Ioannes Damascenos
ca. 650 - ante 753
Βαρλαὰμ καὶ Ιωάσαφ
|
|
________________________________________________________
|
|
Κεφάλαιον μ´
Barlaam et Ioasaph (Syria, saec. XIII,Bibliothèque du monastère de Balamand)
Ὁ δὲ Ἰωάσαφ, περιχυθεὶς τῶι πατρὶ μεθ᾽ ὅσης ἂν εἴποις τῆς εὐλαβείας καὶ οἰμωγῆς, δάκρυσί τε τὸ λείψανον λούσας, καὶ τῶι τριχίνωι ῥακίωι, ὅπερ αὐτὸς ἐν τῶι παλατίωι παρέσχεν, περιελίξας, τοὺς νενομισμένους ἐπιλέγει ψαλμούς, διὰ πάσης τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὅλης ψάλλων ἅμα καὶ δάκρυσι τὸ τίμιον τοῦ μάκαρος βρέχων σῶμα. τῆι δὲ ἐπιούσηι ἡμέραι, τάφον ποιήσας ἐχόμενον τοῦ σπηλαίου, καὶ εὐλαβῶς ἄγαν τὸ ἱερὸν λείψανον διαβαστάσας, ἐν τῶι μνήματι κατέθετο τὸν πνευματικὸν πατέρα ὁ καλὸς υἱὸς καὶ τιμιώτατος. καὶ θερμότερον ἐκκαυθεὶς τὴν ψυχήν, εἰς ἐκτενεστέραν τε συντείνας εὐχὴν ἑαυτόν, ἔφη·Κύριε, ὁ Θεός μου, εἰσάκουσον τῆς φωνῆς μου ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου, ὅτι σε ἐκ καρδίας μου ζητῶ. ἐξεζήτησέ σε ἡ ψυχή μου· μὴ ἀποστρέψηις τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ μὴ ἐκκλίνηις ἐν ὀργῆι ἀπὸ τοῦ δούλου σου. βοηθός μου γενοῦ· μὴ ἀποσκορακίσηις με, καὶ μὴ ἐγκαταλίπηις με, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· σὺ δέ, Κύριε, προσλαβοῦ με. νομοθέτησόν με, Κύριε, ἐν τῆι ὁδῶι σου, καὶ ὁδήγησόν με ἐν τρίβωι εὐθείαι, ἕνεκα τῶν ἐχθρῶν μου. μὴ παραδῶις με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ· μὴ ἀποστῆις ἀπ᾽ ἐμοῦ, ὅτι πλὴν σοῦ οὐκ ἔστιν ὁ βοηθῶν μοι. ἰδοὺ γὰρ εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου τὴν ἐλπίδα ἐθέμην τῆς ψυχῆς μου· κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν τὴν κτῆσιν ἀρρήτωι σοφίας προνοίαι κυβερνῶν, καὶ γνώρισόν μοι ὁδὸν ἐν ἧι πορεύσομαι. καὶ σῶσόν με, ὡς ἀγαθὸς Θεὸς καὶ φιλάνθρωπος, εὐχαῖς καὶ πρεσβείαις τοῦ θεράποντός σου Βαρλαάμ, ὅτι σὺ εἶ ὁ Θεός μου, καὶ σὲ δοξάζω τὸν Πατέρα, καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.Ταῦτα εὐξάμενος, πλησίον τοῦ μνήματος ἐκάθισε κλαίων. καὶ καθεζόμενος ὕπνωσε. καὶ ὁρᾶι τοὺς φοβεροὺς ἄνδρας ἐκείνους, οὓς καὶ πρότερον ἑωράκει, ἐλθόντας πρὸς αὐτόν, καὶ ἀπαγαγόντας αὐτὸν εἰς τὴν μεγίστην καὶ θαυμαστὴν ἐκείνην πεδιάδα, καὶ πρὸς τὴν δεδοξασμένην καὶ ὑπέρλαμπρον εἰσαγαγόντες πόλιν. εἰσερχομένωι δὲ αὐτῶι τὴν πύλην ἕτεροι ὑπήντουν πολλῶι κατηγλαϊσμένοι φωτί, στεφάνους ἔχοντες ἐν χερσὶν ἀρρήτωι διαλάμποντας κάλλει καὶ οἵους ὀφθαλμοὶ οὐδέποτε βρότειοι ἐθεάσαντο. ἐρομένου δὲ τοῦ Ἰωάσαφ, Τίνος οἱ στέφανοι τῆς δόξης οἱ ὑπέρλαμπροι, οὓς ὁρῶ; Σὸς μὲν ὁ εἷς, ἔφησαν, ὑπὲρ τῶν πολλῶν σοι ψυχῶν ὧν ἔσωσας κατασκευασθείς, κοσμηθεὶς δὲ νυνὶ πλέον ὑπὲρ τῆς ἀσκήσεως ἧι μετέρχηι, εἴπερ ἀνδρείως ταύτην ἕως τέλους διέλθηις· ὁ δὲ ἕτερος σὸς μὲν καὶ αὐτός· ἀλλὰ τῶι πατρί σου δεῖ σε τοῦτον παρασχεῖν, τῶι διὰ σοῦ τῆς ὁδοῦ ἐκκλίναντι τῆς πονηρᾶς καὶ μετανοήσαντι γνησίως τῶι Κυρίωι. ὁ δὲ Ἰωάσαφ δυσχεραίνοντι ἐώικει· καί, Πῶς δυνατόν, φησίν, ἴσων ἐμοῦ, τοῦ τοσαῦτα κοπιάσαντος, τυχεῖν τὸν πατέρα μου δωρεῶν ὑπὲρ μόνης τῆς μετανοίας; εἶπε ταῦτα, καὶ τὸν Βαρλαὰμ εὐθὺς ἐδόκει βλέπειν ὀνειδίζοντα οἱονεὶ καὶ λέγοντα· Οὗτοι οἱ λόγοι μου, Ἰωάσαφ, οὕς ποτέ σοι, Ὅταν ὑπερπλουτήσηις, ἔλεγον, οὐκ εὐμετάδοτος ἔσηι· καὶ αὐτὸς ἠπόρεις ἐπὶ τῶι ῥήματι. νυνὶ δὲ πῶς ἐδυσχέρανας ἐπὶ τῆι ἰσοτιμίαι τοῦ πατρός σου, καὶ οὐ μᾶλλον εὐφράνθης τὴν ψυχὴν ὅτι εἰσηκούσθη σου ἡ πολλὴ περὶ αὐτοῦ δέησις; ὁ δὲ Ἰωάσαφ, ὡς εἴθιστο ἀεὶ λέγειν αὐτῶι, Συγχώρησον, ἔφη, Πάτερ, συγχώρησον. ποῦ δὲ αὐτὸς οἰκεῖς γνώρισόν μοι.Ἐν ταύτηι, φησί, τῆι μεγάληι καὶ περικαλλεῖ πόλει· οἰκεῖν ἔλαχον ἐν μεσαιτάτηι τῆς πόλεως πλατείαι φωτὶ καταστραπτομένηι ἀπλέτωι. ἀξιοῦν δὲ αὖθις ὁ Ἰωάσαφ ἐδόκει τὸν Βαρλαὰμ εἰς τὸ ἑαυτοῦ ἀπαγαγεῖν αὐτὸν σκήνωμα καὶ φιλοφρόνως ξεναγῆσαι. ἀλλ᾽ οὔπω τὸν καιρὸν ἥκειν, ἔλεγεν ἐκεῖνος, πρὸς ἐκεῖνά σε τὰ σκηνώματα ἐλθεῖν, ἔτι τῶι φορτίωι τοῦ σώματος ὑποκείμενον. Εἴπερ οὖν ἀνδρείως καρτερήσεις, καθάπερ σοι ἐνετειλάμην, ἥξεις μικρὸν ὕστερον, καὶ τῶν αὐτῶν ἀξιωθήσηι σκηνωμάτων, τῆς αὐτῆς τεύξηι χαρᾶς τε καὶ δόξης, καὶ συνδιαιωνίζων ἔσηι μοι. ἔξυπνος δὲ ἐπὶ τούτοις γενόμενος, ὁ Ἰωάσαφ τοῦ φωτὸς ἐκείνου καὶ τῆς ἀρρήτου δόξης εἶχε τὴν ψυχὴν ἔτι πεπληρωμένην, καὶ σὺν πολλῶι τῶι θαύματι τῶι Δεσπότηι χαριστήριον ἀνέπεμπεν ὕμνον.Ἔμεινε δὲ μέχρι τέλους τὴν ἀγγελικὴν ἀληθῶς ἐπὶ γῆς ἀνύων διαγωγήν, καὶ σκληροτέραι ἀσκήσει μετὰ τὴν παρέλευσιν τοῦ γέροντος χρώμενος· πέμπτωι μὲν καὶ εἰκοστῶι τῆς ἡλικίας ἔτει τὴν ἐπίγειον καταλιπὼν βασιλείαν καὶ τὸν ἀσκητικὸν ὑπελθὼν ἀγῶνα, πέντε δὲ καὶ τριάκοντα χρόνους ἐν τῆι πανερήμωι ταύτηι ἀσκήσας, ὥσπερ τις ἄσαρκος, τὴν ὑπὲρ ἄνθρωπον ἄσκησιν, πολλὰς μὲν πρότερον ψυχὰς ἀνθρώπων τοῦ ψυχοφθόρου δράκοντος ἀποσπάσας καὶ τῶι Θεῶι προσαγαγὼν σεσωσμένας, καὶ ἀποστολικῆς ἐν τούτωι χάριτος ἀξιωθείς, μάρτυς δὲ τῆι προαιρέσει γενόμενος, καὶ παρρησίαι τὸν Χριστὸν ἐνώπιον βασιλέων ὁμολογήσας καὶ τυράννων, καὶ κήρυξ μεγαλοφωνότατος τῆς αὐτοῦ μεγαλειότητος ἀναφανείς, πολλὰ δ᾽ αὖ πάλιν πνεύματα πονηρίας ἐν τῆι ἐρήμωι καταπαλαίσας, καὶ πάντων τῆι τοῦ Χριστοῦ περιγενόμενος δυνάμει, καὶ τῆς ἄνωθεν πλουσίως μετασχὼν δωρεᾶς τε καὶ χάριτος, ἐντεῦθεν κεκαθαρμένον τὸ τῆς ψυχῆς ὄμμα πάσης περιγείου ἀχλύος εἶχεν, ὡς παρόντα δὲ τὰ μέλλοντα προεθεώρει, καὶ Χριστὸς ἦν αὐτῶι ἀντὶ πάντων, Χριστὸν ἐπόθει, Χριστὸν ὡς παρόντα ἑώρα, Χριστοῦ τὸ κάλλος διὰ παντὸς ἐνωπτρίζετο, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μοῦ ἐστιν ἵνα μὴ σαλευθῶ· καὶ αὖθις· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. ἐκολλήθη γὰρ ὄντως ἡ ψυχὴ αὐτοῦ ὀπίσω τοῦ Χριστοῦ, συναρμοσθεῖσα αὐτῶι ἀρραγεῖ συναφείαι. οὐ μετετράπη τῆς θαυμαστῆς ταύτης ἐργασίας, οὐκ ἠλλοίωσε τὸν κανόνα τῆς ἀσκήσεως ἑαυτοῦ, ἀπ᾽ ἀρχῆς μέχρι τέλους, ἴσην τηρήσας τὴν προθυμίαν ἐκ νεωτέρας μέχρι τῆς τοσαύτης ἡλικίας, μᾶλλον δὲ καὶ εἰς ὑψηλοτέραν ὁσημέραι προκόπτων τὴν ἀρετὴν καὶ καθαρωτέρας ἀξιούμενος θεωρίας.Ἀμέλει τοιαύτην πολιτευσάμενος πολιτείαν καὶ οὕτως ἀξίαν τῆς ἑαυτοῦ κλήσεως ἐργασίαν ἀποδεδωκὼς τῶι καλέσαντι, σταυρώσας τὸν κόσμον ἑαυτῶι καὶ ἑαυτὸν τῶι κόσμωι, ἐν εἰρήνηι πρὸς τὸν τῆς εἰρήνης ἀναλύει Θεόν, καὶ πρὸς τὸν ἀεὶ ποθούμενον ἐκδημεῖ Δεσπότην, καὶ τῶι προσώπωι Κυρίου ἀμέσως καὶ καθαρῶς ἐμφανίζεται, τῶι τῆς ἐκεῖθέν τε δόξης ἤδη προηυτρεπισμένωι αὐτῶι στεφάνωι κοσμεῖται, καὶ Χριστὸν βλέπειν καταξιοῦται, Χριστῶι συνεῖναι, Χριστοῦ τῶι κάλλει διὰ παντὸς ἐναγάλλεσθαι, οὗπερ εἰς χεῖρας τὴν ἑαυτοῦ ψυχὴν παραθέμενος, ἐν τῆι τῶν ζώντων μετεφοίτησε χώραι, ἔνθα ἦχος ἑορταζόντων, ἔνθα τῶν εὐφραινομένων ἡ κατοικία.Τὸ δέ γε τίμιον αὐτοῦ σῶμα ἐκ γειτόνων αὐτῶι τὰς οἰκήσεις ποιούμενός τις ἀνὴρ ἅγιος, ὃς καὶ τὴν πρὸς Βαρλαὰμ πορείαν ἐκείνωι ποτὲ ὑπέδειξε, θείαι τινὶ μυηθεὶς ἀποκαλύψει κατ᾽ αὐτὴν τὴν ὥραν τῆς τελειώσεως αὐτοῦ παραγίνεται, καὶ ὕμνοις ἱεροῖς τιμήσας, δάκρυά τε κατασπείσας, σύμβολον τοῦ πρὸς αὐτὸν πόθου, τἄλλα δὴ τὰ νενομισμένα Χριστιανοῖς πάντα τελέσας, ἐν τῶι τοῦ πατρὸς ἔθετο Βαρλαὰμ μνήματι. συνεῖναι γὰρ ἔδει τὰ σώματα ὧν αἱ ψυχαὶ συνδιαιωνίζειν ἔμελλον ἀλλήλαις.Προστάγματι δέ τινος φοβερωτάτου κατ᾽ ὄναρ κραταιῶς ἐπισκήπτοντος πεισθείς, ὁ τοῦτον κηδεύσας ἀναχωρητὴς τὰ βασίλεια καταλαμβάνει Ἰνδῶν, καὶ τῶι βασιλεῖ Βαραχίαι προσελθὼν πάντα αὐτῶι δῆλα τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τοῦ μακαρίου τούτου τίθησιν Ἰωάσαφ. ὁ δέ, μηδὲν μελλήσας, ἀπέρχεται αὐτὸς μετὰ δυνάμεως ὄχλου, καὶ τῶι σπηλαίωι ἐφίσταται, τὸ μνῆμά τε θεωρεῖ, καί, τούτωι θερμότατα ἐπιδακρύσας, αἴρει τὸ κάλυμμα. καὶ ὁρᾶι τόν τε Βαρλαὰμ καὶ τὸν Ἰωάσαφ ἔχοντας τὰ μέλη κατὰ σχῆμα κείμενα, καὶ τὰ σώματα οὐδὲν τοῦ προτέρου χρωτὸς παραλλάττοντα, ὁλόκληρα δὲ καὶ ἀκριβῶς ὑγιῆ σὺν τοῖς ἐνδύμασι. ταῦτα τοίνυν τὰ ἱερὰ τῶν ἁγίων ψυχῶν σκηνώματα, πολλὴν ἐκπέμποντα τὴν εὐωδίαν καὶ οὐδὲν ὅλως ἀηδὲς ἐπιδεικνύμενα, θήκαις ἐνθεὶς ὁ βασιλεὺς τιμίαις, εἰς τὴν ἑαυτοῦ πατρίδα μετακομίζει.Ὡς δὲ εἰς τὰς ἀκοὰς ἔπιπτε τοῦ λαοῦ τὸ γεγονός, πλῆθος ἀριθμοῦ κρεῖττον ἐκ πάντων τε τῶν πόλεων καὶ τῶν περιχώρων εἰς προσκύνησιν καὶ θέαν συνέρρεον τῶν μακαρίων σωμάτων ἐκείνων. ἔνθεν τοι καὶ ὕμνους ἐπ᾽ αὐτοῖς τοὺς ἱεροὺς ἄισαντες, καὶ λαμπάδας φιλοτίμως ἀνάψαντες (ἀκολούθως, ἄν τις εἶπεν, ἐκεῖ καὶ λίαν οἰκείως τὰ φῶτα περὶ τοὺς τοῦ φωτὸς υἱούς τε καὶ κληρονόμους), λαμπρῶς δὲ ὁμοῦ καὶ μεγαλοπρεπῶς ἐν τῆι ἐξ αὐτῶν κρηπίδων παρὰ τοῦ Ἰωάσαφ ἀνεγηγερμένηι κατέθεντο ἐκκλησίαι. πολλὰ δὲ θαύματα καὶ ἰάσεις ἔν τε τῆι μετακομιδῆι, ἔν τε τῆι καταθέσει, καὶ ἐν τοῖς ἑξῆς χρόνοις διὰ τῶν ὁσίων αὐτοῦ θεραπόντων ἐποίησε Κύριος. καὶ εἶδεν ὁ βασιλεύς τε Βαραχίας καὶ πᾶς ὁ ὄχλος τὰς δι᾽ αὐτῶν γενομένας δυνάμεις, καὶ πολλοὶ τῶν πέριξ ἐθνῶν, ἀπιστίαν νοσοῦντες καὶ τοῦ Θεοῦ ἄγνοιαν, διὰ τῶν γινομένων ἐν τῶι μνήματι σημείων ἐπίστευσαν. καὶ πάντες οἱ ὁρῶντές τε καὶ ἀκούοντες τὴν ἀγγελομίμητον τοῦ Ἰωάσαφ πολιτείαν καὶ τὸν ἐξ ἁπαλῶν ὀνύχων διάπυρον αὐτοῦ πρὸς τὸν Θεὸν πόθον, ἐθαύμαζον δοξάζοντες ἐν πᾶσι τὸν Θεόν, τὸν ἀεὶ συνεργοῦντα τοῖς ἀγαπῶσιν αὐτὸν καὶ μεγίσταις τούτους ἀμειβόμενον δωρεαῖς.Ἕως ὧδε τὸ πέρας τοῦ παρόντος λόγου, ὃν κατὰ δύναμιν ἐμὴν γεγράφηκα, καθὼς ἀκήκοα παρὰ τῶν ἀψευδῶς παραδεδωκότων μοι τιμίων ἀνδρῶν. γένοιτο δὲ ἡμᾶς, τοὺς ἀναγινώσκοντάς τε καὶ ἀκούοντας τὴν ψυχωφελῆ διήγησιν ταύτην, τῆς μερίδος ἀξιωθῆναι τῶν εὐαρεστησάντων τῶι Κυρίωι, εὐχαῖς καὶ πρεσβείαις Βαρλαάμ τε καὶ Ἰωάσαφ τῶν μακαρίων, περὶ ὧν ἡ διήγησις, ἐν Χριστῶι Ἰησοῦ τῶι Κυρίωι ἡμῶν, ὧι πρέπει τιμή, κράτος, μεγαλωσύνη τε καὶ μεγαλοπρέπεια, σὺν τῶι Πατρὶ καὶ τῶι Ἁγίωι Πνεύματι νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. |