BIBLIOTHECA AUGUSTANA

 

Ioannes Damascenos

ca. 650 - ante 753

 

Βαρλαὰμ καὶ Ιωάσαφ

 

________________________________________________________

 

 

 

Κεφάλαιον λη´

 

μεινε δὲ Ἰωάσαφ διετίαν ὅλην κατὰ τὸ πέλαγος τῆς ἐρήμου ταύτης ἀλώμενος καὶ μὴ εὑρίσκων τὸν Βαρλαάμ, τοῦ Θεοῦ κἀνταῦθα τὸ στερρὸν τοῦ λογισμοῦ αὐτοῦ καὶ τὸ τῆς ψυχῆς γενναῖον δοκιμάζοντος. καὶ ἦν οὕτως αἴθριος συγκαιόμενος τῶι καύσωνι καὶ τῶι κρύει πηγνύμενος καὶ ἀπαύστως ζητῶν ὥσπερ τινὰ θησαυρὸν πολύτιμον τὸν τιμιώτατον γέροντα. πολλοὺς δὲ ὑπέμεινε πειρασμοὺς καὶ πολέμους τῶν πονηρῶν πνευμάτων, καὶ πολλοὺς ὑπήνεγκε πόνους τῆς τῶν βοτανῶν ἐνδείας, ἃς εἰς τροφὴν ἐκέχρητο, ὅτι καὶ ταύτας ξηρὰ οὖσα ἡ ἔρημος ἐνδεῶς ἐβλάστανεν. ἀλλὰ τῶι πόθωι τοῦ Δεσπότου φλεγομένη ἡ ἀδαμαντίνη ψυχὴ ἐκείνη καὶ ἀήττητος ῥᾶιον ἤνεγκε τὰ λυπηρὰ ταῦτα ἢ τὰς ἡδονὰς ἕτεροι. διὸ τῆς ἄνωθεν οὐ διήμαρτε συμμαχίας, ἀλλά, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν αὐτοῦ καὶ πόνων, αἱ παρὰ τοῦ ποθουμένου Χριστοῦ ἐγγινόμεναι παρακλήσεις καθ᾽ ὕπνους τε καὶ καθ᾽ ὕπαρ εὔφραναν τὴν ψυχὴν αὐτοῦ. συμπληρουμένης δὲ τῆς διετίας, Ἰωάσαφ μὲν ἀπαύστως περιήιει ζητῶν τὸν ποθούμενον, καὶ ἐποτνιᾶτο πρὸς τὸν Θεὸν δάκρυα ποταμηδὸν τῶν ὀφθαλμῶν προχεόμενος, καί, Δεῖξόν μοι, Δέσποτα, βοῶν, δεῖξόν μοι τὸν αἴτιόν μοι τῆς σῆς ἐπιγνώσεως καὶ τῶν τοσούτων ἀγαθῶν γενόμενόν μοι πρόξενον· καὶ μή, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου, καλοῦ με τοσούτου στερήσηις. ἀλλ᾽ ἀξίωσόν με ἰδεῖν τε αὐτὸν καὶ ἴσον αὐτῶι τὸν ἀγῶνα τῆς ἀσκήσεως θέσθαι.

Εὑρίσκει δὲ Θεοῦ χάριτι σπήλαιον, ἰχνηλατήσας τῶν ἐκεῖσε πορευομένων τὴν τρίβον. καὶ μοναχῶι τινι ἐντυγχάνει τὸν ἐρημικὸν μετιόντι βίον. καὶ τούτωι θερμότατα περιχυθεὶς καὶ ἀσπασάμενος, τοῦ Βαρλαὰμ ἠρώτα τὸ σκήνωμα εὑρεῖν, καὶ τὰ καθ᾽ ἑαυτὸν διεξήιει, δῆλα τῶι ἀνδρὶ θέμενος. δι᾽ αὐτοῦ τοίνυν τὸν τόπον διδαχθεὶς τῆς τοῦ ζητουμένου οἰκήσεως, καταλαμβάνει τάχιστα, ὡς ὅταν θηρευτὴς ἐμπειρότατος ἴχνεσιν ἐπιτύχηι τοῦ θηράματος. καὶ φθάσας τινὰ σημεῖα τὰ παρὰ τοῦ ἄλλου γέροντος διδαχθέντα αὐτῶι, ἐπορεύετο χαίρων καὶ τῆι ἐλπίδι ῥωννύμενος, ὡς νήπιος ἐκ μακροῦ χρόνου τὸν πατέρα ἐλπίζων θεάσασθαι. ὅταν γὰρ ὁ κατὰ Θεὸν πόθος εἰς ψυχὴν ῥαγῆι, πολλῶι τοῦ φυσικοῦ δείκνυται θερμότερός τε καὶ βιαιότερος.

Ἐφίσταται τοίνυν τῆι θύραι τοῦ σπηλαίου, καὶ κρούσας, Εὐλόγησον, εἶπε, Πάτερ, εὐλόγησον. ὡς δὲ τῆς φωνῆς ἀκούσας ἐξῆλθεν ὁ Βαρλαὰμ τοῦ σπηλαίου, ἐγνώρισε τῶι πνεύματι τόν, κατά γε τὴν ἔξω θέαν, οὐκ εὐχερῶς γνωρισθῆναι δυνάμενον, διὰ τὴν θαυμαστὴν ἐκείνην μεταβολὴν καὶ ἀλλοίωσιν ἣν ἠλλοίωτο καὶ μετεβέβλητο τῆς ὄψεως ἐκείνης τῆς προτέρας καὶ τῆς ὡραῖον ἀνθούσης νεότητος, μεμελανωμένος μὲν ἐκ τῆς ἡλιακῆς καύσεως, κατάκομος δὲ ταῖς θριξίν, ἐκτετηκυίας δὲ τὰς παρειὰς καὶ τοὺς ὀφθαλμοὺς ἔσω που εἰς βάθος δεδυκότας καὶ τὰ βλέφαρα περιπεφλεγμένα ἔχων ταῖς ῥοαῖς τῶν δακρύων καὶ τῆι πολλῆι τῆς ἐνδείας ταλαιπωρίαι. ἔγνω δὲ καὶ Ἰωάσαφ τὸν πνευματικὸν πατέρα, τοὺς χαρακτῆρας μάλιστα τῆς ὄψεως ἔχοντα τοὺς αὐτούς. στὰς οὖν εὐθὺς κατὰ ἀνατολάς, ὁ γέρων εὐχὴν ἀνέπεμψε τῶι Θεῶι εὐχαριστήριον. καὶ μετὰ τὴν εὐχὴν ἐπειπόντες τὸ ἀμήν, περιλαβόντες τε καὶ περιπτυξάμενοι θερμοτάταις ἠμείβοντο ἀλλήλους περιπλοκαῖς, χρονίου πόθου ἐμφορούμενοι ἀκορέστως.

Ἐπεὶ δὲ ἀρκούντως περιέλαβον καὶ προσηγόρευσαν, καθίσαντες διωμίλουν. λόγου δὲ ἀρξάμενος ὁ Βαρλαάμ, Καλῶς ἦλθες, ἔλεγε, τέκνον ἠγαπημένον, τέκνον Θεοῦ καὶ κληρονόμε τῆς ἐπουρανίου βασιλείας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν ἠγάπησας, ὃν ἐπόθησας δικαίως ὑπὲρ τὰ πρόσκαιρα καὶ φθαρτά· καί, ὡς ἐχέφρων ἔμπορος καὶ σοφός, πάντα πωλήσας, τὸν ἀτίμητον ἐξωνήσω μαργαρίτην, καὶ τῶι ἀσύλωι ἐντυχὼν θησαυρῶι κεκρυμμένωι ἐν τῶι ἀγρῶι τῶν ἐντολῶν τοῦ Κυρίου, πάντα δέδωκας μηδενὸς φεισάμενος τῶν ὅσον οὔπω παρερχομένων, ἵνα τὸν ἀγρὸν ἐκεῖνον ἀγοράσηις ἑαυτῶι. δώιη σοι Κύριος ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ μὴ παλαιούμενα. 

Εἰπὲ γοῦν μοι, φίλτατε, πῶς ἐνταῦθα παρεγένου, πῶς μετὰ τὴν ἐμὴν ἄφιξιν γέγονε τὰ κατὰ σέ, καὶ εἰ ἔγνω τὸν Θεὸν ὁ σὸς πατήρ, ἢ καὶ εἰσέτι, τῆι προτέραι φερόμενος ἀφροσύνηι, ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης αἰχμαλωτίζεται.

Ταῦτα τοῦ Βαρλαὰμ ἐρομένου, ἀναλαβὼν ὁ Ἰωάσαφ τὸν λόγον, ὅσα μετὰ τὴν ἐκείνου ἀποδημίαν γέγονεν αὐτῶι, καὶ ὅσα Κύριος εὐώδωσε μέχρι τῆς αὖθις συνελεύσεως αὐτῶν, πάντα κατὰ μέρος διήιει.

Ὁ δὲ γέρων, ἀκούων σὺν ἡδονῆι καὶ θαύματι, θερμῶς δακρύων, ἔλεγε· Δόξα σοι, ὁ Θεὸς ἡμῶν, ὁ ἀεὶ παριστάμενος καὶ βοηθῶν τοῖς ἀγαπῶσί σε. δόξα σοι, Χριστέ, Βασιλεῦ τῶν ἁπάντων καὶ Θεὲ πανάγαθε, ὅτι εὐδόκησας τὸν σπόρον, ὃν ἐν τῆι ψυχῆι κατέβαλον τοῦ δούλου σου Ἰωάσαφ, οὕτως ἑκατοστεύοντα καρπὸν ἐνεγκεῖν, ἐπάξιον σοῦ τοῦ γεωργοῦ καὶ Δεσπότου τῶν ἡμετέρων ψυχῶν. δόξα σοι, Παράκλητε ἀγαθέ, τὸ πανάγιον Πνεῦμα, ὅτι ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον, καὶ πολυάνθρωπα πλήθη τῆς δεισιδαίμονος δι᾽ αὐτοῦ ἠλευθέρωσας πλάνης καὶ τῆι ἀληθινῆι ἐφώτισας θεογνωσίαι.

Οὕτω παρ᾽ ἀμφοτέρων ηὐχαριστεῖτο ὁ Θεός. καὶ τοιαῦτα ὁμιλούντων καὶ τῆι τοῦ Θεοῦ ἀγαλλιωμένων χάριτι, κατελάμβανεν ἡ ἑσπέρα. καὶ δὴ πρὸς εὐχὴν ἀναστάντες τὰς συνήθεις ἐτέλουν λειτουργίας. εἶτα καὶ τροφῆς μνησθέντες, παρετίθει πολυτελῆ ὁ Βαρλαὰμ τράπεζαν, τῆς πνευματικῆς πεπληρωμένην καρυκείας, αἰσθητῆς δὲ ἥκιστα μετέχουσαν παρακλήσεως. λάχανα γὰρ ἦσαν ὠμά, ὧν αὐτουργὸς καὶ γεωργὸς ἦν ὁ γέρων, καὶ φοίνικες ὀλίγοι ἐν τῆι αὐτῆι εὑρισκόμενοι ἐρήμωι, καὶ ἄγριαι βοτάναι. εὐχαριστήσαντες οὖν, καὶ τῶν παρατιθεμένων μεταλαβόντες, καὶ ὕδωρ ἐκ τῆς παρατυγχανούσης πηγῆς πιόντες, τῶι ἀνοίγοντι χεῖρα καὶ ἐμπιπλῶντι πᾶν ζῶιον αὖθις ηὐχαρίστουν Θεῶι. ἀναστάντες δὲ πάλιν, καὶ τὰς νυκτερινὰς πληρώσαντες εὐχάς, τῆς πνευματικῆς πάλιν μετὰ τὴν εὐχὴν ἥπτοντο ὁμιλίας, λόγους σωτηρίους καὶ τῆς οὐρανίου πεπληρωμένους φιλοσοφίας παρ᾽ ὅλην διεξερχόμενοι τὴν νύκτα, ἕως αὐτοὺς ὄρθρος τῶν συνήθων αὖθις μνησθῆναι εὐχῶν πεποίηκεν.

Ἔμεινε δὲ Ἰωάσαφ μετὰ τοῦ Βαρλαὰμ ἱκανοὺς οὑτωσὶ χρόνους, τὴν θαυμαστὴν ταύτην καὶ ὑπὲρ ἄνθρωπον μετερχόμενος πολιτείαν, καὶ ὡς πατρὶ τούτωι καὶ παιδευτῆι μεθ᾽ ὅσης συμπαρομαρτῶν αὐτῶι ὑποταγῆς καὶ ταπεινώσεως, καὶ πρὸς πᾶσαν ἰδέαν γυμναζόμενος ἀρετῆς, ἄριστά τε παιδευόμενος τὴν πάλην τῶν πονηρῶν καὶ ἀοράτων πνευμάτων. ἐντεῦθεν τὰ μὲν πάθη ἐθανάτωσε πάντα· τὸ φρόνημα δὲ τῆς σαρκὸς οὕτω καθυπέταξε τῶι πνεύματι, ὡς δοῦλον δεσπότηι, τρυφῆς καὶ ἀναπαύσεως ἐπιλαθόμενος πάντη, τῶι ὕπνωι δὲ ὡς κακῶι προστάσσων οἰκέτηι. καί, ἁπλῶς εἰπεῖν, τοσοῦτος ἦν αὐτῶι ὁ ἀγὼν τῆς ἀσκήσεως, ὡς καὶ αὐτὸν θαυμάζειν τὸν πολλοὺς ἐν ταύτηι χρόνους διενεγκόντα Βαρλαάμ, καὶ τῆς καρτερᾶς αὐτῶι ἡττᾶσθαι ἐνστάσεως. τοσοῦτον μὲν γὰρ τῆς σκληρᾶς ἐκείνης καὶ ἀπαρακλήτου μετελάμβανε βρώσεως, ὅσον ἀποζῆν μόνον, καὶ μὴ βιαίως θανόντα τοὺς μισθοὺς ζημιωθῆναι τῆς τῶν καλῶν ἐργασίας. οὕτω δὲ εἰς τὸ ἀγρυπνεῖν τὴν φύσιν ὑπέταξεν, ὡς ἄσαρκός τις καὶ ἀσώματος. εὐχῆς δὲ αὐτῶι καὶ τῆς νοερᾶς ἐργασίας ἄληκτον τὸ ἔργον ἦν, καὶ ἅπας ὁ τῆς ζωῆς χρόνος εἰς θεωρίας ἀνηλίσκετο πνευματικάς τε καὶ οὐρανίους, ὡς μὴ ὥραν, μὴ στιγμὴν αὐτὸν τοπαράπαν ζημιωθῆναι, ἀφ᾽ οὗπερ τὴν ἔρημον ὤικησε ταύτην. τοῦτο γὰρ ἔργον μοναχικῆς τάξεως, τὸ μηδέποτε ἀργὸν τῆς πνευματικῆς ἐργασίας εὑρεθῆναι· ὃ δὴ καλῶς κατώρθωσεν ὁ γενναῖος καὶ εὐσταλὴς σταδιοδρόμος τῆς οὐρανίου πορείας. καὶ ἄσβεστον αὐτοῦ τὴν θέρμην ἐφύλαξεν ἀπ᾽ ἀρχῆς μέχρι τέλους, ἀναβάσεις ἀεὶ ἐν καρδίαι τιθέμενος, καὶ ἐκ δυνάμεως εἰς ὑψηλοτέραν μεταβαίνων δύναμιν, πόθωι πόθον καὶ σπουδὴν σπουδῆι διηνεκῶς προστιθείς, ἕως ἔφθασεν εἰς τὴν ἐλπιζομένην καὶ ποθουμένην μακαριότητα.