῶι φωτὶ καταλαμπόμενοι τῶι ἀπροσίτωι, καὶ τῆς ἐλλάμψεως καταξιούμενοι τῆς μακαρίας ὄντως καὶ ζωαρχικῆς Τριάδος.

Τοιαῦτα μὲν ὁ Βαρλαὰμ ἕως ἑσπέρας καὶ παρ᾽ ὅλην τὴν νύκτα τῶι Ἰωάσαφ ὡμίλει, ἀκατασχέτοις δάκρυσιν ὀδυρομένωι καὶ τὸν χωρισμὸν μὴ φέροντι. ἄρτι δὲ τῆς ἡμέρας διαφαυούσης, τὴν πρὸς αὐτὸν ὁμιλίαν διαπεράνας, ἦρεν εἰς οὐρανὸν χεῖράς τε καὶ ὄμματα, καὶ εὐχαριστίαν ἀναπέμψας τῶι Θεῶι, ἔφη.

Κύριε, ὁ Θεός μου, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, εὐχαριστῶ σοι, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου καὶ ἐν τῆι ὀρθοδόξωι σου ὁμολογίαι καὶ ἐν ὁδῶι τῶν ἐντολῶν σου ἠξίωσας τὸν δρόμον τελέσαι με τῆς ἐνθάδε παροικίας μου. καὶ νῦν, φιλάγαθε Δέσποτα καὶ πανοικτίρμον, δέξαι με εἰς τὰς αἰωνίους σου σκηνάς, καὶ μὴ μνησθῆις ὅσα σοι ἥμαρτον ἐν γνώσει τε καὶ ἀγνοίαι. φύλαξον δὲ καὶ τὸν πιστόν σου δοῦλον τοῦτον, οὗπερ προστῆναί με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην· ῥῦσαι αὐτὸν ἀπὸ πάσης ματαιότητος καὶ ἐπηρείας τοῦ ἀντικειμένου, καὶ ὑψηλότερον αὐτὸν ποίησον τῶν πολυπλόκων παγίδων, ὧν εἰς σκάνδαλον ἥπλωσεν ὁ πονηρὸς πάντων τῶν θελόντων σωθῆναι. ἀφάνισον, παντοδύναμε, πᾶσαν τὴν δύναμιν τοῦ ἀπατεῶνος ἀπὸ προσώπου τοῦ δούλου σου, καὶ δὸς αὐτῶι ἐξουσίαν πατεῖν τὴν ὀλεθροτόκον κάραν τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν. κατάπεμψον ἐξ ὕψους τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. καὶ ἐνίσχυσον αὐτὸν πρὸς τὰς ἀοράτους παρατάξεις, ἵνα τὸν τῆς νίκης ἀξιωθῆι παρὰ σοῦ στέφανον δέξασθαι, καὶ δοξασθῆι ἐν αὐτῶι τὸ ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, ὅτι σοὶ πρέπει δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν.

Ταῦτα εὐξάμενος, καὶ τὸν Ἰωάσαφ πατρικῶς περιπτυξάμενος, καὶ ἀσπασμὸν αὐτῶι δοὺς ἐν φιλήματι ἁγίωι, τῶι τύπωι τε τοῦ σταυροῦ ἑαυτὸν ἐπισφραγισάμενος, καὶ τοὺς πόδας ἐξάρας, καὶ λίαν περιχαρὴς γενόμενος, ὥσπερ τινῶν ἐπιδημησάντων φίλων, πρὸς τὴν μακαρίαν ἀπῆλθε πορείαν, πρὸς τὴν ἐκεῖθεν διελθὼν γεροδοσίαν, πρεσβύτης ὢν καὶ πλήρης ἡμερῶν τῶν τοῦ πνεύματος.