BIBLIOTHECA AUGUSTANA

 

Cosmas Indicopleustes

floruit 550 p. Chr. n.

 

Χριστιανικὴ Τοπογραφία

 

Λόγος βʹ

 

___________________________________________________

 

 

 

ΛΟΓΟΣ Βʹ

 

Ὑποθέσεις χριστιανικαὶ περὶ σχημάτων καὶ τοποθεσίας παντὸς τοῦ κόσμου ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ἔχουσαι.

 

β.1

Ὅσην μὲν ἀναβολὴν ἐποιησάμην περὶ τὴν τῶν σχημάτων τοῦ κόσμου συγγραφήν, πολλάκις καὶ ἑτέρων ἡμᾶς εἰς τοῦτο προτρεψαμένων ἀνδρῶν θαυμασίων, αὐτὸς πάντων ἄμεινον οἶσθα, ὦ τὰ πάντα φίλε θεόφιλέ τε καὶ χριστόφιλε καὶ πάντων ἁγίων ἀνδρῶν φερώνυμε Πάμφιλε, ἐπιγείου μὲν Ἱερουσαλὴμ πάροικος τυγχάνων, οὐρανίου δὲ σὺν πρωτοτόκοις πολίτης ἀπογεγραμμένος. Ἄνωθεν μὲν ἐξ ἀκοῆς θερμοτάτηι συνδεδεμένος φιλίαι, τῆς δὲ κατὰ πρόσωπον θέας νυνὶ ἀπολαύσας τῆς σῆς, ὅτε τῆι τοῦ Θεοῦ βουλῆι ἐξ Ἱεροσολύμων πρὸς ἡμᾶς ἐνταῦθα, τῆι μεγίστηι Ἀλεξάνδρου πόλει, παρεγένου, ἐνοχλῶν ἡμῖν περὶ τούτου οὐ διέλειπες, ἀσθενῶν ἡμῶν τυγχανόντων τῶι σώματι, ταῖς τε ὄψεσι καὶ τῆι ξηρότητι τῆς γαστρὸς πιεζομένων, καὶ συνεχῶς λοιπὸν ἐκ τούτου ἀσθενείαις συχναῖς περιπιπτόντων, ἄλλως τε δὲ καὶ τῆς ἔξωθεν ἐγκυκλίου παιδείας λειπομένων καὶ ῥητορικῆς τέχνης ἀμοιρούντων καὶ στωμυλίαι λόγων ἢ κομπῶι χαρακτῆρι συνθεῖναι λόγον οὐκ εἰδότων, καὶ ταῖς τοῦ βίου πλοκαῖς ἀσχολουμένων.

β.2

Αὐτὸς οὐδὲν ἧττον ἐνοχλῶν ἡμῖν οὐ διέλειπες, ὡς λόγον ἡμᾶς ἔγγραφον ἐκθεῖναι περὶ τῆς σκηνῆς τῆς ἐν τῆι ἐρήμωι διὰ Μωϋσέως κατασκευασθείσης, ἣ τύπος ἦν καὶ ὑπογραφὴ παντὸς τοῦ κόσμου, καθὰ καὶ παρόντι διὰ ζώσης φωνῆς ἐξηγησάμην, οὐκ οἴκοθεν ὁρμηθείς, οὐδ᾽ ἐξ ἐμαυτοῦ πλασάμενος ἢ στοχασάμενος, ἀλλ᾽ ἐκ τῶν θείων Γραφῶν παιδευθείς, καὶ διὰ ζώσης δὲ φωνῆς παραλαβὼν ὑπὸ τοῦ θειοτάτου ἀνδρὸς καὶ μεγάλου διδασκάλου Πατρικίου, ὃς τάξιν ἀβραμιαίαν πληρῶν ἐκ Χαλδαίων παραγεγονὼς ἅμα τῶι ἐν ἁγίοις τότε μαθητῆι Θωμᾶι τῶι ἐξ Ἐδέσσης αὐτῶι πανταχοῦ ἀκολουθήσαντι, νυνὶ δὲ ἐν τῶι Βυζαντίωι βουλήσει Θεοῦ τὸν βίον μεταλλάξαντι, μετέδωκε θεοσεβείας καὶ γνώσεως ἀληθεστάτης, ὃς καὶ αὐτὸς νυνὶ ἐκ θείας χάριτος ἐπὶ τοὺς ὑψηλοὺς καὶ ἀρχιερατικοὺς θρόνους ἀνήχθη τῆς ὅλης Περσίδος, καθολικὸς ἐπίσκοπος τῶν αὐτόθι κατασταθείς.

β.3

Ἐμοῦ δὲ λίαν εἰς τοῦτο ἀποροῦντος, μάλιστα διὰ τοὺς φιλεγκλήμονας, ὧν εὔπορος ἡ διαβολὴ καὶ πολλὰς ὕλας τοῦ σκώπτειν ἔχουσα, ὄκνος οὐχ ὁ τυχών με κατεῖχεν. Αὐτὸς δὲ πάλιν προὔτρεπες κατακρίμασι βαρῶν ἐπὶ τὸ συγγράφειν, φάσκων τῶι βίωι χρήσιμον εἶναι τὸ σύνταγμα πρὸς μάθησιν καὶ κατανόησιν θείων δογμάτων καὶ ἀνατροπὴν ἑλληνικῶν προλήψεων, καὶ ὅπως ἅπας ὁ σκοπὸς τῆς θείας Γραφῆς εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορᾶι, μάλιστα τοῦ Ἀποστόλου λέγοντος· «Οἴδαμεν γάρ, φησίν, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῆι, οἰκοδομὴν ἔχομεν ἐκ Θεοῦ ἀχειροποίητον, οἰκίαν αἰώνιον ἐν τοῖς οὐρανοῖς.»

β.4

Ταῦτα καὶ τὰ τοιαῦτα ὑμῶν φασκόντων, καὶ ταῖς τῆς σῆς θεοσεβείας κελεύσεσι μὴ δυνάμενος ἀντειπεῖν καθῆκα ἐμαυτὸν εἰς τοῦτο, τὰς σὰς εὐχὰς συλλαβέσθαι μοι θαρρῶν, τήν τε θείαν χάριν ἡμῖν προσγενέσθαι δεόμενος ἐν ἀνοίξει τοῦ στόματος, ἧς ἄνευ οὐδὲν δυνάμεθα κατορθῶσαι, ὅπως δυνηθείημεν ἄνευ κεκομψευμένου καὶ τεχνικοῦ λόγου, ἐν ἰδιωτικοῖς τε καὶ ἀπλάστοις ῥήμασι, τὴν ἰδίαν ἰσχὺν τῆς χάριτος δεικνυούσης, διδάσκειν τε τοὺς αὐτῆς τροφίμους καὶ δογμάτων θείων εἴδησιν καὶ βίους ἀνδρῶν εὐαρέστων, καὶ σχήματα γενέσεως κόσμου λέγειν ἀδιστάκτως, καὶ συγγράφειν προθύμως καὶ μεταδιδόναι ἀφθόνως, ἅπερ καὶ ἡμεῖς παρὰ τοῦ Θεοῦ δωρεὰν ἐλάβομεν.

β.5

Τελέσαντες τοίνυν, ὦ θεόφιλε, τὸν πρῶτον λόγον περὶ τῶν πεπλασμένων χριστιανῶν, καὶ ἐλέγξαντες ὡς ἀδυνάτοις ἐπιχειροῦσιν, ὅσον ἐνῆν, ὡς ἔγωγε οἶμαι, οὐ τὴν κοσμιότητα τῶν λόγων ἀνατρέπειν ἐπιχειροῦντεςμὴ γένοιτο, ἀλλὰ τὰ πλάσματα καὶ τοὺς μύθους τῶν ἑλληνικῶν ὑποθέσεων ἀπωθούμενοι καὶ πέρας ἐπιτεθεικότες τῶι λόγωι ἐφαπτόμεθα νυνὶ τῆς ὑμετέρας κελεύσεως ὑποθέσεις χριστιανικὰς ἐν τούτωι πρῶτον τῶι δευτέρωι λόγωι διηγούμενοι περὶ σχημάτων καὶ τοποθεσίας τοῦ κόσμου· εἶθ᾽ οὕτως ἐν τῶι τρίτωι, ὅτι βεβαία ἐστὶ καὶ ἀξιόπιστος ἡ θεία Γραφή, Παλαιά τε καὶ Καινὴ Διαθήκη, αὐτὴ καθ᾽ ἑαυτήν, διηγουμένη καὶ ἀποφαινομένη καὶ τὸ χρήσιμον τῶν σχημάτων· ἔτι τε πάλιν ἐν τῶι τετάρτωι ἀνακεφαλαίωσιν καὶ διαγραφὴν τῶν τοῦ κόσμου σχημάτων· ὁμοίως ἐν τῶι πέμπτωι διαγραφὴν τῆς σκηνῆς τῆς ἐν τῆι ἐρήμωι κατασκευασθείσης, καὶ τῶν προφητῶν καὶ ἀποστόλων τὴν συμφωνίαν. Ἔστω τοίνυν αὕτη ἡ βίβλος Χριστιανικὴ Τοπογραφία περιεκτικὴ παντὸς τοῦ κόσμου παρ᾽ ἡμῶν ὠνομασμένη, ἀποδείξεις ἔχουσα ἐκ τῆς θείας ὄντως Γραφῆς, περὶ ἧς ἀμφισβητεῖν χριστιανοὺς οὐ δέον. Τῆς οὖν ἄνωθεν, ὡς εἴρηται, ῥοπῆς συνεργούσης ἡμῖν διὰ τῶν ὑμετέρων προσευχῶν, ἀρχόμεθα λέγειν τὰς ἡμετέρας ὑποθέσεις.

β.6

Λέγει τοίνυν ὁ θεῖος κοσμογράφος Μωϋσῆς· «Ἐν ἀρχῆι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ὑποτιθέμεθα τοίνυν οὐρανὸν ἅμα καὶ γῆν περιεκτικὰ τοῦ παντὸς ὑπάρχειν, ὡς περιέχοντα τὸ πᾶν ἔνδον ἑαυτῶν. Ὅτι δὲ ταῦθ᾽ οὕτως ἔχει, αὐτὸς πάλιν βοᾶι· «Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.» Ὁμοίως πάλιν λέγει· «Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν.» Ἀνακεφαλαιούμενος δὲ πάλιν καὶ τὴν βίβλον ὀνομάζων φησὶν οὕτως· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς», ὡσανεὶ περιεκτικῶν αὐτῶν ὄντων καὶ συσσημαίνεσθαι ὀφειλόντων πάντων τῶν ἐν αὐτοῖς.

β.7

Εἰ γὰρ κατὰ τοὺς πεπλασμένους χριστιανοὺς ὁ οὐρανὸς μόνος περιέχει τὸ πᾶν, οὐκ ἂν ἔλεγε τὴν γῆν σὺν τῶι οὐρανῶι, ἀλλ᾽· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ.» Ἀλλὰ μὴν τοῦτο οὐ φαίνεται πεποιηκώς, οὔτε ἕτερός τις τῶν προφητῶν· εὔδηλον ὡς ἀμφότερα οἶδε τοῦ παντὸς περιεκτικὰ τυγχάνειν, καὶ πᾶς δὲ ὁ χορὸς τῶν δικαίων καὶ προφητῶν τὸν οὐρανὸν ἀεὶ σὺν τῆι γῆι συσσημαίνουσι. Καὶ ἄκουσον ἑκάστου λέγοντος. Μελχισεδὲκ πρῶτος εὐλογῶν τὸν Ἀβραάμ φησιν οὕτως· «Εὐλογημένος Ἀβρὰμ τῶι Θεῶι τῶι ὑψίστωι, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.» Δεύτερος Ἀβραάμ φησιν· «Ἐκτενῶ τὴν χεῖρά μου πρὸς Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ πάλιν· «Ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ἐξορκίζω σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς.» Καὶ πάλιν· «Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου.»

β.8

Ἔτι ὁ Δαυΐδ· «Εὐλογημένοι ὑμεῖς τῶι Κυρίωι τῶι ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ πάλιν· «Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν ἐν τῶι οὐρανῶι καὶ ἐν τῆι γῆι.» Καὶ πάλιν· «Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.» Ὁμοίως Ὠσηὲ οὕτως φησίν· «Ἐγὼ Κύριος ὁ Θεός σου ὁ στερεῶν τὸν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ.» Ζαχαρίας· «Ἐκτείνων τὸν οὐρανὸν καὶ θεμελιῶν τὴν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῶι.»

β.9

Ἠσαΐας οὕτως λέγει· «Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῆι καὶ διδοὺς πνοὴν τῶι λαῶι τῶι ἐπ᾽ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν.» Καὶ πάλιν· «Ἐγὼ Κύριος συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν.» Καὶ πάλιν· «Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ᾽ αὐτῆς. Ἐγὼ τῆι χειρί μου ἐστερέωσα τὸν οὐρανόν.» Καὶ πάλιν· «Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ Θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, οὖτος διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι.» Καὶ πάλιν· «Ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐθεμελίωσε τὸν οὐρανόν.» Καὶ πάλιν· «Ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν.» Καὶ πάλιν· «Οὕτως λέγει Κύριος, ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;» Καὶ πάλιν· «Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ἧι ἔστησα τὸν οὐρανὸν καὶ τὴν γῆν ἐθεμελίωσα.» Καὶ πάλιν· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῆι ὡσεὶ ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.»

β.10

Ὁμοίως καὶ Ἱερεμίας λέγει οὕτως· «Οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῆι ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῆι σοφίαι αὐτοῦ, καὶ ἐν τῆι φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν καὶ πλῆθος ὕδατος ἐν οὐρανῶι, καὶ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.» Ὁμοίως καὶ Δανιὴλ οὕτως λέγει ἐκ προσώπου τῶν τριῶν παίδων· «Εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον· εὐλογείτω ἡ γῆ τὸν Κύριον.»

β.11

Ὁ δὲ Ἀπόστολος διδάσκων τοὺς ἐν Ἀθήναις δεισιδαίμονας Ἀρεοπαγίτας οὕτως ἐβόα· «Ὁ Θεὸς ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῶι, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος.» Καὶ πάλιν ἐν τῆι Λυκαονίαι ἐβόα τοῖς πλανωμένοις καὶ θύειν αὐτοῖς βουλομένοις· «Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.» Ἀλλὰ καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις φησίν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Πάσης οὖν τῆς θείας Γραφῆς, Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, σημαινούσηςκαὶ οὕτως συνήθως κατακεχρημένηςὡς οὐρανοῦ καὶ γῆς ἔνδον ὑπάρχουσι πάντα, πῶς οἷόν τε χριστιανὸν εἶναι τὸν τούτοις πᾶσιν ἀπιστοῦντα καὶ ἔνδον λέγοντα τοῦ οὐρανοῦ μόνου πάντα;

β.12

Περιεκτικῶν τοίνυν τοῦ παντὸς ὑπαρχόντων τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς, θεμελιοῦσθαι λέγομεν τὴν γῆν ἐπὶ τὴν ἑαυτῆς ἀσφάλειαν παρὰ τοῦ δημιουργοῦ πάλιν κατὰ τὴν θείαν Γραφὴν ἐπ᾽ οὐδενὶ σώματι. Λέγει γὰρ ἐν τῶι Ἰώβ· «Ὁ κρεμνῶν τὴν γῆν ἐπ᾽ οὐδενός.» Καὶ πάλιν· «Ποῦ ἦς ἐν τῶι θεμελιοῦν με τὴν γῆν; Ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; Ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾽ αὐτῆς; Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι; Τίς δέ ἐστιν ὁ βαλὼν λίθον ἀκρογωνιαῖον ἐπ᾽ αὐτήν;» Ὁμοίως καὶ ὁ Δαυΐδ φησιν· «Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.»

β.13

Τῆι οὖν δυνάμει τοῦ τὰ πάντα γενεσιουργήσαντος Θεοῦ λέγομεν αὐτὴν θεμελιοῦσθαι καὶ περικρατεῖσθαι. «Φέρων τε τὰ πάντα», φησὶν ὁ Ἀπόστο λος, «τῶι ῥήματι τῆς δυνάμεως αὐτοῦ.» Εἰ γὰρ ἦν ὑποκάτω αὐτῆς ἢ ἔξωθεν αὐτῆς οἱονδήποτε σῶμα, οὐχ ἵστατο, ἀλλὰ κατέπιπτε, τοῦτο φυσικώτερον ἐν πᾶσι θεωρούμενον. Εἰ γὰρ ἀέρα τις ὑπόθοιτο ἢ ὕδωρ ἢ πῦρ, πάντως ἐν τούτοις κατέπιπτε βαρυτέρα τούτων ὑπάρχουσα. Ὡς βαρυτέραν τοίνυν τῶν ὅλων σωμάτων, ὁ Θεὸς αὐτὴν θεμέλιον τοῦ παντὸς ἔθηκεν, ἑδράσας τῆι ἰδίαι ἀσφαλείαι.

β.14

Ὥσπερ γὰρ εἴ τις ὑπόθοιτο χῶρον ἕνα ἔχοντα βάθος πηχῶν ἑκατόν, γέμει δὲ ὁ χῶρος ἐκεῖνος σώματος παχυτέρου οἷον ὕδατος, κρατήσας δέ τις λίθον τῆι χειρὶ ἄνωθεν ἀπολύσει, πόσωι διαστήματι χρόνου τὸ βάθος καταλήψεται; Ἐρεῖ τις πάλιν καθ᾽ ὑπόθεσιν ὡρῶν τεσσάρων. Ἔτι δὲ λεπτοτέρου σώματος ὑποθέμενος γέμειν τὸν χῶρον, οἷον ἀέρος, πόσωι πάλιν διαστήματι χρόνου τὸ βάθος καταλήψεται; Δῆλον ὅτι βραχυτέρωι, ὡσανεὶ ὡρῶν δύο. Πάλιν ἔτι λεπτοτέρου σώματος ὑποθέμενος, μιᾶς ὥρας εὑρήσει, καὶ ἔτι πάλιν λεπτοτέρου σώματος ὑποθέμενος, ἡμιωρίου. Καὶ ἔτι πάλιν λεπτοτάτου, πάλιν βραχυτέρου εὑρήσει, μέχρι καὶ τοῦ σώματος λεπτυνομένου καὶ εἰς ἀσώματον καταντήσαντος ἐξ ἀνάγκης καὶ ὁ χρόνος εἰς ἄχρονον λήξει.

β.15

Οὕτως καὶ ἐνταῦθα ἐν οὐδενὶ σώματι παντελῶς, ἀλλ᾽ ἀσωμάτωι, ἀνάγκη ἀχρόνως καταλαμβάνειν τὸ βαρὺ σῶμα τοῦ παντὸς χώρου τὸ βάθος καὶ ἵστασθαι. Οὕτως οὖν ὁ Θεὸς φυσικῶς ἐπ᾽ οὐδενί, κατὰ τὴν Γραφήν, τὴν γῆν κρεμάσας καὶ ἑδράσας κατειληφυῖαν τὸ βάθος τοῦ χώρου, ἐθεμελίωσεν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

β.16

Εἰ δὲ καὶ πάλιν ἐξ ἀναιδείας τις φιλονεικῶν ἔξωθεν γῆς καὶ οὐρανοῦ τόπον ὑπόθοιτο ἐξ ἑτέρου ἀοράτου καὶ πεπλασμένου σώματος, ἄπειρον μὲν καὶ ἐπ᾽ ἄπειρον ἐπί τινος κἀκεῖνο ἵσταται. Ὅμως σὺν Θεῶι καὶ εἰς τοῦτο ἀπαντῶμεν φυσικώτερον, εἰ καὶ χάος τις ὑπόθοιτο τὸν χῶρον ἐκεῖνον, ὅτι τοῦ μὲν οὐρανοῦ κούφου καὶ ἀνωφεροῦς ὑπάρχοντος, τῆς δὲ γῆς βαρείας καὶ κατωφεροῦς, ἄκρα δὲ ἄκροις συνδεδεμένα, τοῦ μὲν ἀνωφεροῦς, τῆς δὲ κατωφεροῦς, ἄλληλα ἀντιπερισπώμενα, συμβαστάζουσι καὶ ἀκίνητα διαμένουσι.

β.17

Θεμελιώσας τοίνυν ὁ Θεὸς τὴν γῆν ἐπὶ τὴν αὐτῆς ἀσφάλειαν, ἐπιμήκη οὖσαν, τὸν οὐρανὸν κατ᾽ ἄκρα τοῖς ἄκροις τῆς γῆς συνέδησε· στήσας μὲν κάτωθεν τὰ ἄκρα τοῦ οὐρανοῦ ἐκ τεσσάρων μερῶν, ἄνωθεν δὲ ὑψηλότατα πάνυ ἐπὶ τὸ μῆκος τῆς γῆς καμαρώσας, εἰς δὲ πλάτος τῆς γῆς τὰ ἄκρα τοῦ οὐρανοῦ ἀπὸ κάτωθεν ἕως ἄνω τειχίσας καὶ ἀποκλείσας τὸν χῶρον, οἶκον, ὡς ἄν τις εἴποι, παμμεγέθη ὡς ἐν τάξει θόλου καμαροειδοῦς ἐπιμήκους ἐποίησεν. «Ὁ στήσας» γὰρ «τὸν οὐρανὸν ὡς καμάραν» φησὶν ὁ προφήτης Ἠσαΐας.

β.18

Περὶ δὲ τοῦ κεκολλῆσθαι τὸν οὐρανὸν τῆι γῆι ἐν τῶι Ἰὼβ γέγραπται οὕτως· «Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε, κέχυται δὲ ὥσπερ γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον.» Τὸ εἰς γῆν αὐτὸν κλῖναι καὶ τὸ κολλῆσαι αὐτὸν πῶς οὐ φανερῶς δηλοῖ ὅτι ἄκρα ἄκροις τῆι γῆι συνδέδεται ἱστάμενος ὡς καμάρα; Τὸ γὰρ κλῖναι αὐτὸν καὶ κολλῆσαι αὐτὸν τῆι γῆι ἐπὶ σφαίρας οὐ δύναται νοεῖσθαι.

β.19

Καὶ ὁ Μωϋσῆς δὲ διαγράφων ἐν τῆι σκηνῆι τὴν τράπεζαν, τύπον ὑπάρχουσαν τῆς γῆς, τὸ μῆκος αὐτῆς δύο πήχεων προσέταξε γενέσθαι, καὶ τὸ πλάτος πήχεως ἑνός. Οὕτως οὖν, καθὼς εἶπεν Ἠσαΐας, τὸ σχῆμα τοῦ οὐρανοῦ τοῦ πρώτου, τοῦ γεγονότος ἐν τῆι πρώτηι ἡμέραι, τοῦ σὺν τῆι γῆι γεγονότος, τοῦ περιέχοντος τὸ πᾶν σὺν τῆι γῆι, τοῦ καμαροειδοῦς, καὶ ἡμεῖς λέγομεν. Καὶ ὡς ἐν τῶι Ἰὼβ λέλεκται κεκολλῆσθαι τῆι γῆι τὸν οὐρανόν, πάλιν οὕτως λέγομεν. Ἀλλὰ καὶ ἐκ τοῦ Μωϋσέως μεμαθηκότες ὅτι ἐπὶ τὸ μῆκος πλέον ἡ γῆ ἐκτέταται, λέγομεν πάλιν μεμαθηκότες πείθεσθαι τῆι θείαι ὄντως Γραφῆι.

β.20

Εἶτα λοιπὸν ἐπειδὴ καὶ τὰ ὕδατα καὶ ἀγγέλους καί τινα ἕτερα σὺν τῆι γῆι καὶ αὐτῶι τῶι πρώτωι οὐρανῶι ὁ Θεὸς ἀθρόως παρήγαγε, ποιεῖ ἐπ᾽ ὄψεσιν αὐτῶν τῆι δευτέραι ἡμέραι, ὥσπερ ἰδίοις κτίσμασι κεχρημένοςἐκ τῶν ὑδάτων πήξας ὥσπερ ἐξ ὕλης, τὸν δεύτερον τοῦτον οὐρανὸν καὶ ὁρώμενον, καθ᾽ ὁμοιότητα τῶι εἴδει, οὐ τῶι σχήματι τοῦ πρώτου οὐρανοῦ, καὶ μεσάζει τὸ ὕψος τὸ ἀπὸ τῆς γῆς ἕως τοῦ προτέρου οὐρανοῦ. Κἀκεῖ ἁπλώσας ἐκτείνει δι᾽ ὅλου τοῦ χώρου κατὰ τὸ εὖρος, ὥσπερ ἐπὶ στέγης μέσης, καὶ συνδεσμεῖ τὸ στερέωμα τῶι πρώτωι οὐρανῶι, διελὼν καὶ μερίσας τὰ λοιπὰ ὕδατα, τὰ μὲν ἐπάνω τοῦ στερεώματος, τὰ δὲ εἰς τὴν γῆν ἐάσας ὑποκάτω τοῦ στερεώματος, καθὰ διηγεῖται ὁ θεῖος Μωϋσῆς, καὶ ποιεῖ τὸν ἕνα χῶρον, ἤτοι οἶκον, δύο οἴκους, τουτέστιν ἀνάγαιον καὶ κατάγαιον. Πάλιν γὰρ λέγει ἡ θεία Γραφὴ περὶ τοῦ δευτέρου οὐρανοῦ οὕτως, παρὰ μὲν τῶι Μωϋσῆι· «Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν», παρὰ δὲ τῶι θεσπεσίωι Δαυΐδ· «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν». Ἐπάγει γάρ· «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῶια αὐτοῦ», σαφῶς περὶ αὐτοῦ τοῦ στερεώματος ἐξειπών.

β.21

Πολλάκις δὲ καὶ τοὺς δύο συμπεριλαμβάνουσα ἡ Γραφὴ ὡς ἐφ᾽ ἑνὸς ἑνικῶς ἐκφωνεῖ λέγουσα διὰ Ἠσαΐου· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν», τὸ μὲν «ὡς καμάραν» ἐπὶ τοῦ πρώτου οὐρανοῦ, τὸ δὲ «διατείνας ὡς σκηνὴν» περὶ τοῦ στερεώματος εἰποῦσα, ὡς συνδεδεμένους καὶ ὁμοίους τῶι εἴδει ἀμφοτέρους ἑνικῶς ἐκφωνήσασα. Ὁ δὲ Δαυΐδ οὕτως λέγει· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», δυϊκῶς μὲν ἀρξάμενος, ἑνικῶς δὲ καταλήξας. Ἐπειδὴ γὰρ κατὰ τὸ τῆς ἑβραΐδος γλώττης ἰδίωμα οὐρανοὶ καὶ οὐρανὸς ὁμοίως ἐκφωνεῖται, συνδέδενται δὲ καὶ ἀμφότεροι ὡς εἷς καὶ ὅμοιοί εἰσι κατ᾽ αὐτὸ τὸ εἶδος καὶ τὴν πρόσοψιν, ἀδιαφόρως ἡ θεία Γραφὴ καὶ πληθυντικῶς καὶ ἑνικῶς καλεῖ ἐπὶ τοῦ οὐρανοῦ.

β.22

Τούτωι γὰρ τῶι ἰδιώματι κεχρημένος ὁ μακάριος Δαυῒδ βοᾶι· «Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν», ἵνα εἴπηι ἑνικώτερον «ὁ οὐρανὸς τοῦ οὐρανοῦ», ἐπιφέρει γάρ· «Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν», σαφῶς καὶ ἐνταῦθα πληθυντικῶς μὲν εἰπὼν «οὐρανῶν», περὶ δὲ τοῦ στερεώματος δηλώσας τοῦ ἔχοντος ἐπάνω τὰ ὕδατα. Ἑπόμενος γὰρ τῶι ἰδιώματι, ἀντὶ τοῦ εἰπεῖν «ὁ οὐρανὸς τοῦ οὐρανοῦ», εἶπεν «οἱ οὐρανοὶ τῶν οὐρανῶν.» Αὐτὸς γὰρ πάλιν καὶ ἑτέρωθί φησιν· «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῶι Κυρίωι, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων», «οὐρανὸν οὐρανοῦ» καλέσας τὸν πρῶτον τὸν καμαροειδῆ, ὃς οὐρανός ἐστι τοῦ στερεώματος, ὡς ἀνώτερος καὶ ὑψηλότερος αὐτοῦ ὑπάρχων.

β.23

Καὶ ὁ ἱεροφάντης δὲ Μωϋσῆς ἐν τῶι Δευτερονομίωι φησὶν οὕτως· «Ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῆι.» Ἀλλὰ καὶ ὁ μέγας Ἀπόστολος κέχρηται τούτωι τῶι ἰδιώματι βοῶν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα», ἀρξάμενος μὲν πληθυντικῶς, ἐπὶ τὸ ἑνικὸν δὲ λήξας «ἐξ οὗ» ἑνικῶς εἰπών. Πολλάκις δὲ καὶ ὁ Δαυῒδ κατακέχρηται τῶι τοιούτωι ἰδιώματι βοῶν· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν», καὶ μετὰ τὸ εἰπεῖν ὅτι καὶ «Ἐκ τῆς γῆς αἰνεῖτε αὐτόν», συντελῶν λέγει· «Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ», ἀλλὰ καί· «Τῶι ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει», καὶ ὅσα κατὰ τὸ μέρος τοῦτο διηγεῖται.

β.24

Τὸ δὲ σχῆμα τῆς γῆς εἴπαμεν ἐπίμηκες ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, καὶ εὖρος ἀπὸ ἄρκτου ἐπὶ μεσημβρίαν· διαιρεῖσθαι δὲ ταύτην εἰς δύο, μεσαζούσης κυκλόθεν τῆς θαλάσσης, τοῦ λεγομένου παρὰ τοῖς ἔξω Ὠκεανοῦ, καὶ κυκλούσης ταύτην τὴν γῆν, ἣν νῦν οἰκοῦμεν οἱ ἄνθρωποι, κἀκείνην, ἧς τὰ ἄκρα τοῦ οὐρανοῦ τοῖς ἄκροις αὐτῆς συνδέδενται, ἣ καὶ κυκλοῖ τὸν Ὠκεανόν, ἥν ποτε ὠικοῦμεν οἱ ἄνθρωποι κατὰ ἀνατολάς, πρὶν γενέσθαι ἐπὶ Νῶε τὸν κατακλυσμόν, ἔνθα καὶ ὁ παράδεισός ἐστι.

β.25

Περάσαντες ἐπὶ τοῦ κατακλυσμοῦ εἰς ταύτην τὴν γῆν διὰ τῆς κιβωτοῦ παραδόξως τὸν Ὠκεανὸν ἐπὶ τὰ μέρη τῆς Περσίδος, ἔνθα καὶ ἐκάθισεν ἡ κιβωτὸς εἰς τὰ ὄρη Ἀραρὰτ διασώσασα τόν τε Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ σὺν ταῖς γυναιξὶν αὐτῶν, ὡς εἶναι ζυγὰς τέσσαρας, καὶ τὰ ἄλογα πάντα, τὰ μὲν καθαρὰ ἀπὸ ζυγῶν τριῶν, τὰ δὲ θηριώδη ἀπὸ ἑνὸς ζευγαρίου, ἐπειδὴ τὸ περισσὸν ἓν ἀπὸ πάντων τῶν καθαρῶν θυσίαν τῶι Θεῶι ἀνενέγκας φαίνεται ὁ Νῶε· ὥστε οἱ μὲν ἄνθρωποι ζυγαὶ τέσσαρες ἦσαν, τὰ δὲ καθαρὰ ἄλογα ἀπὸ ζυγῶν τριῶν καὶ τὰ ἄγρια ἀπὸ ἑνὸς ζευγαρίου.

β.26

Καὶ περάσασα εἰς τὴν γῆν ταύτην, εἰς ἣν νῦν ἐκ τότε οἰκοῦμεν, διαμεμερισμένοι τὴν γῆν υἱοὶ τοῦ Νῶε οἱ τρεῖς, ὅ τε Σὴμ καὶ οἱ ἐκ τούτου ἀπὸ Ἀσίας ἕως ἔσω ἀνατολῶν τοῦ Ὠκεανοῦ, καὶ ὁ Χὰμ καὶ οἱ ἐκ τούτου ἀπὸ τῆς δύσεως τῶν λεγομένων Γαδείρων ἕως τοῦ Ὠκεανοῦ τῆς Αἰθιοπίας τῆς καλουμένης Βαρβαρίας, πέραν τι πέρα τοῦ Ἀραβίου κόλπου, παρατεί νοντες ἕως τῆς ἡμετέρας θαλάσσης, Παλαιστίνης λέγω καὶ Φοινίκης, πάντα τὰ νότια μέρη, καὶ πᾶσαν τὴν Ἀραβίαν, τὴν καθ᾽ ἡμᾶς καὶ τὴν καλουμένην Εὐδαίμονα, καὶ ὁ Ἰάφετ καὶ οἱ ἐκ τούτου ἀπὸ τῶν βορειοτέρων μερῶν, τῶν Μηδικῶν λέγω καὶ Σκυθῶν, μέχρι τοῦ Ὠκεανοῦ κατὰ τὴν δύσιν, ἕως ἔξω Γαδείρων, καθὰ καὶ ἐν τῆι Γενέσει γέγραπται παρὰ τοῦ θεσπεσίου Μωϋσέως περὶ τῶν τριῶν τούτων ἐν τῶι διαμερισμῶι τῆς γῆς οὕτως· «Υἱοὶ Ἰάφετ, Γάμερ καὶ Μαγὼγ καὶ Μαδαῒ καὶ Ὑωουὰν καὶ Ἐλισά», ἵνα εἴπηι τὰ ὑπερβόρειαἔθνη τῶν Σκυθῶν καὶ Μήδων, εἶθ᾽ οὕτως Ἴωνας καὶ Ἑλλαδικούς, ὁμοίως καὶ «Θοβὲλ καὶ Μωσὼχ καὶ Θήρας», ἵνα τὰ πλησίον αὐτῶν δηλώσηι.

β.27

«Θήρας» γὰρ τοὺς Θρᾶικας καλεῖ καὶ ἐκ τούτων λέγει ἀφωρίσθαι εἰς τὰς νήσους τῶν ἐθνῶν καὶ τὰ παραθαλάσσια· τοῦτο γὰρ δηλοῖ «Θαρσεῖς». «Κητίους» δὲ τοὺς τῆς Κύπρου καλεῖ καὶ «Ῥοδίους» τοὺς τῆς Ῥόδου. «Υἱοὶ δὲ Χάμ, Χοὺς καὶ Μεσραείμ», ἵνα εἴπηι Αἰθίοπας καὶ Αἰγυπτίους· λοιπὸν «Φοὺθ καὶ Χαναάν», ἵνα εἴπηι Λίβυας καὶ τὰ πλησίον ἔθνη· «υἱοὶ δὲ Χούς, Σαβὰ καὶ Εὐηλᾶ», ἵνα εἴπηι Ὁμηρίτας καὶ τοὺς πλησίον, ὁμοίως καὶ τὰ καθεξῆς ὅλα τὰ εἰς τὰ νότια μέρη ὄντα ἔθνη. Καὶ τοὺς Χαναναίους ἐκ τοῦ Μεσραεὶμ λέγει εἶναι, τουτέστι τοὺς Αἰγυπτίους καὶ τοὺς Σιδονίους καὶ πάντα τὰ ἔθνη τὰ πλησίον. «Υἱοὶ δὲ Σήμ, Ἐλὰμ καὶ Ἀσούρ», τουτέστιν Ἐλαμίτας καὶ Ἀςρίους καὶ τὰ λοιπὰ ἔθνη καὶ ὅσα ἐξ αὐτῶν ἐπεκτάθησαν ἕως Ἀσίας καὶ ἐπὶ ἀνατολήν, Περσῶν, Οὔννων, Βάκτρων, Ἰνδῶν ἕως τοῦ Ὠκεανοῦ.

β.28

Ἔνθεν οὖν λαβόντες καὶ οἱ ἔξωθεν εἰς τρία μέρη διαιροῦσι πᾶσαν τὴν γῆν, Ἀσίαν καὶ Λιβύην καὶ Εὐρώπην, Ἀσίαν μὲν τὴν ἀνατολὴν καλοῦντες, Λιβύην δὲ τὸν νότον ἕως τῆς δύσεως, Εὐρώπην δὲ τὸν βορρᾶν, ἕως πάλιν τῆς δύσεως ὅλης.

β.29

Εἰσὶ δὲ ἐν ταύτηι τῆι γῆι εἰσβάλλοντες ἐκ τοῦ Ὠκεανοῦ, καθὼς καὶ οἱ ἔξωθεν ἐν τούτωι ἱστοροῦντες ἀληθεύουσι, κόλποι τέσσαρες, οὗτος ὁ παρ᾽ ἡμῖν ὁ κατὰ τὴν Ῥωμανίαν ἀπὸ τῶν Γαδείρων, κατὰ τὸ δυτικὸν μέρος τῆς γῆς εἰσβάλλων, καὶ ὁ Ἀράβιος ὁ καλούμενος Ἐρυθραῖος καὶ ὁ Περσικός, εἰσβάλλοντες ἀμφότεροι ἐκ τοῦ λεγομένου Ζιγγίου, ἐπὶ τὸ νότιον καὶ ἀνατολικώτερον μέρος τῆς γῆς ἀπὸ τῆς λεγομένης Βαρβαρίας, ἔνθα καὶ ἡ γῆ τῆς Αἰθιοπίας τέλος ἔχει. Ἴσασι δὲ τὸ λεγόμενον Ζίγγιον οἱ τὴν Ἰνδικὴν θάλατταν διαπερῶντες, περαιτέρω τυγχάνον τῆς λιβανωτοφόρου γῆς τῆς καλουμένης Βαρβαρίας, ἣν καὶ κυκλοῖ ὁ Ὠκεανὸς εἰσβάλλων ἐκεῖθεν εἰς ἀμφοτέρους τοὺς κόλπους. Καὶ ὁ τέταρτος ἐκ τοῦ βορείου μέρους τῆς γῆς εἰσβάλλων ἀνατολικώτερος, ὁ καλούμενος Κασπία θάλασσα, ἤτοι Ὑρκανία. Οὗτοι γὰρ μόνοι οἱ κόλποι πλέονται, ἀδυνάτου ὑπάρχοντος τοῦ Ὠκεανοῦ πλέεσθαι διὰ τὸ πλῆθος τῶν ῥευμάτων καὶ τῶν ἀναδιδομένων ἀτμῶν καὶ ἀμβλυνόντων τὰς ἀκτῖνας τοῦ ἡλίου, καὶ τὸ πολλὰ διαστήματα ἔχειν. Ταῦτα δὲ παραλαβὼν ἐκ τοῦ θείου, ὡς εἴρηται, ἀνδρός, ἤτοι καὶ αὐτῆς τῆς πείρας, ἐσήμανα· ἐμπορίας γὰρ χάριν ἔπλευσα τοὺς τρεῖς κόλπους, τόν τε κατὰ τὴν Ῥωμανίαν καὶ τὸν Ἀράβιον καὶ τὸν Περσικόν, καὶ ἀπὸ τῶν οἰκούντων δὲ ἢ καὶ πλεόντων τοὺς κόλπους ἀκριβῶς μεμαθηκώς.

β.30

Ἐν οἷς ποτε πλεύσαντες ἐπὶ τὴν ἐσωτέραν Ἰνδίαν καὶ ὑπερβάντες μικρῶι πρὸς τὴν Βαρβαρίαν, ἔνθα περαιτέρω τὸ Ζίγγιον τυγχάνειοὕτω γὰρ καλοῦσι τὸ στόμα τοῦ Ὠκεανοῦ, ἐκεῖ ἐθεωροῦμεν εἰς τὰ δεξιὰ εἰσερχομένων ἡμῶν πλῆθος πετεινῶν πετομένων, ἃ καλοῦσι σοῦσφα· εἰσὶ δὲ ὡς διπλοῖ ἰκτῖνες, καὶ μείζους μικρόν· καὶ δυσαερίαν πολλὴν ἐν τῶι τόπωι, ὡς καὶ δειλιᾶν πάντας. Ἔλεγον γὰρ πάντες οἱ ἐν τῶι πλοίωι ἐμπείρως ἔχοντες, ναῦταί τε καὶ ἐπιβάται, ὅτι ἐγγύς ἐσμεν τοῦ Ὠκεανοῦ, καὶ ἔλεγον τῶι κυβερνήτηι· Ἄπωσαι τὴν ναῦν ἐπὶ τὰ ἀριστερὰ εἰς τὸν κόλπον, μὴ ἐκσύρωμεν τοῖς ῥεύμασι καὶ ἐμπέσωμεν εἰς τὸν Ὠκεανὸν καὶ ἀπολώμεθα. Ὁ γὰρ Ὠκεανὸς εἰς τὸν κόλπον εἰσβάλλων κῦμα μέγα καὶ ἐξαίσιον ἐποίει, ἐκ τοῦ δὲ κόλπου ῥεύματα εἷλκον ἐπὶ τὸν Ὠκεανόν, καὶ ἦν φρικτὸν ἡμῖν πάνυ τὸ θέαμα καὶ δειλία πολλὴ κατεῖχεν ἡμᾶς. Ἐκ τῶν δὲ πετεινῶν ἐκείνων τῶν καλουμένων σοῦσφα ἠκολούθουν ἡμῖν ἐπὶ πολὺ πετόμενα κατὰ τὸ ὕψος, ἅτινα ἐσήμαινον ἐγγὺς εἶναι τὸν Ὠκεανόν.

β.31

Τῆς δὲ γῆς ταύτης, ἧς οἰκοῦμεν, τὰ μὲν βόρεια μέρη καὶ δυτικὰ ὑψηλότατα πάνυ εἰσί, τὰ δὲ ἀνατολικὰ καὶ νότια χθαμαλὰ κατὰ ἀναλογίαν. Ὅσον πλάτος ἔχει ἡ γῆ ἀνεπαισθήτως χθαμαλῶς κειμένη, τοσοῦτον εὑρίσκεται ἔχουσα ὕψος εἰς τὰ βόρεια καὶ δυτικά, περαιτέρω τὸν Ὠκεανὸν ἔχουσα εἰς βάθος κείμενον, τὰ δὲ ἀνατολικὰ καὶ νότια μέρη περαιτέρω τὸν Ὠκεανὸν ἔχουσα οὐκ εἰς βάθος, ἀλλ᾽ ἴσον. Καὶ ἐξ αὐτῶν δὲ τῶν πραγμάτων ἔνεστιν ἰδεῖν ὅτι οἱ πλέοντες τὰ βόρεια καὶ δυτικὰ μέρη «ἀναβολεῖς» καλοῦνται, ὡς ἄνω που ἀνερχόμενοι καὶ βραδυπλοοῦντες ἐν τῶι ἀνέρχεσθαι, ἐν δὲ τῶι ὑποστρέφειν, ὡς ἐξ ὕψους ἐπὶ τὰ κάτω ἐρχόμενοι, ταχυπλοοῦντες καὶ δι᾽ ὀλίγων ἡμερῶν τὸν πλοῦν ἀνύοντες.

β.32

Καὶ οἱ δύο δὲ ποταμοί, Τίγρης καὶ Εὐφράτης, ἀπὸ τῶν βορείων, τουτέστι Περσαρμενίας, ἐπὶ τὰ νότια κατερχόμενοι πολλὰ πάνυ ῥεύματα ἔχουσι, πλείω πολὺ τοῦ παρ᾽ ἡμῖν Νείλου ποταμοῦ, τουτέστι τοῦ Γηῶν. Ὁ γὰρ Νεῖλος οὗτος ποταμὸς ἀπὸ τῶν χθαμαλῶν καὶ νοτίων τόπων ἐπὶ τὰ ὑψηλότερα καὶ βόρεια μέρη ὠθούμενος καὶ ἄνω που τρέχων ὁμαλώτερα πάνυ ῥεύματα ἔχει.

β.33

Τὰ δὲ ἀνατολικὰ καὶ νότια μέρη, ὡς χθαμαλὰ καὶ ἐκ τοῦ ἡλίου περιθαλπόμενα, θερμότερα τυγχάνει, ὅθεν καὶ τὰ σώματα τῶν οἰκούντων τοὺς τόπους μελανώτερα τυγχάνει. Τὰ δὲ βόρεια καὶ δυτικά, ὡς ὑψηλότερα καὶ μακρὰν τοῦ ἡλίου τυγχάνοντα, ψυχρότερα τυγχάνει, ὅθεν καὶ τὰ σώματα τῶν οἰκούντων λευκότερα τυγχάνει, ἑαυτοὺς περιθάλποντες διὰ τὸ κρύος. Οὔτε δὲ πᾶσα ἡ γῆ αὕτη οἰκεῖται· τὰ ὑπερβόρεια γὰρ μέρη εἰς ἄκρον ψυχόμενα ἀοίκητα διαμένει, καὶ τὰ ὑπερνότια ἐκ τῆς ἄγαν θέρμης ἀοίκητα διαμένει· οὕτως γὰρ λέγει ὁ Δαυΐδ· «Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων», ἐξόδους καλῶν τὴν ἀνατολήν, δυσμὰς δὲ τὰς δυσμάς, ἐρήμους τὰ λοιπὰ δύο κλίματα, ὡσανεὶ τὰ ὑπερβόρεια καὶ τὰ ὑπερνότια. Ταῦτα δὲ καὶ οἱ ἔξωθεν ἱστοροῦντες ἀληθεύουσιν.

β.34

Τούτων οὖν οὕτως ἐχόντων, ἐροῦμεν, λαμβάνοντες μὲν κατὰ τὴν θείαν Γραφήν, ἐξ ἀνατολῶν τὸν ἥλιον πορευόμενον διὰ τοῦ ἀέρος τὰ νότια μέρη, ὑψούμενον καὶ φαίνοντα ἐπὶ τὸν βορρᾶν πάσηι τῆι οἰκουμένηι. Τὸ δὲ ὕψος τῆς γῆς τὸ βόρειον καὶ δυτικὸν μεσολαβοῦν, ποιεῖ νύκτα περαιτέρω τῆς γῆς ταύτης, κατὰ τὸν Ὠκεανὸν καὶ τὴν γῆν τὴν πέραν τοῦ Ὠκεανοῦ κατ᾽ αὐτὰ τὰ μέρη· εἶτα λοιπὸν περὶ δυσμὰς γινόμενος ὁ ἥλιος ὑπὸ τὸ ὕψος τῆς γῆς καὶ διατρέχων ἐπάνω τοῦ Ὠκεανοῦ διὰ τῶν βορείων μερῶν, ποιεῖ ἐνταῦθα νύκτα, ἄχρι κυκλῶν ἔλθηι πάλιν εἰς ἀνατολὰς καὶ ὑψούμενος πάλιν κατὰ τὸ νότιον μέρος καταλάμψει ταύτην τὴν οἰκουμένην, καθὰ καὶ ἡ θεία Γραφὴ λέγει διὰ τοῦ σοφοῦ Σολομῶντος· «Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.» Τὸ «πνεῦμα» ἐνταῦθα τὸν ἀέρα καλεῖ, ὅτι ἐν τῶι ἀέρι κυκλῶν, φησίν, ἀπὸ ἀνατολῶν ἐπὶ νότον καὶ ἀπὸ νότου εἰς δυσμὰς καὶ ἀπὸ δυσμῶν ἐπὶ βορρᾶν καὶ ἀπὸ βορρᾶ πάλιν ἐπὶ ἀνατολάς, νύκτας καὶ ἡμέρας ἀπεργάζεται καὶ τὰς τροπάς. Τῶι γὰρ «κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει» μετὰ τοῦ δρόμου καὶ τὰς τροπὰς ἐσήμανε, πληθυντικῶς αὐτὰ ἐξειπών· οὐ γὰρ τὸ πνεῦμα «κυκλοῦν» λέγει, ἀλλὰ τὸν ἥλιον διὰ τοῦ πνεύματος, τουτέστι τοῦ ἀέρος.

β.35

Ἀλλὰ καὶ ὁ μακάριος Μωϋσῆς κελευσθεὶς ποιῆσαι τὴν σκηνὴν ἐν τῶι ὄρει τῶι Σιναίωι κατὰ τὸν τύπον, ὃν ἑωράκει, θεόθεν τὴν ἐξωτέραν σκηνὴν τύπον τούτου τοῦ ὁρωμένου κόσμου γενέσθαι ἔφησεν. Ἑρμηνεύων ὁ θεῖος Ἀπόστολος ἐν τῆι πρὸς Ἑβραίους Ἐπιστολῆι καὶ τὴν ἐσωτέραν τοῦ καταπετάσματος σκηνὴν τύπον τῶν οὐρανίων, τουτέστι τῆς βασιλείας τῶν οὐρανῶν, ὡσανεὶ τῆς μελλούσης καταστάσεως, τὸ καταπέτασμα ἀντὶ τοῦ στερεώματος λαβών, ὃ καὶ μεσάζει τὴν σκηνὴν εἰς δύο σκηνάς, ὥσπερ καὶ τῶι οὐρανῶι καὶ τῆι γῆι μεσολαβοῦν τὸ στερέωμα ἐποίησε δύο κόσμους, τοῦτον καὶ τὸν μέλλοντα, ἐν ὧι μέλλοντι κόσμωι εἰσῆλθε πρῶτος πρόδρομος ὑπὲρ ἡμῶν Χριστὸς ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν.

β.36

Εἰς δὲ τὴν πρώτην σκηνὴν διαγράφει ἐν μὲν τῶι νότωι τὴν λυχνίαν ἑπτὰ λύχνους ἔχουσαν κατὰ τὸν ἀριθμὸν τῆς ἑβδομάδος, τύπον ὑπάρχουσαν τῶν φωστήρων, φαίνοντας κατὰ τὴν τράπεζαν τὴν κειμένην ἐν τῶι βορρᾶι, τουτέστι τῆς γῆς, ἐν ἧι κελεύει δώδεκα ἄρτους προθέσεως ἐφημερινοὺς τίθεσθαι κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα μηνῶν, εἰς ἑκάστην γωνίαν τῆς τραπέζης τρεῖς ἄρτους, ὃ γίνεται τροπαὶ τέσσαρες ἀπὸ μηνῶν τριῶν. Προστάττει δὲ καὶ πέριξ τῆς τραπέζης κυμάτιον στρεπτὸν κύκλωι, ὡσανεὶ πλῆθος ὑδάτων, τουτέστι τὸν Ὠκεανόν, καὶ πάλιν κύκλωι τοῦ κυματίου στεφάνην παλαιστοῦ κύκλωι, τουτέστι τὴν πέραν καὶ κύκλωι τοῦ Ὠκεανοῦ γῆν, ἔνθα κατὰ ἀνατολὰς κεῖται καὶ ὁ παράδεισος, ἔνθα καὶ τὰ ἄκρα τοῦ οὐρανοῦ τοῖς ἄκροις συνδέδενται τῆς γῆς.

β.37

Οὐ μόνον δὲ ἐκ ταύτης τῆς διαγραφῆς διδασκόμεθα περὶ τῶν φωστήρων καὶ τῶν ἄστρων ὅτι τὸν νότον διατρέχουσιν οἱ πλείους ἀνατέλλοντες, ἀλλ᾽ ἐν ταὐτῶι καὶ περὶ τῆς γῆς διδάσκει ὅτι ἔξωθεν ἑαυτῆς τὸν Ὠκεανὸν ἔχει κυκλοῦντα, καὶ πάλιν ὅτι πέραν τοῦ Ὠκεανοῦ γῆ ὑπάρχει κυκλοῦσα τὸν Ὠκεανόν. Ἀλλὰ καὶ ἐκ τῆς προρρήσεως τοῦ πατρὸς Νῶε, Λάμεχ, διδασκόμεθα περὶ τούτου, ὡς ὅτι Νῶε διὰ τῆς κοσμοφόρου κιβωτοῦ μέλλει ἀγαγεῖν τοὺς ἀνθρώπους καὶ τὰ ἄλογα εἰς τὴν γῆν ταύτην, φάσκοντος ὧδέ που· «Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.» Διὰ τοῦτο καὶ Νῶε αὐτὸν ὠνόμασε, τουτέστι ἀνάπαυσις.

β.38

Ἡμαρτηκότος γὰρ τοῦ πρώτου ἀνθρώπου καὶ ἐκβληθέντος ὑπὸ τοῦ Θεοῦ ἐκ τοῦ παραδείσου εἰς γῆν ἀκανθώδη καὶ σαπράν, πάνυ ἤχθοντο παιδευόμεναι αἱ δέκα γενεαὶ ἐκεῖναι, μὴ κελευσθεῖσαι κατὰ τὸ Γράμμα τὸ ἱερὸν ἔτι ἀπὸ ξύλου καρπίμου φαγεῖν διὰ τὸ ἐν βρώσει ξύλου παραβῆναι τὸν ἄνθρωπον. Καὶ πάνυ ξηρὰ ὑπῆρχεν ἡ δίαιτα τῶν δέκα γενεῶν ἐκείνων ἀπὸ Ἀδὰμ μέχρι Νῶε, μήτε ἔλαιον ἐσθιόντων, μήτε οἴνου ἀπογευομένων, μήτε δὲ κρεῶν, μόνον δὲ ἀπὸ σπερμάτων κελευσθέντων ἐσθίειν, καὶ τοῦτο τῆς γῆς ἐκείνης μὴ πάνυ καρποφορούσης, ἀλλὰ μοχθούντων διαπαντός· οὕτω γὰρ λέγει ἡ Γραφή· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἐν λύπαις φάγηι αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγηι τὸν χόρτον τοῦ ἀγροῦ· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγηι τὸν ἄρτον σου.»

Παραγραφή

β.39

Φανερόν ἐστι περὶ τοῦ οἴνου ὅτι μετὰ τὸν κατακλυσμόν, ὡς γέγραπται, ἐπιμελησάμενος τῆς ἀμπέλου καὶ θλίψας ἐκ τοῦ καρποῦ καὶ πιὼν περισσὸν ἐκ τοῦ γλεύκους, μήπω πεῖραν ἔχων τῶν τοιούτων, ἐμεθύσθη. Ἔτι φανερώτερον καὶ περὶ τῶν κρεῶν, ὅτι διδάσκει αὐτὸν ὁ Θεὸς λέγων· «Ἰδοὺ δέδωκα ὑμῖν πάντα ὡς λάχανα χόρτου ἔδεσθαι· πλὴν κρέας ἐν αἵματι μὴ φάγεσθε ἀπ᾽ αὐτοῦ», ἵνα εἴπηι· Πρώην μὲν ἐκώλυσα ἀπὸ τῶν πολλῶν ὑμᾶς φαγεῖν, νυνὶ δὲ κελεύω ἀπὸ πάντων ὑμᾶς ἐσθίειν καὶ κρεοφαγεῖν. Θῦσον οὖν καὶ ἔκχεε τὸ αἷμα, καὶ οὕτως ὡς λάχανα τὸ κρέας φάγεσθε. Περὶ δὲ τοῦ ἐλαίου, ὅτι καὶ αὐτὸ ἀπὸ ξύλου ἐστίν, ἐξ οὗ οὐκ ἔλαβον ἐξουσίαν πρὸ τοῦ κατακλυσμοῦ φαγεῖν.

β.40

Ἴσως δὲ πάλιν ἐρεῖ τις· Εἰ ἀληθές ἐστι τὸ μὴ κρεοφαγεῖν αὐτοὺς πρὸ τοῦ κατακλυσμοῦ, πῶς γέγραπται· «Καὶ ἦν ὁ Ἄβελ ποιμὴν προβάτων καὶ προσήνεγκεν ἀπὸ τῶν πρωτοτόκων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν»; Μὴ κρεοφαγοῦντες, διατί ἐπεμελοῦντο ποίμνης; Πῶς δὲ καὶ εἰς θυσίαν προσφέρων οὐκ ἔθυεν; Ἀκούσεται φιλαλήθως ὁ τοιοῦτος ὅτι ἐν τῆι μὲν προσφορᾶι ζῶντα προσέφερεν ὁλοκαυτώματα. Τοῦτο γὰρ σημαίνει καὶ μία τῶν ἐκδόσεων λέγουσα· «Ἐπὶ δὲ Καῒν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐκ ἐνεπύρισεν», ὡς δῆλον ὅτι τὰ προσφερόμενα πυρὶ θείωι καταναλίσκετο. Περιεποιοῦντο δὲ ποίμνιον εἰς γάλα καὶ ἔρια προνοούμενοι ἑαυτῶν. Πάλιν ἀντίθεσις· Πόθεν αὐτοῖς ἔννοια μὴ κρεοφαγούντων πιμελῆ ἐπιλέγεσθαι εἰς θυσίαν τῶι Θεῶι; Ἀπάντησις· Ὅτι πλέον τὰ πιμελῆ ἐξάπτει τὴν φλόγα ἐν τῶι κατακαίεσθαι πυρί.

Τὸ κείμενον

β.41

Ταύτης τῆς διαίτης καὶ τῶν μόχθων τούτων φιλανθρώπως ὁ Θεὸς παῦσαι βουλόμενος τὸ ἀνθρώπειον γένος, λοιπὸν καὶ ἀσθενεστέρων τῶν ἀνθρώπων ὑπαρχόντωνοἱ πρῶτοι γὰρ ὡς νεόκτιστοι ἀντεῖχον τῆι παιδεύσει ἐκείνηι, ἀφορμῆς δραξάμενος τῶν ἁμαρτιῶν αὐτῶν, τὸν Νῶε δὲ μόνον εὑρηκὼς δίκαιον, ἐπάγει κατακλυσμὸν διὰ δύο ἢ καὶ πλείους προφάσεις, ἵνα τοὺς μὲν ἁμαρτωλοὺς ἀποκτείνηι καὶ τὸν δίκαιον διασώσηι πρὸς παιδείαν καὶ τῶν μετὰ ταῦτα γενεῶν, ἀπαλλάξηι δὲ κἀκείνους θνητοὺς ὄντας καὶ μέλλοντας ὁπωσδήποτε ἅπαξ ἀποθανεῖν διὰ τῆς ἀωρίας μᾶλλον μὴ προστιθέναι ἁμαρτίας, ἐνέγκηι δὲ τοὺς ἀνθρώπους καὶ τὰ ἄλογα τὰ διὰ τὸν ἄνθρωπον ἐν τῆι γῆι ταύτηι, κρείττονι ὑπαρχούσηι καὶ σχεδὸν ἴσηι τοῦ παραδείσου, ὅπερ καὶ πεποίηκε, κελεύσας τῶι Νῶε μετὰ τὸν κατακλυσμὸν ἐν τῆι γῆι ταύτηι ὑπάρχοντι πάντων ἀπογεύσασθαι, καὶ ξύλων καὶ σπερμάτων, καὶ διδάξας κρεοφαγεῖν.

β.42

Ὅτι δὲ οὐ διὰ τὸ ἀποκτεῖναι ἐκείνους μόνον ἐπήγαγε τὸν κατακλυσμὸν δῆλον ἐκ τοῦ ἐπικρατῆσαι τὸ ὕδωρ ἐπὶ πλείονα χρόνονἤρκει γὰρ καὶ μία ἡμέρα ἢ καὶ δύο πάντας ἀπολέσαι, ἀλλ᾽ ἵνα καὶ τὴν κιβωτὸν διαπεράσηι τὸν Ὠκεανὸν καὶ ἐνέγκηι ἐν τῆι γῆι ταύτηι. Ἑκατὸν γὰρ πεντήκοντα ἡμέρας ἐπεκράτησε τὸ ὕδωρ μὴ ἐλαττούμενον, ἕως ὅτε περάσηι παραδόξως ἡ κιβωτὸς ἐν τῆι γῆι ταύτηι. Ἀλλὰ καὶ τὸ ὑψωθῆναι τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλῶν ὀρέων πήχεις δεκαπέντε, εὔδηλόν ἐστιν ὡς διὰ τὸ μέτρον τοῦ μέρους τῆς κιβωτοῦ τοῦ ὑποβρυχίου, ἵνα ἐπικαθίσηι ἡ κιβωτὸς ἐπάνω τῶν ὀρέων, ὠικονόμησεν οὕτως γενέσθαι. Τὸ ἥμισυ γὰρ τοῦ ὕψους τῆς κιβωτοῦ ὑποβρύχιον ἦν, τουτέστι πήχεις δεκαπέντε· ἦν γὰρ ὕψος ἔχουσα πᾶσα πηχῶν τριάκοντα.

β.43

Ἔστιν οὖν καὶ ἐκ τούτου καὶ ἐκ τῆς προφητείας τοῦ Λάμεχ καὶ ἐκ τῆς κατασκευῆς τῆς τραπέζης τῆς ἐν τῆι σκηνῆι μαθεῖν ὅτι πέραν τοῦ Ὠκεανοῦ γῆ ὑπάρχει κυκλοῦσα τὸν Ὠκεανόν. Ἀλλὰ καὶ ὁ ἱεροφάντης Μωϋσῆς ἐν τῶι Δευτερονομίωι φησὶν οὕτως· «Καὶ σύ, Ἰσραήλ, ἄκουσον τὴν ἐντολήν, ἣν δίδωμί σοι σήμερον. Μὴ εἵπηις ἐν τῆι καρδίαι σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν καταγαγεῖν ἡμῖν αὐτήν; Ἢ τίς περάσει εἰς τὸ πέραν τῆς θαλάσσης ἀγαγεῖν ἡμῖν αὐτήν; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῶι στόματί σου», τοῦτο λέγων ὅτι· Μὴ εἴπηις ἀνελθεῖν εἰς τὸν οὐρανὸν καταγαγεῖν τὰ θεῖα προστάγματα, ἢ περάσαι εἰς τὸ πέραν τῆς θαλάσσης ἀγαγεῖν αὐτά, ὅτι ἰδοὺ ἐγγύς σού εἰσιν ἐν τῶι στόματί σου καὶ ἐν τῆι καρδίαι σου, ἐν ταὐτῶι ἀμφότερα διδάξας ὅτι καὶ πέραν τοῦ Ὠκεανοῦ γῆ ἤτοι τόπος ὑπάρχει, καὶ ἀδύνατόν ἐστι διαπορθμεῦσαι τὸν Ὠκεανόν, ὥσπερ οὖν καὶ εἰς τὸν οὐρανὸν ἀνελθεῖν θνητοὺς ἔτι ἡμᾶς ὑπάρχοντας.

β.44

Ἀλλὰ καὶ Βαρούχ, ὁ γραμματεὺς Ἱερεμίου τοῦ προφήτου, ἐν τῆι ἐπιστολῆι ἑαυτοῦ περὶ φρονήσεως συμβουλεύων, διδαχθεὶς δὲ καὶ νόμιμα Μωϋσέως, τὰ αὐτὰ Μωϋσῆι φθέγγεται καί φησι· «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτήν;» ὡς ἀδυνάτων καὶ τῶν δύο ὄντων. Οὔτε γὰρ περὶ τῶν κόλπων τῶν πλεομένων λέγει τὸ «πέραν τῆς θαλάσσης» δυνατὸν γὰρ περάσαι τούτους, ἀλλὰ περὶ αὐτοῦ τοῦ Ὠκεανοῦ.

β.45

Οὐ μὴν ἀλλὰ καὶ οἱ ἄνθρωποι ποθοῦντες τὰ πολλὰ μανθάνειν καὶ περιεργάζεσθαι, εἴπερ ἦν ὁ παράδεισος ἐν ταύτηι τῆι γῆι, οὐκ ὤκνουν οἱ πολλοὶ φθάσαι μέχρι τῶν αὐτόθι. Εἰ γὰρ διὰ μέταξιν εἰς τὰ ἔσχατα τῆς γῆς τινες ἐμπορίας οἰκτρᾶς χάριν οὐκ ὀκνοῦσι διελθεῖν, πῶς ἂν περὶ τῆς θέας αὐτοῦ τοῦ παραδείσου ὤκνησαν πορεύεσθαι; Αὕτη δὲ ἡ χώρα τοῦ μεταξίου ἐστὶν ἐν τῆι ἐσωτέραι πάντων Ἰνδίαι, κατὰ τὸ ἀριστερὸν μέρος εἰσιόντων τοῦ Ἰνδικοῦ πελάγους, περαιτέρω πολὺ τοῦ Περσικοῦ κόλπου καὶ τῆς νήσου τῆς καλουμένης παρὰ μὲν Ἰνδοῖς, Σελεδίβα, παρὰ δὲ τοῖς Ἕλλησι, Ταπροβάνη, Τζίνιστα οὕτω καλουμένη, κυκλουμένη πάλιν ἐξ ἀριστερῶν ὑπὸ τοῦ Ὠκεανοῦ, ὥσπερ καὶ ἡ Βαρβαρία κυκλοῦται ἐκ δεξιῶν ὑπ᾽ αὐτοῦ. Καί φασιν οἱ Ἰνδοί, οἱ φιλόσοφοι, οἱ καλούμενοι Βραχμάνες, ὅτι ἐὰν βάληις ἀπὸ Τζίνιστα σπαρτίον διελθεῖν διὰ Περσίδος ἕως Ῥωμανίας ὡς ἀπὸ κανόνος τὸ μεσαίτατον τοῦ κόσμου ἐστί, καὶ τάχα ἀληθεύουσιν.

β.46

Πολὺ γὰρ ἀριστερά ἐστιν, ὡς δι᾽ ὀλίγου χρόνου βασταγὰς μεταξίου γίνεσθαι ἐκ τῶν ἐκεῖ, ἐκ διαδοχῆς ἑτέρων ἐθνῶν, ἐν Περσίδι διὰ τῆς γῆς, διὰ δὲ τῆς θαλάσσης πάνυ πολλὰ διαστήματα ἀπέχουσα ἀπὸ τῆς Περσίδος. Ὅσον γὰρ διάστημα ἔχει ὁ κόλπος ὁ Περσικὸς εἰσερχόμενος ἐν Περσίδι, τοσοῦτο διάστημα πάλιν ἀπὸ τῆς Ταπροβάνης καὶ περαιτέρω ποιεῖ ἐπὶ τὰ ἀριστερὰ εἰσερχόμενός τις ἐν αὐτῆι τῆι Τζίνιστα, μετὰ τὸ καὶ διαστήματα πάλιν ἱκανὰ ἔχειν ἀπὸ τῆς ἀρχῆς ἐξ αὐτοῦ τοῦ Περσικοῦ κόλπου, ὅλον τὸ Ἰνδικὸν πέλαγος ἕως Ταπροβάνης καὶ ἐπέκεινα. Διατέμνει οὖν πολλὰ διαστήματα ὁ διὰ τῆς ὁδοῦ ἐρχόμενος ἀπὸ Τζίνιστα ἐπὶ Περσίδα, ὅθεν καὶ πλῆθος μεταξίου ἀεὶ ἐπὶ τὴν Περσίδα εὑρίσκεται. Περαιτέρω δὲ τῆς Τζίνιστα οὔτε πλέεται οὔτε οἰκεῖται.

β.47

Ἀπὸ τῆς οὖν Τζίνιστα, ὡς ἀπὸ σπαρτίου, ὀρθῶς ἐπὶ τὴν δύσιν τις μετρῶν τὰ διαστήματα τοῦ μήκους τῆς γῆς εὑρήσει πλέον ἔλαττον μονῶν υʹ ἀπὸ μιλίων λʹ. Μετρητέον δὲ οὕτως· ἀπὸ τῆς Τζίνιστα ἕως τῆς ἀρχῆς τῆς Περσίδος πᾶσα ἡ Οὔννια καὶ Ἰνδία καὶ ἡ Βάκτρων χώρα εἰσὶ περί που μοναὶ ρνʹ, εἰ μή τι πλείους, οὐκ ἔλαττον· καὶ πᾶσα ἡ Περσῶν χώρα μοναὶ πʹ· καὶ ἀπὸ τοῦ Νίσιβι εἰς Σελεύκειαν μοναὶ ιγʹ· καὶ ἀπὸ Σελευκείας εἰς Ῥώμην καὶ Γάλλους καὶ Ἰβηρίαν, τοὺς νῦνλεγομένους Ἱσπανούς, ἕως Γαδείρων ἔξω εἰς τὸν Ὠκεανόν, μοναὶ ρνʹ καὶ πλέον, ὡς γίνεσθαι τὸ πᾶν μοναὶ υʹ πλέον ἔλαττον.

β.48

Τὸ δὲ πλάτος αὐτῆς, ἀπὸ τῶν ὑπερβορείων τόπων ἕως τοῦ Βυζαντίου, οὐ πλείους εἰσὶ μονῶν νʹ· ἐκ τῆς γὰρ Κασπίας θαλάσσης τῆς εἰσβαλλούσης ἐκ τοῦ Ὠκεανοῦ δυνατὸν στοχάσασθαι καὶ τὰ ἀοίκητα καὶ τὰ οἰκούμενα τῶν μερῶν ἐκείνων· καὶ ἀπὸ τοῦ Βυζαντίου πάλιν ἕως Ἀλεξανδρείας μοναὶ νʹ· καὶ ἀπὸ Ἀλεξανδρείας ἕως τῶν Καταρακτῶν μοναὶ λʹ· καὶ ἀπὸ τῶν Καταρακτῶν ἕως Ἀξώμεως μοναὶ λʹ· καὶ ἀπὸ Ἀξώμεως ἕως τῶν ἄκρων τῆς Αἰθιοπίας, τῆς λιβανωτοφόρου γῆς τῆς καλουμένης Βαρβαρίας, ἥτις καὶ παράκειται τῶι Ὠκεανῶι, οὐ πλησίον, ἀλλὰ μακρὰν ἔχουσα τὴν Σάσου χώραν ὑστάτην οὖσαν τῶν Αἰθιόπων γῆν, μοναὶ μʹ πλέον ἔλαττον, ὡς εἶναι ὁμοῦ μονὰς ςʹ πλέον ἔλαττον, ὥστε καὶ κατὰ τοῦτο ἀληθεύειν τὴν θείαν Γραφὴν διπλοῦν τοῦ πλάτους τὸ μῆκος τῆς γῆς ὑποτιθεμένην· «Ποιήσεις γάρ, φησί, τὴν τράπεζαν ὡσανεὶ τὴν ὑπογραφὴν τῆς γῆς μῆκος πηχῶν δύο καὶ πλάτος πήχεως μιᾶς.»

β.49

Ἔστι δὲ ἡ χώρα ἡ λιβανωτοφόρος εἰς τὰ ἄκρα τῆς Αἰθιοπίας, μεσόγειος μὲν οὖσα, τὸν δὲ Ὠκεανὸν ἐπέκεινα ἔχουσα, ὅθεν καὶ οἱ τὴν Βαρβαρίαν οἰκοῦντες, ὡς ἐγγύθεν ὄντες, ἀνερχόμενοι εἰς τὰ μεσόγεια καὶ πραγματευόμενοι κομίζουσιν ἐξ αὐτῶν τὰ πλεῖστα τῶν ἡδυσμάτων, λίβανον, κασίαν, κάλαμον καὶ ἕτερα πολλά, καὶ αὐτὰ πάλιν διὰ θαλάσσης κομίζουσιν ἐν τῆι Ἀδούληι καὶ ἐν τῶι Ὁμηρίτηι καὶ ἐν τῆι ἐσωτέραι Ἰνδίαι καὶ ἐν τῆι Περσίδι.

β.50

Καὶ ἐν ταῖς Βασιλείαις εὑρήσεις γεγραμμένον ὅτι ἡ βασίλισσα Σαβᾶ, τουτέστι τοῦ Ὁμηρίτου, ἣν πάλιν καλεῖ ὁ Κύριος ἐν Εὐαγγελίοις «βασίλισσαν νότου», τῶι Σολομῶντι ἡδύσματα ἔφερε τὰ ἀπὸ αὐτῆς τῆς Βαρβαρίας, ὡς γειτνιῶσα εἰς τὸ πέραν, καὶ ῥάβδους ἐβεννίνους καὶ πιθήκους καὶ χρυσίον ἐκ τῆς Αἰθιοπίας, ὡς γειτνιῶσα πάσηι τῆι Αἰθιοπίαι κατὰ τὸ πέραν τοῦ Ἀραβικοῦ κόλπου. Ἔστιν οὖν πάλιν καὶ ἐκ τῶν λόγων τοῦ Κυρίου κατιδεῖν ὡς ὅτι πέρατα γῆς καλεῖ αὐτοὺς τοὺς τόπους, οὕτως λέγων· «Βασίλισσα νότου ἐγερθήσεται ἐν τῆι κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος.» Οὐκ ἀπέχει γὰρ τῆς Βαρβαρίας ὁ Ὁμηρίτης, τῆς θαλάσσης μεσαζούσης πορείας ἡμερῶν διὰ θαλάσσης δύο, ἧς λοιπὸν ἐπέκεινα ὁ Ὠκεανός ἐστι, τὸ καλούμενον Ζίγγιον.

β.51

Ἡ δὲ λεγομένη Σάσου καὶ αὐτὴ πλησίον ὑπάρχει τοῦ Ὠκεανοῦ, ὡς καὶ τῆς λιβανωτοφόρου γῆς πλησίον ὁ Ὠκεανὸς ὑπάρχει, μέταλλα χρυσίου πολλὰ ἔχουσα. Ἕνα δὲ παρ᾽ ἕνα ἐνιαυτὸν ὁ βασιλεὺς τῶν Ἀξωμιτῶν διὰ τοῦ ἄρχοντος τῆς Ἀγαῦ ἀποστέλλει ἐκεῖ ἀνθρώπους ἰδίους ἕνεκεν πραγματείας χρυσίου. Συνεξέρχονται δὲ αὐτοῖς καὶ ἕτεροι πολλοὶ συμπραγματευόμενοι, ὡς εἶναι ἐπάνω πεντακοσίων ἀνθρώπων. Ἀποφέρουσι δὲ ἐκεῖ βόας καὶ ἅλας καὶ σίδηρον. Ὡς δὲ ἐγγὺς τῆς χώρας γίνονται, ποιοῦσι κατὰ τόπον παῦσαν. Φέροντες δὲ ἀκανθῶν πλῆθος ποιοῦσι μέγα φραγμὸν καὶ ἔσωθεν διάγουσι, καὶ θύουσι βόας καὶ μελίζουσι καὶ προβάλλουσιν ἐπάνω τῶν ἀκανθῶν αὐτὰ καὶ τοὺς ἅλας καὶ τὸν σίδηρον.

β.52

Ἔρχονται δὲ ἐκεῖνοι οἱ ἐγχώριοι φέροντες χρυσίον ὡς θέρμια, τὸν λεγόμενον ταγχάραν, καὶ τίθησιν ἕνα θέρμιον ἢ δύο ἢ πλέον ἐπάνω οὗ ἀρέσκεται μέλους, ἢ εἰς τοὺς ἅλας, ἢ εἰς τὸ σιδήριον, καὶ εἱστήκει παρέξω. Ἐγγίζει δὲ ὁ κύριος τοῦ βοὸς καί, ἐὰν ἤρεσεν αὐτῶι, ἔλαβε τὸ χρυσίον, κἀκεῖνος ἐλθὼν ἔλαβε τὸ κρέας, ἢ τοὺς ἅλας, ἢ τὸ σιδήριον· εἰ δὲ οὐκ ἤρεσεν αὐτῶι, ἀφίησι τὸ χρυσίον, καὶ ἦλθε κἀκεῖνος θεωρῶν ὅτι οὐκ ἔλαβε καὶ ἢ προστίθησιν ἢ ἔλαβε τὸ χρυσίον ἑαυτοῦ καὶ ἀπέρχεται. Τοιαύτη ἐστὶν ἡ συναλλαγὴ τῶν ἐκεῖσε, ἐπειδὴ καὶ ἀλλόγλωσσοί εἰσι καὶ ἑρμηνέων μάλιστα πολλῶν ἀποροῦσι. Ποιοῦσι δὲ κατὰ τόπον εἰς ἐκείνην τὴν χώραν ἡμέρας πέντε πλέον ἔλαττον κατὰ πρόσβασιν εἰσερχόμενοι καὶ πραγματευόμενοι, μέχρις οὗ ἀποπραγματεύσονται.

β.53

Ἐν δὲ τῶι ὑποστρέψαι πάλιν ὁμοθυμαδὸν ἔνοπλοι ὑποστρέφουσι διὰ τὸ εἶναί τινας μεταξὺ τῆς χώρας ἐκείνης ἐπηρεάζοντας αὐτοὺς καὶ ἀφελεῖν βουλομένους ἀπ᾽ αὐτῶν τὸ χρυσίον. Οὕτως οὖν ποιοῦντες ἑξαμήνου ποιοῦσι τὴν ἐμπορίαν ἐν τῶι ὑπάγειν καὶ ὑποστρέφειν αὐτούς, βραδύτερον περιπατοῦντες ἐν τῶι ὑπάγειν, μάλιστα διὰ τὰ ἄλογα, ὑποστρέφοντες δὲ σπουδαιότερον, ἵνα μὴ οἱ χειμῶνες καὶ οἱ ὑετοὶ καταλάβωσιν αὐτοὺς ἐν τῆι ὁδῶι. Περὶ γὰρ τὰ ἐκεῖ ἐστιν ἡ κορυφὴ τοῦ Νείλου ποταμοῦ καὶ κατὰ χειμῶνα ἐκ τῶν πολλῶν ὑετῶν πολλοὶ ποταμοὶ ἐξ αὐτοῦ εἰς τὴν ὁδὸν γίνονται. Ἔστι δὲ ὁ χειμὼν τῶν αὐτόθι κατὰ τὸ παρ᾽ ἡμῖν θέρος, ἀπὸ τοῦ κατ᾽ Αἰγυπτίους Ἔπιφι μηνὸς ἀρχὴ ἕως τέλους τοῦ Θώθ, σφοδρῶς πάνυ βρέχων τοὺς τρεῖς μῆνας, ὥστε πλῆθος ποταμῶν ποιεῖν, πάντες δὲ ἐπὶ τὸν Νεῖλον ἐκχέουσι. Ταῦτα δὲ τὰ μὲν ὄψει παραλαβών, τὰ δὲ ἀκηκοὼς ἐξ αὐτῶν τῶν ἐκεῖσε ἀκριβῶς πραγματευομένων γέγραφα.

β.54

Βούλομαι δὲ καὶ ἑτέραν ἱστορίαν διηγήσασθαι τῆι σῆι εὐλαβείαι συντελοῦσαν πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Ἐν τῆι Ἀδούληιτῆι καλουμένηι τῶν Αἰθιόπων πόλει, παραλίωι τυγχανούσηι ὡς ἀπὸ μιλίων δύο, λιμένι ὑπαρχούσηι τοῦ Ἀξωμιτῶν ἔθνους, ἔνθα καὶ τὴν ἐμπορίαν ποιούμεθα οἱ ἀπὸ Ἀλεξανδρείας καὶ ἀπὸ Ἐλᾶ ἐμπορευόμενοιδίφρος ἐστὶ κείμενος ἐν τῆι ἀρχῆι τῆς πόλεως κατὰ τὸ δυτικὸν μέρος, προσέχων ἐπὶ τὴν ὁδὸν Ἀξώμεως, μαρμάρινος, ἑνὸς τῶν βασιλευσάντων ἐνταῦθα Πτολεμαίου, ἀπὸ δοκιμασίου μαρμάρου λευκοῦ, οἷά εἰσι τὰ τραπέζια τὰ λευκά, οὐ μέν τοι προκοννήσιος, ἔχων βάσιν τετράγωνον καὶ τέσσαρα κιόνια λεπτὰ μικρὰ εἰς τὰς τέσσαρας γωνίας καὶ ἕνα παχύτερον μέσον γεγλυμμένον σχοινωτὸν καὶ ἐπάνω τῶν κιονίων τὸ κάθισμα καὶ τὸ ἀνακλιτὸν τὸ ὄπισθεν τοῦ θρόνου καὶ τὰ παρ᾽ ἑκάτερα πλευρὰ δεξιὰ καὶ ἀριστερά, ὅλος ὁ δίφρος καὶ ἡ βάσις καὶ τὰ πέντε κιόνια καὶ τὸ κάθισμα καὶ τὸ ἀνακλιτὸν καὶ τὰ παρ᾽ ἑκάτερα πλευρὰ ὅλα εἷς λίθος γεγλυμμένος, ἔχων ὅλος ὡς πήχεις δύο ἥμισυ, ὡς αἱ παρ᾽ ἡμῖν καλούμεναι καθέδραι.

β.55

Ὄπισθεν δὲ αὐτοῦ τοῦ δίφρου ἄλλο μάρμαρον ἀπὸ βασανίτου λίθου ἐστὶν ἱστάμενον, ὡσεὶ πηχῶν τριῶν, τετράγωνον, ὡς εἰκών, ἧς ἡ κεφαλὴ τὸ μέσον μὲν ὀξὺ ἄνω, τὰ παρ᾽ ἑκάτερα δὲ μικρὸν χαμηλότερα, ὡς τύπον τοῦ στοιχείου τοῦ λάμβδα, ὅλον δὲ τὸ σῶμα τετράγωνον. Νυνὶ δὲ αὐτὴ ἡ εἰκὼν πεπτωκυῖά ἐστιν ὄπισθεν τοῦ δίφρου, τὸ κάτω πάνυ μέρος αὐτῆς κλασθὲν καὶ ἀπολεσθέν, ὅλον δὲ τὸ μάρμαρον, καὶ ὁ δίφρος, πεπληρωμένον γραμμάτων ἑλληνικῶν.

 

 

β.56

Παρόντι οὖν μοι ἐν τοῖς τόποις ἐκείνοις, πρὸ τούτων τῶν ἐνιαυτῶν εἴκοσι πέντε πλέον ἔλαττον, ἐν τῆι ἀρχῆι τῆς βασιλείας Ἰουστίνου τοῦ Ῥωμαίων βασιλέως, ὁ τηνικαῦτα βασιλεὺς τῶν Ἀξωμιτῶν, Ἐλλατζβάας, μέλλων ἐξιέναι εἰς πόλεμον πρὸς τοὺς Ὁμηρίτας τοὺς πέραν γράφει τῶι ἄρχοντι Ἀδούλεως ἀναλαβεῖν τὰ ἴσα τῶν γεγραμμένων ἐν τῶι δίφρωι τῶι πτολεμαϊκῶι καὶ τῆι εἰκόνι καὶ ἀποστεῖλαι αὐτῶι. Καλέσας δέ με ὁ τότε ἄρχων ὀνόματι Ἀσβᾶς καὶ ἄλλον ἕνα πραγματευτὴν ὀνόματι Μηνᾶν, ὃς γενόμενος μονάζων ἐν τῆι Ῥαϊθοῦ οὐ πρὸ πολλοῦ τὸν βίον μετήλλαξε, κελεύει ἡμῖν ἀπελθεῖν καὶ ἀναλαβεῖν τὰ γεγραμμένα. Λαβόντες δὲ δεδώκαμεν τῶι ἄρχοντι, κατασχόντες ἑαυτοῖς τὰ ἴσα, ἃ καὶ νῦν θήσω ἐν ταύτηι τῆι συγγραφῆι, συμβαλλόμενα ἡμῖν πρὸς τὴν τῶν τόπων καὶ τῶν οἰκούντων καὶ τῶν διαστημάτων εἴδησιν.

β.57

Εὕραμεν δὲ καὶ ἐν τοῖς ὀπισθίοις τοῦ δίφρου γεγλυμμένους τόν τε Ἡρακλέα καὶ Ἑρμέα, οὓς ὁ μετ᾽ ἐμοῦ μακαρίτης Μηνᾶς ἔλεγε τὸν μὲν Ἡρακλέα σύμβολον εἶναι δυνά μεως, τὸν δὲ Ἑρμέα, πλούτου. Κἀγὼ δὲ μνησθεὶς τῶν Πράξεων τῶν ἀποστόλων ἀντέλεγον αὐτῶι εἰς τὸ ἓν λέγων ὅτι τὸν Ἑρμέα μᾶλλον σύμβολον λόγου ἐστὶ λαβεῖν· οὕτως γὰρ γέγραπται ἐν ταῖς Πράξεσιν ὅτι· «Ἐκάλουν τὸν μὲν Βαρνάβαν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν, ὅτι αὐτὸς ἡγούμενος ἦν τοῦ λόγου.»

β.58

Εἰσὶν οὖν τὰ γεγραμμένα ἐν τῆι εἰκόνι ταῦτα· Βασιλεὺς μέγας Πτολεμαῖος, υἱὸς βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Ἀρσινόης θεῶν ἀδελφῶν, τῶν βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης θεῶν σωτήρων ἀπόγονος, τὰ μὲν ἀπὸ πατρὸς Ἡρακλέος τοῦ Διός, τὰ δὲ ἀπὸ μητρὸς Διονύσου τοῦ Διός, παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βασιλείαν Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας καὶ Φοινίκης καὶ Κύπρου καὶ Λυκίας καὶ Καρίας καὶ τῶν Κυκλάδων νήσων ἐξεστράτευσεν εἰς τὴν Ἀσίαν μετὰ δυνάμεως πεζικῶν καὶ ἱππικῶν καὶ ναυτικοῦ στόλου καὶ ἐλεφάντων τρωγλοδυτικῶν καὶ αἰθιοπικῶν, οὓς ὅ τε πατὴρ αὐτοῦ καὶ αὐτὸς πρῶτος ἐκ τῶν χώρων τούτων ἐθήρευσαν καὶ καταγαγόντες εἰς Αἴγυπτον κατεσκεύασαν πολεμικὴν χρείαν.

β.59

Κυριεύσας δὲ τῆς τε ἐντὸς Εὐφράτου χώρας πάσης, καὶ Κιλικίας καὶ Παμφυλίας καὶ Ἰωνίας καὶ τοῦ Ἑλλησπόντου καὶ Θράικης καὶ τῶν δυνάμεων τῶν ἐν ταῖς χώραις ταύταις πασῶν καὶ ἐλεφάντων ἰνδικῶν, καὶ τοὺς μονάρχους τοὺς ἐν τοῖς τόποις πάντας ὑπηκόους καταστήσας, διέβη τὸν Εὐφράτην ποταμὸν καί, τὴν Μεσοποταμίαν καὶ Βαβυλωνίαν καὶ Σουσιάνην καὶ Περσίδα καὶ Μηδείαν καὶ τὴν λοιπὴν πᾶσαν ἕως Βακτριανῆς ὑφ᾽ ἑαυτῶι ποιησάμενος καὶ ἀναζητήσας ὅσα ὑπὸ τῶν Περσῶν ἱερὰ ἐξ Αἰγύπτου ἐξήχθη καὶ ἀνακομίσας μετὰ τῆς ἄλλης γάζης τῆς ἀπὸ τῶν τόπων εἰς Αἴγυπτον, δυνάμεις ἀπέστειλε διὰ τῶν ὀρυχθέντων ποταμῶν ... Καὶ ταῦτα μὲν ἐν τῆι εἰκόνι ἐγέγραπτο, ἃ καὶ εὕραμεν σῶσαι· ὀλίγα δὲ ἦσαν τὰ ἀπολλόμενα, οὐδὲ γὰρ πολὺ ἦν τὸ κεκλασμένον μέρος αὐτῆς. Εἶτα ὡς ἐξ ἀκολουθίας καὶ εἰς τὸν δίφρον ἐγέγραπτο οὕτως·

β.60

...μεθ᾽ ἃ ἀνδρειώσας τὰ μὲν ἔγγιστα τοῦ βασιλείου ἔθνη εἰρηνεύεσθαι κελεύσας, ἐπολέμησα καὶ ὑπέταξα μάχαις τὰ ὑπογεγραμμένα ἔθνη· Γάζη ἔθνος ἐπολέμησα, ἔπειτα Ἄγαμε καὶ Σιγύηνε νικήσας τὴν ἡμίσειαν πάντων τῶν παρ᾽ αὐτοῖς καὶ αὐτῶν ἐμερισάμην. Αὔα καὶ Ζινγαβηνὲ καὶ Ἀγγαβὲ καὶ Τιάμαα καὶ Ἀθαγαοὺς καὶ Καλαὰ καὶ Σαμῆνε ἔθνος πέραν τοῦ Νείλου ἐν δυσβάτοις καὶ χιονώδεσι ὄρεσιν οἰκοῦντας, ἐν οἷς διὰ παντὸς νιφετοὶ καὶ κρύη καὶ χιόνες βαθεῖαι, ὡς μέχρι γονάτων καταδύειν τὸν ἄνδρα, τὸν ποταμὸν διαβὰς ὑπέταξα, ἔπειτα Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ οἰκοῦντας παρ᾽ ὄρεει θερμῶν ὑδάτων βλύοντι καὶ καταρρύτωι. Ἀταλμῶ καὶ Βεγὰ καὶ τὰ σὺν αὐτοῖς ἔθνη πάντα Ταγγαϊτῶν, τὰ μέχρι τῶν τῆς Αἰγύπτου ὁρίων οἰκοῦντα, ὑποτάξας πεζεύεσθαι ἐποίησα τὴν ὁδὸν ἀπὸ τῶν τῆς ἐμῆς βασιλείας τόπων μέχρι Αἰγύπτου, ἔπειτα Ἀννήνε καὶ Μετίνε ἐν ἀποκρήμνοις οἰκοῦντας ὄρεσι.

β.61

Σεσέα ἔθνος ἐπολέμησα, οὓς καὶ μέγιστον καὶ δυσβατώτατον ὄρος ἀνελθόντας περιφρουρήσας κατήγαγον, καὶ ἀπελεξάμην ἐμαυτῶι τούς τε νέους αὐτῶν καὶ γυναῖκας καὶ παῖδας καὶ παρθένους καὶ πᾶσαν τὴν ὑπάρχουσαν αὐτοῖς κτῆσιν. Ῥαυσῶ ἔθνη μεσόγεια λιβανωτοφόρων βαρβάρων οἰκοῦντα ἐντὸς πεδίων μεγάλων ἀνύδρων, καὶ Σολάτε ἔθνος ὑπέταξα, οἷς καὶ τοὺς αἰγιαλοὺς τῆς θαλάσσης φυλάσσειν ἐκέλευσα.

β.62

Ταῦτα δὲ πάντα τὰ ἔθνη ὄρεσιν ἰσχυροῖς πεφρουρημένα αὐτὸς ἐγὼ ἐν ταῖς μάχαις παρὼν νικήσας καὶ ὑποτάξας, ἐχαρισάμην αὐτοῖς πάσας τὰς χώρας ἐπὶ φόροις. Ἄλλα δὲ πλεῖστα ἔθνη ἑκόντα ὑπετάγη μοι ἐπὶ φόροις. Καὶ πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας Ἀραβίτας καὶ Κιναιδοκολπίτας, στράτευμα ναυτικὸν καὶ πεζικὸν διαπεμψάμενος, καὶ ὑποτάξας αὐτῶν τοὺς βασιλέας, φόρους τῆς γῆς τελεῖν ἐκέλευσα καὶ ὁδεύεσθαι μετ᾽ εἰρήνης καὶ πλέεσθαι, ἀπό τε Λευκῆς κώμης ἕως τῶν Σαβαίων χώρας ἐπολέμησα.

β.63

Πάντα δὲ ταῦτα τὰ ἔθνη πρῶτος καὶ μόνος βασιλέων τῶν πρὸ ἐμοῦ ὑπέταξα, δι᾽ ἣν ἔχω πρὸς τὸν μέγιστον θεόν μου Ἄρην εὐχαριστίαν, ὅς με καὶ ἐγέννησε, δι᾽ οὗ πάντα τὰ ἔθνη τὰ ὁμοροῦντα τῆι ἐμῆι γῆι ἀπὸ μὲν ἀνατολῆς μέχρι τῆς λιβανωτοφόρου, ἀπὸ δὲ δύσεως μέχρι τῶν τῆς Αἰθιοπίας καὶ Σάσου τόπων, ὑπ᾽ ἐμαυτὸν ἐποίησα, ἃ μὲν αὐτὸς ἐγὼ ἐλθὼν καὶ νικήσας, ἃ δὲ διαπεμπόμενος, καὶ ἐν εἰρήνηι καταστήσας πάντα τὸν ὑπ᾽ ἐμοὶ κόσμον κατῆλθον εἰς τὴν Ἀδούλι τῶι Διὶ καὶ τῶι Ἄρεει καὶ τῶι Ποσειδῶνι θυσιάσαι ὑπὲρ τῶν πλοϊζομένων· ἀθροίσας δέ μου τὰ στρατεύματα καὶ ἐφ᾽ ἓν ποιήσας, ἐπὶ τούτωι τῶι τόπωι καθίσας τόνδε τὸν δίφρον παραθήκην τῶι Ἄρεει ἐποίησα ἔτει τῆς ἐμῆς βασιλείας εἰκοστῶι ἑβδόμωι.

β.64

Καὶ ταῦτα μὲν τὰ ἐν τῶι δίφρωι γεγραμμένα. Ἕως δὲ τῆς σήμερον ἡμέρας ἐν ἐκείνωι τῶι τόπωι ἔνθα κεῖται ὁ δίφρος ἔμπροσθεν αὐτοῦ τοὺς καταδίκους φονεύουσιν. Εἰ ἐκ τοῦ παλαιοῦ τοῦ κατὰ τὸν Πτολεμαῖον ἔθους τοῦτο κεκρατηκός, εἰπεῖν οὐκ ἔχω. Ταῦτα δὲ τέθεικα δεῖξαι βουλόμενος ὡς καὶ αὐτὸς τέλος τῆς Αἰθιοπίας τὴν Σάσου καὶ τὴν Βαρβαρίαν ἀκριβῶς ἐπίσταται, πάντα τὰ ἔθνη ἐκεῖνα ὑποτάξας καὶ τὰς χώρας, ἃ καὶ πλεῖστα ἐξ αὐτῶν ἐθεασάμεθα, τὰ λοιπὰ δὲ καὶ ὡς ἐγγύθεν ὄντες τῶν τόπων ἀκριβῶς μεμαθήκαμεν. Τὰ γὰρ πλεῖστα τῶν ἀνδραπόδων τῶν ἐρχομένων ἐξ αὐτῶν τῶν ἐθνῶν εἰσιν, ἃ καὶ νῦν εὑρίσκονται παρὰ τοῖς ἐμπορευομένοις ἐκεῖσε. Ἀλλὰ καὶ Σαμῆνε, ἔνθα λέγει τὰς χιόνας καὶ τὰ κρύη γίνεσθαι, ἐκεῖ ἐξορίζει ὁ βασιλεὺς τῶν Ἀξωμιτῶν, ἡνίκα τινὰ καταδικάσηι πεμφθῆναι ἐν ἐξορίαι. Τοὺς δὲ πέραν Ἀραβίτας καὶ Κιναιδοκολπίτας καὶ τὴν Σαβαίων χώραν, τοὺς Ὁμηρίτας λέγει. Ἔστιν οὖν καὶ ἐκ ταύτης τῆς ἱστορίας ἀκριβῶς στοχάσασθαι τὸ πλάτος τῆς γῆς ἀπὸ τῶν ὑπερβορείων τόπων ἕως τῆς Σάσου καὶ τῆς λιβανωτοφόρου Βαρβαρίας οὐ πλείω τῶν διακοσίων μονῶν εἶναι.

β.65

Ἀκριβῶς γὰρ ἐπιστάμενοι καὶ οὐ πολὺ διαμαρτά νοντες τῆς ἀληθείας, τὰ μὲν πλεύσαντες καὶ ὁδεύσαντες, τὰ δὲ ἀκριβῶς μεμαθηκότες, κατεγράψαμεν, ὥστε καὶ κατὰ τοῦτο τὴν μὲν θείαν Γραφὴν ἀληθεύειν, τοὺς δὲ ἔξωθεν ψεύδεσθαι, στοχαζομένους μᾶλλον καὶ σοφιζομένους ψευδῆ, καὶ γραώδεις μύθους διηγουμένους πρὸς σύστασιν τῆς αὐτῶν ματαιότητος, καὶ ἀναπλαττομένους ἑτέραν ζώνην νοτιωτέραν τῆς κεκαυμένης ὁμοίαν τῆς ὑφ᾽ ἡμῶν οἰκουμένης· ταύτην δὲ οὐδεὶς ἑώρακε πώποτε οὔτε ἀκήκοε. Πῶς γὰρ ὁραθείη ἢ ἀκουσθείη τὸ μὴ τῆι ἀληθείαι αἰσθητῶς ὑφιστάμενον; Διὸ οὐ παραδεκτέον τοὺς αὐτῶν φληνάφους· νέων γάρ τινων σοφιζομένων τὰ τοιαῦτα τυγχάνει, καὶ οὐ παλαιῶν, οἵτινες σοφίσμασι πιθανοῖς ἔδοξαν ἀνατρέπειν τοὺς παλαιοὺς τοὺς πρὸ αὐτῶν γεγονότας, ἀδυνάτοις ἐπιχειροῦντες, καθάπερ ἐν τῶι πρὸ τούτου λόγωι τὸν ἔλεγχον ὡς ἐν βραχέσιν ἐποιησάμεθα. Παραγραφὴ εἰς τὸν Πτολεμαῖον

β.66

Οὗτος ὁ Πτολεμαῖος εἷς ἐστι τῶν βασιλευσάντων μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα Πτολεμαίων, περὶ ὧν ὁ προφήτης Δανιὴλ προφητεύει διαφόρως μέν, ἐξαιρέτως δὲ ἐν τῶι ἐνυπνίωι τῆς εἰκόνος τοῦ Ναβουχοδονόσορ καὶ τῶι ὁράματι τῶν τεσσάρων θηρίων τῶν ἀναβαινόντων ἀπὸ τῆς θαλάσσης, ὧν εἶδεν αὐτὸς ὁ Δανιήλ, ἐν μὲν τῆι εἰκόνι κεφαλὴν χρυσῆν, ἐν δὲ τῶι ὁράματι λέαιναν, σημαίνων τὴν τῶν Βαβυλωνίων ἀρχήν, τουτέστι τὸν Ναβουχοδονόσορ. Εἶτα ἐν μὲν τῆι εἰκόνι στῆθος καὶ βραχίονας ἀργυροῦς, ἐν δὲ τῶι ὁράματι ἄρκον, τὴν τῶν Μήδων ἀρχὴν ἥττονα οὖσαν τῶν Βαβυλωνίων, τουτέστι Δαρεῖον τὸν Μῆδον λέγει. Εἶτα ἐφεξῆς ἐν μὲν τῆι εἰκόνι κοιλίαν καὶ μηροὺς χαλκοῦς, ἐν δὲ τῶι ὁράματι πάρδαλιν, τὴν τῶν Περσῶν ἀρχήν, τουτέστι Κῦρον, σημαίνει, ἥτις ἐγένετο λαμπρὰ καὶ περιφανής, οὐκ ἔλαττον τῶν Βαβυλωνίων.

β.67

Εἶτα πάλιν ἐν μὲν τῆι εἰκόνι κνήμας σιδηρᾶς, ἐν δὲ τῶι ὁράματι θηρίον ἔκθαμβον καὶ φοβερόν, ὄνυχας χαλκοῦς καὶ ὀδόντας σιδηροῦς ἔχον, τὴν μακεδονικὴν ἀρχὴν δηλοῖ, τουτέστιν Ἀλέξανδρον, λεπτῦνον καὶ δαμάζον τὰς βασιλείας. Εἶτα πάλιν ἐν μὲν τῆι εἰκόνι πόδες καὶ δάκτυλοι, «μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον», ἐν δὲ τῶι ὁράματι δέκα κέρατα ἰσάριθμα τῶν δακτύλων, βασιλείαν διηιρημένην λέγει, τὴν μετὰ Ἀλέξανδρον, ἣν καὶ ἐν τῶι ὁράματι τοῦ κριοῦ καὶ τοῦ τράγου διαιρεθεῖσαν εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ δηλοῖ.

β.68

Τοῦ γὰρ Ἀλεξάνδρου τελευτῶντος τοῖς τέσσαρσι φίλοις αὐτοῦ διεῖλε τὴν βασιλείαν αὐτοῦ· καὶ ὁ μὲν εἷς τῆς Εὐρώπης, ἤτοι τῆς Ἑλλάδος, ἐβασίλευσεν, ὁ δὲ ἕτερος τῆς Ἀσίας, ὁ δὲ ἄλλος Συρίας καὶ Βαβυλωνίας, καὶ ὁ τέταρτος Αἰγύπτου καὶ Λιβύης καὶ τῶν νοτίων μερῶν. Ἐκ τούτων οὖν τῶν τεσσάρων, μετ᾽ αὐτοὺς οἱ υἱοὶ αὐτῶν πλείους γενόμενοι ἐβασίλευσαν καὶ «ἐπλήθυναν κακὰ τῆι γῆι», καθὰ καὶ ἐν τοῖς Μακκαβαϊκοῖς ἀναγέγραπται. Τὸ δὲ κέρας τὸ μικρὸν τὸ λαλοῦν μεγάλα, τὸ ἀναμέσον τῶν δέκα κεράτων, Ἀντίοχον σημαίνει τὸν Ἐπιφανῆ, τὸν πολεμήσαντα τοὺς Ἰουδαίους ἐπὶ τῶν Μακκαβαίων. Τούτους οὖν πάντας λέγει «μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον», ὡς νικῶντας καὶ ἡττω μένους ὑπ᾽ ἀλλήλων καὶ μὴ μιγνυμένους, ὃν τρόπον ὁ σίδηρος οὐ μίγνυται τῶι ὀστράκωι.

β.69

Εἶτα πάλιν λέγει ἐν μὲν τῆι εἰκόνι· «Λίθον τμηθέντα ἐξ ὄρους ἄνευ χειρῶν», ἐν δὲ τῶι ὁράματι· «Υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Τὸν Δεσπότην Χριστὸν ἐνταῦθα σημαίνει ἐν ἑκατέρωι μέρει ἐκ τοῦ Ἀβραὰμ καὶ τῆς Παρθένου ἄνευ σπέρματος ἀνδρὸς ἐρχόμενον. Καὶ ἐνταῦθα γὰρ «ἄνευ χειρῶν» εἶπεν, ἵνα εἴπηι· ἄνευ σπέρματος ἀνδρός, κἀκεῖ «ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ», αἵτινες ἄνευ χειρῶν ἀνθρωπίνων ὡς ἀπὸ γαστρὸς τοὺς ὑετοὺς βαστάζουσαι ἀποτίκτουσιν.

β.70

Εἶτα πάλιν ἐπὶ τῆς εἰκόνος· «Καὶ ἐπάταξε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς, καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ εὑρέθη ἐν αὐτοῖς», ἐν δὲ τῶι ὁράματι· «Ἐθεώρουν ἕως ὅτε ἀνηιρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός, καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ», τὸ αὐτὸ ἐφ᾽ ἑκατέρου σημαίνων, ὅτι παραγινομένου τοῦ Δεσπότου Χριστοῦ πᾶσαι αἱ βασιλεῖαι αὗται ἀναιρεθήσονται, καὶ ἡ τῶν Βαβυλωνίων καὶ ἡ τῶν Μήδων καὶ ἡ τῶν Περσῶν καὶ ἡ τῶν Μακεδόνων καὶ ὅσαι ἐξ αὐτῆς ἐκ διαιρέσεως ἐγένοντο, καὶ εἰς οὐδὲν ἔτι λογισθήσονται, ὅπερ καὶ οὕτως ἐγένετο ἐπὶ τοῦ καιροῦ τοῦ Χριστοῦ· οὔτε γὰρ ἡ τῶν Βαβυλωνίων ἵστατο, οὐδὲ ἡ τῶν Μήδων, οὔτε ἡ τῶν Περσῶν, οὐδὲ ἡ τῶν Μακεδόνων, ἀλλὰ πᾶσαι κατελύθησαν.

β.71

Εἶτα πάλιν ἐν μὲν τῆι εἰκόνι φησί· «Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῶι ἑτέρωι οὐχ ὑπολειφθήσεται», καὶ ἀναστήσεται εἰς τοὺς αἰῶνας. Ἐν δὲ τῶι ὁράματί φησι· «Καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε καὶ προσηνέχθη αὐτῶι. Καὶ αὐτῶι ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι δουλεύσουσιν αὐτῶι. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται», πάλιν τὸ αὐτὸ ἐφ᾽ ἑκατέρου λέγων, ὅτι ἐρχομένου τοῦ Δεσπότου Χριστοῦ ἐκεῖναι μὲν αἱ βασιλεῖαι παρελεύσονται καὶ καταλυθήσονται, ἡ δὲ τούτου βασιλεία ἀκατάλυτος ἔσται καὶ αἰώνιος.

β.72

Εἷς οὖν ἐστι καὶ οὗτος ὁ Πτολεμαῖος τῶν βασιλευσάντων ἐν Ἀλεξανδρείαι, ἢ ὁ Φιλομήτωρ, ἢ ὁ νεώτερος Εὐεργέτης, ἢ ὁ πρὸ Κλεοπάτρας τῆς ὑστάτης, ὁ καλούμενος Διονύσου· οὗτοι γὰρ ὑπερέβησαν βασιλεύοντες τὰ εἰκοσιεπτὰ ἔτη καὶ αὐτοὶ ἀπόγονοί εἰσι τῶν πρώτων βασιλευσάντων Πτολεμαίων, καθὰ καὶ ἐν τῆι εἰκόνι τῆι μαρμαρίνηι, ἧι ἐτάξαμεν, ἀναγέγραπται.

β.73

Περὶ γὰρ τῶν νῦν βασιλέων οὐδὲν ἐν τῶι προφήτηι ἀναγέγραπται, καθὰ καὶ αὐτὸς ὁ Κύριος λέγει ὅτι· «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν». Τοῦ γὰρ Ναβουχοδονόσορ διαλογιζομένου, εἰ ἔχει διαδοχὴν ἡ βασιλεία αὐτοῦ, καὶ τοῦ Δανιὴλ διαλογιζομένου, εἰ ἔχει διαδοχὴν τὰ ἔθη τὰ ἰουδαϊκά, ἀμφοτέροις ἐκ παραλλήλου τὸ αὐτὸ ἀπεκαλύφθη ὅτι· Ἐν ἑνὶ χρόνωι καὶ πᾶσα ἡ διαδοχὴ τῆς βασιλείας σου ἐκλείψει, ἐν ταὐτῶι καὶ τὰ ἰουδαϊκὰ ἔθη καὶ νόμιμα καταλυθήσονται, καὶ ἑτέρα τις κατάστασις ἐπεισαχθήσεται κρείττων, ἥτις αἰώνιος καὶ ἀτελεύτητος ἔσται, ἥτις καὶ ἀρχὴν λήψεται, παυομένων μὲν γὰρ τῶν πρώτων βασιλειῶν καὶ τῶν νομικῶν ἐθῶν, ἀναδεικνυμένης δὲ ὅταν ὁ ταύτης ἀρχηγὸς παραγένηται.

β.74

Περὶ γὰρ τῆς Ῥωμαίων βασιλείας ἐν μὲν τῶι προφήτηι οὐ φανερῶς γέγραπται· οὐδὲ γὰρ ἐκ διαδοχῆς ἐστι τοῦ Ναβουχοδονόσορ, οὐδὲ ἁρμοδία τῆι τῶν Ἰουδαίων πολιτείαι, ἤγουν εὐνομίαι, ἀλλὰ μᾶλλον καὶ καθαιρετική, οὐδὲ ἐκ διαδοχῆς ἐστι τῶν Μακεδόνων. Ἀλλά φησιν· «Ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθαρήσεται.» Ἐνταῦθα μὲν λέγων περὶ τοῦ Δεσπότου Χριστοῦ, αἰνιγματωδῶς δὲ συμπεριλαμβάνει καὶ τὸ τῶν Ῥωμαίων βασίλειον συνανατεῖλαν τῶι Δεσπότηι Χριστῶι. Τοῦ γὰρ Χριστοῦ ἔτι κυοφορουμένου, κράτος ἐδέξατο παρὰ Θεοῦ ἡ τῶν Ῥωμαίων βασιλεία, ὡς ὑπηρέτις οὖσα τῶν τοῦ Χριστοῦ οἰκονομιῶν· ἐν αὐτῶι γὰρ τῶι καιρῶι καὶ αἰώνιοι Αὔγουστοι προσηγορεύθησαν καὶ εἰς πᾶσαν τὴν γῆν ἀπογραφὴν ὡς κρατοῦντες ἐποιήσαντο. Ἀμέλει ἐπισημαίνεται ὁ Εὐαγγελιστὴς ὅτι αὕτη πρώτη ἀπογραφὴ ἐγένετο ἐπὶ Αὐγούστου Καίσαρος, ὅτε καὶ ὁ Δεσπότης Χριστὸς ἐγεννήθη καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν καὶ βασιλείαν ἠξίωσεν ἀπογραφῆναι καὶ τέλη δοῦναι.

β.75

Μετέχει οὖν ἡ βασιλεία τῶν Ῥωμαίων τῶν ἀξιωμάτων τῆς βασιλείας τοῦ Δεσπότου Χριστοῦ, πάσας ὑπεραίρουσα ὅσον ἐνδέχεται κατὰ τὸν βίον τοῦτον, ἀήττητος διαμένουσα μέχρι τῆς συντελείας. «Εἰς τὸν αἰῶνα γάρ, φησίν, οὐ διαφθαρήσεται.» Καὶ ἐπὶ μὲν τοῦ Δεσπότου Χριστοῦ «εἰς τὸν αἰῶνα» τὸ ἀτελεύτητον σημαίνει, καθὰ καὶ ὁ Γαβριὴλ τῆι Παρθένωι λέγει· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», ἐπὶ δὲ τῆς Ῥωμαίων βασιλείας ὡς συνανατειλάσης τῶι Χριστῶι, εἰς τὸν αἰῶνα τοῦτον οὐ διαφθαρήσεται. Θαρρῶν γὰρ ἀποφαίνομαι ὅτι, εἰ καὶ διὰ τὰς ἡμετέρας ἁμαρτίας πρὸς παιδείαν ὀλίγον ἐχθροὶ βάρβαροι τῆι Ῥωμανίαι ἐπανίστανται, ἀλλὰ τῆι δυνάμει τοῦ διακρατοῦντος ἀήττητος διαμένει ἡ βασιλεία, ἐπὶ τὸ μὴ στενοῦσθαι τὰ τῶν χριστιανῶν, ἀλλὰ πλατύνεσθαι. Καὶ γὰρ καὶ πρῶτον βασίλειον ἐπίστευσε Χριστῶι παρὰ τὰ λοιπὰ καὶ αὕτη ἡ βασιλεία ὑπηρέτις ἐστὶ τῶν τοῦ Χριστοῦ οἰκονομιῶν, ἣν διὰ ταῦτα φυλάττει ὁ τῶν ὅλων Δεσπότης Θεὸς ἀήττητον μέχρι τῆς συντελείας.

β.76

Τὸ δὲ τῶν Περσῶν βασίλειον οὐκ ἔστιν ἐκ τῶν Περσῶν, οὔτε ἐκ διαδοχῆς τῶν προτέρων, ἀλλ᾽ ἐξ ἄλλης ἀρχῆς νῦν ἀναστάν, τουτέστιν ἐκ τῶν Μάγων. Ἐπὶ γὰρ τῶν καιρῶν τοῦ Χριστοῦ ἡ βασιλεία τῶν Περσῶν καταλυθεῖσα ἦν ἀπὸ τοῦ Μακεδόνος Ἀλεξάνδρου κατὰ τὴν προφητείαν καὶ οἱ διάδοχοι τῆς μακεδονικῆς ἀρχῆς κατεκράτουν τῆς χώρας ἄχρι Ἀντιόχου. Λοιπὸν ἔκτοτε Πάρθοι κατὰ μικρὸν ἐτοποκράτουν· ἀμέλει ἐπιρρίψαντες ἐν Ἱεροσολύμοις Ὑρκανὸν τὸν τῶν Ἰουδαίων ἄρχοντα αἰχμάλωτον ἔλαβον πρὸ ὀλίγου χρόνου τοῦ παραγένεσθαι τὸν Δεσπότην Χριστόν. Νῦν γὰρ ὡς πρὸ τετρακοσίων ἐτῶν ἐξηγέρθη αὕτη ἡ βασιλεία τῶν Μάγων, ὡς οἶμαι, καὶ αὕτη δευτερεύουσα μετὰ τοὺς Ῥωμαίους διὰ τὸ τοὺς Μάγους ἀξιώματά τινα λαβεῖν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ διὰ τὴν πρὸς αὐτὸν προσκύνησιν καὶ τιμήν.

β.77

Ἐν τῆι γὰρ Ῥωμαίων γῆι πρῶτον ἐπὶ τῶν ἀποστόλων διέδραμε τὸ χριστιανικὸν κήρυγμα καὶ εὐθέως πάλιν ἐν Περσίδι διὰ Θαδδαίου τοῦ ἀποστόλου. Ἀμέλει καὶ ἐν ταῖς Καθολικαῖς γέγραπται· «Ἀσπάζεταί σε ἡ ἐν Βαβυλῶνι Ἐκκλησία.» Ἀλλὰ μὴν τὸ τῶν Ῥωμαίων βασίλειον πολλὰπρολήμματα ἔχει ἐν τούτωι, ὡς καὶ πρῶτον ὂν καὶ πρῶτον πιστεῦσαν εἰς Χριστὸν καὶ ὑπηρετοῦν ἐν πάσηι τῆι κατὰ Χριστὸν οἰκονομίαι. Ἕτερον δὲ σημεῖον δυναστείας τῶν Ῥωμαίων ὃ αὐτοῖς κεχάρισται ὁ Θεός, λέγω δὴ ὅτι ἐν τῶι νομίσματι αὐτῶν ἐμπορεύονται πάντα τὰ ἔθνη καὶ ἐν παντὶ τόπωι ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου γῆς δεκτόν ἐστι, θαυμαζόμενον παρὰ παντὸς ἀνθρώπου καὶ πάσης βασιλείας, ὅπερ ἑτέραι βασιλείαι οὐχ ὑπάρχει τὸ τοιοῦτο. Λοιπὸν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Τὸ κείμενον

β.78

Τινὲς γὰρ τῶν παλαιῶν φιλοσόφων σχεδὸν τὴν οἰκουμένην περινοστήσαντες καὶ ἱστοριογραφήσαντες παραπλησίως τῆι θείαι Γραφῆι ἔφασαν καὶ αὐτοὶ τὴν θέσιν τῆς γῆς εἶναι καὶ τῶν ἄστρων τὴν περιφορὰν γίνεσθαι. Παρίτω δὲ εἰς μέσον ἐξ αὐτῶν τις φάσκων οὕτως. Ἐφόρου ἐκ τῆς δʹ Ἱστορίασ

β.79

Τὸν μὲν γὰρ Ἀπηλιώτην καὶ τὸν ἐγγὺς ἀνατολῶν τόπον Ἰνδοὶ κατοικοῦσι, τὸν δὲ πρὸς Νότον καὶ μεσημβρίαν Αἰθίοπες νέμονται, τὸν δὲ ἀπὸ Ζεφύρου καὶ δυσμῶν Κελτοὶ κατέχουσι, τὸν δὲ κατὰ Βορρᾶν καὶ τὰς ἄρκτους Σκῦθαι κατοικοῦσιν. Ἔστι μὲν οὖν οὐκ ἴσον ἕκαστον τούτων τῶν μερῶν, ἀλλὰ τὸ μὲν τῶν Σκυθῶν καὶ τῶν Αἰθιόπων μεῖζον, τὸ δὲ τῶν Ἰνδῶν καὶ τῶν Κελτῶν ἔλαττον. Καὶ παραπλήσιον ἑκατέρων ἀλλήλοις ἔχει τοῦ τόπου τὸ μέγεθος. Οἱ μὲν γὰρ Ἰνδοί εἰσι μεταξὺ θερινῶν καὶ χειμερινῶν ἀνατολῶν, Κελτοὶ δὲ τὴν ἀπὸ θερινῶν μέχρι χειμερινῶν δυσμῶν χώραν κατέχουσι. Καὶ τοῦτο μὲν ἴσον ἐστὶν ἐκείνωι τὸ διάστημα καὶ μάλιστά πως ἀντικείμενον. Ἡ δὲ τῶν Σκυθῶν κατοίκησις τοῦ μὲν ἡλίου τῆς περιφορᾶς τὸν διαλείποντα κατέχει τόπον, ἀντίκειται δὲ πρὸς τὸ τῶν Αἰθιόπων ἔθνος, ὃ δοκεῖ παρατείνειν ἀπὸ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν τῶν βραχυτάτων.

Παραγραφή

β.80

Οὗτος ὁ Ἔφορος παλαιός ἐστι συγγραφεύς, φιλόσοφος καὶ ἱστοριογράφος.

 

 

Ἀκριβῶς ὁ Ἔφορος καὶ λόγωι καὶ τῆι καταγραφῆι, ὡς ἡ θεία Γραφή, διηγεῖται τὴν θέσιν τῆς γῆς καὶ τῶν ἄστρων τὴν περιφοράν. Πυθέας δὲ ὁ Μασαλιώτης φησὶν ἐν τοῖς περὶ Ὠκεανοῦ ὅτι παραγενομένωι αὐτῶι ἐν τοῖς βορειοτάτοις τόποις ἐδείκνυον οἱ αὐτόθι βάρβαροι τὴν ἡλίου κοίτην, ὡς ἐκεῖ τῶν νυκτῶν ἀεὶ γινομένου παρ᾽ αὐτοῖς. Ξενοφάνης δὲ ὁ Κολοφώνιος, ἄπειρον ὑποτιθέμενος εἶναι τὴν γῆν, πρόδηλός ἐστι μὴ δεχόμενος τὴν σφαῖραν. Καὶ ταῦτα μὲν οἱ ἔξωθεν συμφωνοῦντες τῆι θείαι Γραφῆι εὑρίσκονται εἰρηκότες.

Τὸ κείμενον

β.81

Ἡμεῖς δὲ τῆι ἀκολουθίαι χρώμενοι πάλιν ὑποτιθέμεθα λέγοντες τοὺς τέσσαρας ποταμούς, οὓς ἡ θεία λέγει Γραφὴ ἐξέρχεσθαι τοῦ παραδείσου, τὸν Ὠκεανὸν διατέμνουσι καὶ ἀναδίδονται ἐν τῆι γῆι ταύτηι. Ὁ μὲν Φεισὼν ἐν τῆι Ἰνδικῆι χώραι, ὃν καλοῦσί τινες Ἰνδὸν ἢ Γάγγην, ἐκ τῶν μεσογείων που κατερχόμενος πολλὰς ἐκροίας ἔχει ἐν τῶι Ἰνδικῶι πελάγει. Καὶ οὗτος δὲ ὁ ποταμὸς καὶ κιβώρια ἔχει καὶ τὰ καλούμενα νειλαγαθία καὶ φύλλα καὶ λωτάρια καὶ κροκοδείλους καὶ ἕτερα, ἃ ἔχει ὁ Νεῖλος. Ὁ δὲ Γηὼν ἀπὸ τῶν μερῶν τῆς Αἰθιοπίας διερχόμενος πᾶσαν τὴν Αἰθιοπίαν καὶ Αἴγυπτον τὰς ἐκροίας ἐπὶ τὸν παρ᾽ ἡμῖν κόλπον ἐκπέμπει, ὁ δὲ Τίγρις καὶ Εὐφράτης ἀπὸ τῶν μερῶν τῆς Περσαρμενίας διερχόμενοι μέχρι τοῦ Περσικοῦ κόλπου. Καὶ ταῦτα μὲν ἡμεῖς περὶ τούτων.

Παραγραφή

β.82

Σημᾶναι βουλομένη ἡ θεία Γραφὴ τὴν διάμετρον τοῦ παραδείσου, ὡς μεγάλη ἐστὶ καὶ ἐκτεταμένη ἐν γῆι ἀνατολῶν, ἐμνήσθη τῶν τεσσάρων τούτων ποταμῶν μόνων, ὡς ἐκ τῆς πηγῆς τῆς ἐν Ἐδὲμ ἀναδιδομένης καὶ ποτιζούσης τὸν παράδεισον τὸ ὑπόλοιπον ὕδωρ εἰς τοὺς τέσσαρας τούτους ποταμοὺς ἀφορίζεται· καὶ διαπεροῦντες ἐν τῆι γῆι ταύτηι πολλὴν γῆν πάλιν ποτίζουσιν.

Τὸ κείμενον

β.83

Τούτωι οὖν τῶι τρόπωι διατρεχόντων τῶν φωστήρων καὶ ποιούντων νύκτας καὶ ἡμέρας καὶ καιροὺς καὶ χρόνους, καὶ εἰς σημεῖα τοῖς πλέουσι πελάγη ἢ ὁδοιποροῦσιν ἔρημον ὄντων, καὶ φαινόντων ἐπὶ τῆς γῆς, οὐ τῆι περιφορᾶι τοῦ οὐρανοῦ αὐτὰ φήσομεν κινεῖσθαι, ἀλλὰ μᾶλλον διὰ Δυνάμεων λογικῶν καθάπερ λαμπαδηφόρων τινῶν, ὡς δείξομεν τὴν θείαν Γραφὴν δηλοῦσαν. Φησὶ γὰρ περὶ τοῦ Ἀντικειμένου διδάσκων ὁ θεῖος Ἀπόστολος, τί ἦν αὐτοῦ τὸ ἔργον ἐξ ἀρχῆς, οὕτως· «Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», σαφῶς ἄρχοντα τῆς ἐξουσίας τοῦ κινεῖν τὸν ἀέρα καὶ μεταβάλλειν αὐτὸν εἶναι πρώην διδάξας, νυνὶ δὲ ἐκριφέντα μηκέτι ταύτην ἔχειν τὴν ἀξίαν, ἀλλὰ μᾶλλον ἐνεργεῖν ἐκ κακίας ἐπὶ τοὺς ἁμαρτωλούς, ὡς δῆλον ἐκ τούτου ὅτι οὐ μόνος τοῦτο ποιεῖν ἐξίσχυεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ σὺν αὐτῶι.

β.84

Οἱ μὲν γὰρ τῶν ἀγγέλων τὸν ἀέρα κινεῖν ἐπετρέποντο, οἱ δὲ τὸν ἥλιον, οἱ δὲ τὴν σελήνην, ἄλλοι τὰ ἄστρα, ἕτεροι νέφελας καὶ βροχὰς ἐργαζόμενοι, καὶ ἕτερα πολλά· τοῦτο γὰρ ἔργον καὶ νόμος τῶν ἀγγελικῶν ταγμάτων τε καὶ Δυνάμεών ἐστι, τὸ διακονεῖν πρὸς εὐεργεσίαν καὶ τιμὴν τῆς εἰκόνος τοῦ Θεοῦ, τουτέστι τοῦ ἀνθρώπου, καὶ κινεῖν πάντα, ὡς ὑπήκοοι στρατιῶται τοῦ βασιλέως. Τοῦτο γὰρ τὸ ἔργον τῆι τετάρτηι ἡμέραι ἐκελεύσθησαν ποιεῖν, ὅτε καὶ τὸν οὐρανὸν τοῖς ἄστροις κατεκόσμησεν.

β.85

Ἔργον δὲ τῶν ἀντικειμένων δαιμόνων τὰ πρὸς βλάβην τῆς εἰκόνος, ὡς ἀνταρτῶν, ποιεῖν· καὶ αὐτοὶ γὰρ τῆι τετάρτηι ἡμέραι παραβάντες τὴν κέλευσιν ἐκ τοῦ οὐρανοῦ κατερρίφησαν, καθὰ καὶ ἑτέρωθι οὕτως λέγει· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» διαρρήδην πάντας εἰπὼν εἰς δια κονίαν τεταγμένους τῶν ἀνθρώπων. Ἔτι γὰρ πάλιν λέγει· «Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῆι γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾽ ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ», «κτίσιν» καλῶν ἐνταῦθα τοὺς ἀγγέλους, «υἱοὺς δὲ Θεοῦ», τοὺς ἀνθρώπους, «ἀποκαραδοκίαν» δέ, τὸ ἀπὸ τοῦ κάρα ἐκτείνειν καὶ μακρόθεν ὁρᾶν τε καὶ ἐλπίζειν τι χρήσιμον περὶ τῶν ἀνθρώπων.

β.86

Ἁμαρτήσαντος γὰρ τοῦ ἀνθρώπου καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, πάνυ ἐλελύπηντο οἱ ἄγγελοι ἀφελπιστίαν τοῦ παντὸς ἀναλογιζόμενοι, ὡς συνδέσμου ὄντος τοῦ ἀνθρώπου πάσης τῆς κτίσεως καὶ εἰκόνος Θεοῦ τυγχάνοντος, καὶ ἐκ τῆς ἀποφάσεως ἀφελπιστίαν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς λογιζόμενοι διακονεῖν καὶ ὑπηρετεῖν ἔτι ὑπὲρ αὐτοῦ ματαίως οὐκ ἠβούλοντο· ἀλλά, φησί, «διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι», ὡσανεί· Οὐκ εἴασεν ὁ Θεὸς τὴν βουλὴν αὐτῶν γενέσθαι, ἀλλὰ δέδωκεν αὐτοῖς ἐλπίδα τινά, ὥστε μὴ ἀπογνῶναι, ἀλλ᾽ ἐλπίζειν τι χρήσιμον ἔσεσθαι μετὰ καιροῦ τοῖς ἀνθρώποις.

Παραγραφή

β.87

Τῆι ἕκτηι ἡμέραι θεωρῶν ὁ μισόκαλος δαίμων τὸν ἄνθρωπον τιμηθέντα καὶ πολλῆς ἐπιμελείας ἀξιωθέντα, φθονήσας συγκατασπᾶν ἐπειρᾶτο. Ἀγνοῶν δὲ πόθεν αὐτῶι προσβάλλει, ἐθεώρει τὰ μὲν ἄλογα εὐθέως εἰς τροφὴν προσδραμόντα, αὐτὸν δὲ τέως εἰς ὄρεξιν μὴ κινηθέντα, ἀλλὰ περισκοποῦντα τὰ κάλλη τῶν φυτῶν δένδρων, καὶ ἐλογίσατο νόμον αὐτὸν εἰληφέναι παρὰ Θεοῦ. Ἐλθὼν δὲ πλησίον διὰ τοῦ ὄφεως πειρᾶται μαθεῖν τὸν νόμον καὶ τεχναζόμενός φησι· «Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;» Ἡ γυνὴ δέ, ὡς ἀρτιγενὴς οὖσα καὶ πολὺ βραδυτέρα ἐκείνου περὶ τὸ νοεῖν ὑπάρχουσα, ἐξεῖπεν αὐτῶι τὸν νόμον.

β.88

Τότε δῆθεν ὡς ἤδη εἰδὼς ἤρξατο τὸν Θεὸν διαβάλλειν ὡς φθονερὸν καὶ γαργαλίζειν τὸν ἄνθρωπον πρὸς τροφὴν καὶ συμβουλεύειν μᾶλλον ὑπακοῦσαι αὐτοῦ καὶ γενέσθαι δῆθεν ὡς θεοί, τὴν ἰδίαν αὐτοῖς νόσον προστρίβων. Καὶ δὴ πεισθεὶς τὸ δειλινὸν αὐτῆι τῆι ἡμέραι ἐκβάλλεται ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου, ὥσπερ καὶ αὐτὸς εὐθέως ἁμαρτήσας κατερρίφη ἐκ τοῦ οὐρανοῦ. Ἐδέξατο δὲ ὁ ἄνθρωπος καὶ τὴν ἀπόφασιν τοῦ θανάτου ἀκούσας· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσηι.»

β.89

Τοῦτο τοὺς ἀγγέλους πάνυ ἐλύπει· ἠθύμουν μὲν γὰρ καὶ ἐπὶ τοῖς ἐξ αὐτῶν παραβεβηκόσι, πλὴν ἐξαιρέτως διὰ τὸν ἄνθρωπον, ὡς συνδουμένης ἐν αὐτῶι πάσης τῆς κτίσεως καὶ ἐνεχύρου ὄντος φιλίας παντὸς τοῦ κόσμου· τοῦ γὰρ συνδέσμου τούτου δῆθεν διαλυομένου, ἀνάγκη τὸ πᾶν διαλύεσθαι. Ἐθρήνουν τοίνυν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς τὴν διάλυσιν, ὥστε καὶ διακονεῖν ἔτι ματαίως ὑπὲρ αὐτοῦ οὐκ ἠνείχοντο. Τοῦ δὲ εὐσπλάγχνου Θεοῦ διὰ τῆς ἐπιμελείας πάλιν τοῦ ἀνθρώπου καὶ τῆς ὑπερθέσεως τῆς τιμωρίας εὐέλπιδας τούτους καταστήσαντος, προθύμως ἐπ᾽ ἐλπίδι διηκόνουν. Καθ᾽ ἑκάστην δὲ γενεὰν ἐπιδόξους τοὺς δικαίους ἐργαζόμενος ὁ Θεὸς τούτους προθυμοτέρους καθίστησι καὶ ἐλπίδας ἀνακτίσεως καὶ ἀνακλήσεως καὶ ἀνακαινίσεως αὐτοῖς καταβάλλεται.

β.90

Ἀμέλει ἐπὶ τῆι γενέσει τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα ἡ πληθὺς πᾶσα τῶν ἀοράτων Δυνάμεων θεωρήσασα τεχθέντα, δι᾽ οὗ γίνεται τοῦ θανάτου ἡ κατάλυσις καὶ τῆς ἀνακτίσεως καὶ ἀναστάσεως ἡ ἀρχὴ καὶ αὐτῶν ἡ ἐλευθερία, τὸν Θεὸν τὸν πάντων αἴτιον ἀνυμνοῦντες ἐβόων· «Δόξα ἐν ὑψίστοις Θεῶι καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», τὴν λύπην ἐκείνην καὶ τὴν κατήφειαν τὴν πάλαι διὰ τὸν ἄνθρωπον τέλεον ἀποβαλλόμενοι, καὶ χαίροντες ἐπὶ τῆι τοῦ δευτέρου Ἀδὰμ γενέσει. Ὅθεν καὶ ἐν καιρῶι τῶν πειρασμῶν θεωρήσαντες μὲν ἤδη πρόπαλαι τὴν ἧτταν τοῦ πρώτου Ἀδάμ, ἐφ᾽ ὧι καὶ ἐδυσφόρουν, νυνὶ δὲ καὶ τούτου τοῦ δευτέρου τὴν νίκην, ὡς νομίμως οὐχ ἅπαξ, ἀλλὰ τρίτον παλαίσαντος τῶι πειράζοντι ἔξω τοῦ σκάμματος αὐτὸν κατηκόντισεν, ἐν πολλῆι χαρᾶι χαίροντες διηκόνουν προθύμως, ὡς γέγραπται, ὡσανεὶ οὐκ ἔτι ἐπ᾽ ἐλπίδι τινί, ἀλλ᾽ αὐταῖς ὄψεσι θεασάμενοι τὴν νίκην τοῦ δευτέρου Ἀδάμ, προθύμως μετὰ χαρᾶς προσελθόντες διηκόνουν αὐτῶι.

β.91

Ἡ δὲ τῶν ἐναντίων πληθὺς ἀντιστρόφως νῦν ἐπένθει καὶ ὠδύρετο, αἰσχυνομένη ἐπὶ τῆι νίκηι τοῦ δευτέρου Ἀδάμ. Ὅθεν μὴ δυνηθεὶς ὁ αὐτῆς πρωτοστάτης τοῦτον καταβαλεῖν, ἐπιβουλεύειν ἤρξατο διὰ τῶν Ἰουδαίων, καὶ δὴ τὴν πληθὺν αὐτῶν διεγείρας καὶ σταυρώσας καὶ θανατώσας ἐδόκει τούτου ἀπαλλάττεσθαι. Μετ᾽ οὐ πολὺ δὲ τῆς ἀναστάσεως γενομένης, θαυμαστῆς τε καὶ ἐνδόξου καὶ παραδόξου καὶ δυνατῆς, μηκέτι θάνατον ὑποδεχόμενος ἢ ἕτερόν τι καθ᾽ ὅλου πάθος, ἀλλὰ σὺν τῆι ἀφθαρσίαι καὶ ἀθανασίαι καὶ τὴν ἀτρεπτότητα τῆς ψυχῆς κομισάμενος καὶ πάλιν εἰς οὐρανὸν ἀναφερόμενος καὶ διὰ τῆς νεφέλης ἐποχούμενος καὶ ὡς ἐν θριάμβωι νικηφόρος ἀναφερόμενος ἔσωθεν τοῦ στερεώματος εἰσῆλθε, πρῶτος πάντων ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν.

β.92

Καὶ οἱ μὲν ἄγγελοι λευχειμονοῦντες συνηυφραίνοντο τοῖς ἀνθρώποις, εὐαγγελιζόμενοι τοὺς μαθητὰς καὶ τὰς γυναῖκας. Οἱ δὲ ἐναντίοι θεώμενοι ἑαυτῶν τε καὶ πάσης τῆς κτίσεως ἀνωτέραν γενομένην τὴν ἀνθρωπείαν φύσιν, ἥν ποτε μὲν ὑπεσκέλισαν, νυνὶ δὲ καταβληθέντες ὑπ᾽ αὐτῆς, ἐννεοὶ μεμενηκότες καὶ ἀχανεῖς τελείως κατηισχύνοντο. Διὰ τοῦτο καὶ ὁ Κύριος ἐβόα τοῖς μαθηταῖς· «Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον», καὶ πάλιν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», ἵνα εἴπηι· Πάλαι μὲν ἁμαρτήσαντος τοῦ ἀνθρώπου, ἡνίκα ὁ ὄφις ἐν παραδείσωι συνέβαλε πρὸς αὐτόν, ἐρρέθη αὐτῶι· «Τηρήσει σου πτέρναν καὶ σὺ αὐτοῦ κεφαλήν», ὡσανεί· Ἔχθραν διαιρέσεως πρὸς ἀλλήλους ἔβαλε, τοῦ μὴ πείθεσθαι αὐτῶι τὸν ἄνθρωπον.

β.93

Καὶ ἦν ἡ πάλη τότε ἴση, ἀλλήλους δυναμένων βλάψαι, ὅτι ὁ μὲν ὄφις ἐπιτηρῶν τὴν πτέρναν τοῦ ἀνθρώπου, ὡσανεὶ τὴν ὁδὸν αὐτοῦ, εἰ εὕροι αὐτὸν ἔξω τῆς ὁδοῦ, βλάψαι αὐτὸν ὡς ἕρπων περὶ τὴν πτέρναν ἠδύνατο, ὁ δὲ ἄνθρωπος, ὡς ὄρθιον σχῆμα ἔχων, προσέχων ἑαυτῶι καὶ μὴ πλανώμενος τὴν ὁδόν, τὴν κεφαλὴν τοῦ ὄφεως ἠδύνατο θλᾶσαι. Νυνὶ δὲ νικήσαντός μου τὸν ὄφιν καὶ καταισχύναντος εἰς τέλος, καὶ ὑπὲρ παντὸς τοῦ γένους ἀδίκως δι᾽ αὐτοῦ τὸν θάνατον ὑπομείνας, καὶ ἐν τῶι σταυρῶι τὸ χειρόγραφον προσηλώσας καὶ ἐξαλείψας, ἀνέστην τριήμερος τὴν νίκην ἔχων κατὰ τοῦ θανάτου καὶ πάσηι τῆι ἀνθρωπείαι φύσει πρόξενος τῆς νίκης γεγένημαι, δι᾽ ἐμοῦ εἰς πᾶσαν τὴν ἀνθρωπότητα τῆς νίκης διαδραμούσης. Θαρσεῖτε οὖν. «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Οὐκέτι, φησίν, οὐδὲ τὴν πτέρναν ὑμῶν δύναται βλάψαι, ὑποκάτω τῶν ποδῶν ὑμῶν καταπατούμενος.

β.94

Ὥσπερ οὖν ἐν τῆι ἕκτηι ἡμέραι ἡμαρτηκὼς ὁ Ἀδάμ, γευσάμενος περὶ μεσημβρίαν τοῦ ξύλου, ἐξεβλήθη τὸ δειλινόν, οὕτως καὶ τῆι ἕκτηι ἡμέραι, ὥραι ἕκτηι, τὸν σωτήριον σταυρὸν ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα ὑπὲρ αὐτοῦ ὑπέμεινε. Καὶ ὥσπερ ἀπὸ τῆς παραβάσεως ἕως τῆς ἐκβολῆς τοῦ παραδείσου πάντες οἱ ἄγγελοι ἠθύμουν σφόδρα, μηδὲν ἐλπίζοντες ἕτερον ἢ διάλυσιν τοῦ ἀνθρώπου καὶ ἑαυτῶν καὶ τοῦ παντός, οὕτως καὶ ἐπὶ τοῦ πάθους ἀπὸ ὥρας ἕκτης ἕως ἐννάτης ἡ κτίσις πᾶσα ἐμελανειμόνει, τῶι σκότωι περιβεβλημένη ἐπὶ τῶι γενομένωι ἀδίκωι.

β.95

Καὶ ὥσπερ ἐννάτην ὥραν οἱ δύο ἐξεβλήθησαν τοῦ παραδείσου, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, οὕτως καὶ ὥραν ἐννάτην ὁ Δεσπότης Χριστὸς κατὰ τὴν ψυχὴν καὶ ὁ ληιστὴς εἰσέβησαν ἐν τῶι παραδείσωι. Ἐν αὐτῆι οὖν τῆι ἡμέραι, ἐν ἧι ἐπλάσθη ὁ Ἀδάμ, λέγω δὴ τῆι ἕκτηι, γέγονε καὶ ἡ παράβασις καὶ ἡ λύπη τῶν ἀγγέλων καὶ ἡ ἀπόφασις τοῦ θανάτου καὶ ἡ ἐκβολὴ τοῦ παραδείσου. Οὕτως καὶ εἰς τὸ πάθος ἐν αὐτῆι τῆι ἡμέραι ἐγένετο διὰ ξύλου σταυροῦ ὁ σωτήριος θάνατος καὶ τὸ πένθος τῆς κτίσεως, καὶ τὸ δειλινὸν ἡ ἀπόθεσις τοῦ πένθους καὶ ἡ εἰσβολὴ τοῦ παραδείσου. «Ἀμὴν γὰρ λέγω σοι», φησὶν ὁ Σωτὴρ τῶ ληιστῆι, «σήμερον μετ᾽ ἐμοῦ εἶ ἐν τῶι παραδείσωι». Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Τὸ κείμενον

β.96

Ὅθεν οὐκ ἐπαύσαντο τῆς διακονίας, ἧς ἐποίουν διὰ τοὺς ἀνθρώπους οἱ ἄγγελοι τοὺς φθαρτοὺς καὶ θνητούς· τοῦτο γὰρ λέγει· «Τῆι γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα», ὡσανεί· Ματαίως πονεῖν καὶ διακονεῖν οὐκ ἐβούλοντο· πλήν, φησί, «διὰ τὸν ὑποτάξαντα ἐπ᾽ ἐλπίδι». Ποίαι ἐλπίδι; Εὖ δῆλον ὅτι ὁρῶντες μετὰ τὴν παράβασιν τὸν Θεὸν μὴ πρὸς τὴν ἀπειλὴν τῆς ἀποφάσεως ποιήσαντα, ἀλλὰ φιλανθρωπευσάμενον καὶ ἐπιμελούμενον τοῦ ἀνθρώπου καὶ χιτῶνας αὐτῶι κατασκευάζοντα, οὗτοι χρηστοτέρας ἐλπίδας ἐδέχοντο περὶ τοῦ ἀνθρώπου, ὥστε μὴ ἀπειπεῖν, ἀλλὰ διακονεῖν ὑπὲρ αὐτοῦ. Λοιπὸν πάλιν φησὶν ὅτι «καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ», ὡσανεί· Ἐλευθερωθήσονται καὶ αὐτοὶ οἱ ἄγγελοι καὶ μετ᾽ αὐτῶν πᾶσα ἡ κτίσις, ὅταν οἱ ἄνθρωποι ἐλευθερῶνται τῆς φθορᾶς καὶ δοξάζωνται ἀθάνατοι καὶ υἱοὶ Θεοῦ καθιστάμενοι ἐν τῆι συντελείαι τοῦ κόσμου, ὅταν τὸ σχῆμα τοῦ κόσμου τούτου παράγηι καὶ ἡ ἀνάστασις τῶν νεκρῶν γίνηται καὶ ἡ τροπὴ ταύτης τῆς καταστάσεως.

β.97

Τῶν γὰρ ἄστρων πιπτόντων κατὰ τὴν θείαν Γραφὴν καὶ δρόμου καὶ νυκτὸς καὶ ἡμέρας παυομένου, καὶ ἐλευθερουμένων τῶν ἀγγέλων τῶν ταῦτα κινούντων διὰ τὸ τοὺς ἀνθρώπους ἔξω τῆς φθορᾶς γίνεσθαι καὶ τούτων ὅλων μὴ χρήιζειν, τί φήσαιεν οἱ καινοὶ νομοθέται, οἱ σφαιρικὸν εἶναι νομίζοντες τὸν οὐρανὸν καὶ κινεῖσθαι καὶ κινεῖν τὰ ἄστρα λέγοντες; Εἰς τί χρήσιμον, εἰπάτωσαν ἡμῖν, τότε ὁ οὐρανὸς περιστραφήσεται, οἵ τε χριστιανοὺς ἑαυτοὺς ὁρίζοντες; Ἀλλ᾽ ἄπαγε τῶν ματαιοπόνων καὶ τῶν ἀβεβαίων.

β.98

Ἔτι γὰρ βοᾶι ὁ Ἀπόστολος ὅτι· «Πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν», διὰ τούτου πάλιν δηλώσας πᾶσαν μὲν τὴν κτίσιν, ἐξαιρέτως δὲ αὐτοὺς τοὺς ἀγγέλους, βαρυνομένην ἐν τῶιδε τῶι βίωι, τῆι φθορᾶι δουλευόντων καὶ τῆι τροπῆι. Τρεπτοὶ γὰρ ὄντες καὶ αὐτοὶ κάμνουσιν ἀεὶ τῆι τροπῆι, ἀναλογιζόμενοι καὶ ἐλπίζοντες τὴν ἐλευθερίαν καὶ ἐπιθυμοῦντες ταύτης τυχεῖν, ἧσπερ καὶ τυγχάνουσιν, ὡς εἴρηται, ὅταν οἱ ἄνθρωποι ἐκ νεκρῶν ἀναστῶσιν.

β.99

Οὐκ ἂν γάρ τινες ἐξ αὐτῶν παρέβησαν, εἰ μὴ τοῦτον τὸν νόμον εἰλήφεισαν παρὰ τοῦ Θεοῦ· ὅθεν οἱ παραβάντες ἐπὶ τὴν γῆν ἐκ τοῦ ὕψους κατερρίφησαν. «Ἐθεώρουν» γάρ, φησὶν ὁ Κύριος, «τὸν Σατανᾶν ἐκ τοῦ οὐρανοῦ πεσόντα ὡς ἀστραπήν». Εἰ γὰρ μὴ ἔλαβον καὶ αὐτοὶ νόμον, τί δεῖ ποιεῖν καὶ τί μὴ ποιεῖν, οὐκ ἂν ὑπὸ ἁμαρτίαν ἔπιπτον. Χωρὶς γὰρ νόμου ἀδύνατον παραβῆναι, ὥς φησιν ὁ Ἀπόστολος· «Οὗ δὲ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις», καί· «Χωρὶς νόμου ἁμαρτία νεκρά», ὥστε κατὰ πάντα τρόπον καὶ αὐτοὶ δέονται τυχεῖν τῆς ἐλευθερίας τοῦ νόμου καὶ τῆς τροπῆς· ἡ δὲ παρουσία τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ ταύτης αἰτία γέγονε καὶ ἔτι γενήσεται. «Ἀνακεφαλαιώσασθαι γὰρ τὰ πάντα ἐν τῶι Χριστῶι», φησὶν ἡ θεία Γραφή, «τά τε ἐν τῶι οὐρανῶι καὶ τὰ ἐπὶ τῆς γῆς», καί· «Εἴ τις ἐν Χριστῶι, καινὴ κτίσις. Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.»

β.100

Τῆς οὖν ἐλπίδος ταύτης προκειμένης τοῖς χριστιανοῖς, ὥστε καὶ ἀγγέλους καὶ ἀνθρώπους καὶ πᾶσαν τὴν κτίσιν ἀνακαινίζεσθαι εἰς κρείττονα καὶ μακαρίαν κατάστασιν, τίς οὕτω βάσκανος καὶ ἀντίθεος ταύτην καταλιπεῖν καὶ τῆι καινῆι καὶ ἀπατηλῆι τῶν ἔξωθεν ἐπιστηρίζεσθαι ματαιότητι; Ἀκούσεται γὰρ παρὰ τοῦ Κριτοῦ ἐν ἐκείνηι τῆι ἡμέραι· «Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» Ἀνομία γὰρ ὄντως μεγάλη τὸ ἀθετεῖν τὰ λόγια τοῦ Θεοῦ καὶ ἄντικρυς αὐτῶν τὸ σφαιρικὸν σχῆμα τῶι οὐρανῶι δωρεῖσθαι. Οἱ τοιοῦτοι γὰρ οὐ δύνανται προσδέχεσθαι «τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν», οὔτε βούλονται ἀκοῦσαι μετὰ πιστῶν ἐξ ὕψους προσκαλουμένου τοῦ Δεσπότου Χριστοῦ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», ἀλλ᾽ ἀεὶ κατὰ τὴν αὐτῶν ὑποθήκην πλανώμενοι ἀστάτωι φορᾶι περιφέρονται σὺν τῆι ἑαυτῶν σφαίραι, παῦλαν τούτων μὴ ἐλπίζοντες.

Παραγραφή

β.101

Ἐν τῆι πρώτηι ἡμέραι, τουτέστι τῆι κυριακῆι, ἡ καταβολὴ τοῦ κόσμου καὶ ἡ ἀρχὴ τῆς κτίσεως ἐγένετο, ἀφ᾽ ἑσπέρας ἀρξάμενος ὁ Θεὸς κτίζειν τὰ περιεκτικὰ τοῦ παντὸς κόσμου, λέγω δὴ οὐρανὸν καὶ γῆν, συνδημιουργήσας αὐτοῖς καὶ τὸ σκότος καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ τὸ ἐν τῆι γῆι ἀναμεμιγμένον καὶ τοὺς ἀγγέλους, ὑφ᾽ ἓν ταῦτα πάντα παραγαγών. Διὰ τοῦτο ἐν αὐτῆι τῆι ἡμέραι καὶ ἐν τῆι αὐτῆι νυκτὶ πάλιν ἡ ἀνάκτισις τοῦ παντὸς κόσμου ἐγένετο. Ὁ πᾶς γὰρ κόσμος ἐν τῶι ἀνθρώπωι περιγράφεται, ὅτι σύνδεσμός ἐστιν ὁ ἄνθρωπος, ὡς πολλάκις εἴρηται, παντὸς τοῦ κόσμου.

β.102

Ἀναστάντος οὖν τοῦ ἀνθρώπου ἐν αὐτῆι τῆι νυκτὶ τῆς κυριακῆς ἀφθάρτου καὶ ἀθανάτου καὶ ἀτρέπτου, πᾶσαν τὴν κτίσιν ἐγγυᾶται, ὁρατὴν καὶ ἀόρατον, τῶν ὁμοίων τυχεῖν. Διὰ τοῦτο εἶπεν ὁ Ἀπόστολος· «Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῶι Χριστῶι, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς», καί· «Εἴ τις ἐν Χριστῶι, καινὴ κτίσις ἀνακαινίζεται. Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε πάντα καινά.» «Τὰ πάντα» εἶπεν, ὅτι ἐν τῶι ἀνθρώπωι θεωροῦνται ὁρατὰ καὶ ἀόρατα. Ὁ ἀθετῶν οὖν τῶι Χριστῶι τὴν ἀνθρωπότητα τελείαν μὴ ὑπάρχειν, οὗτος βέβλαπται μὴ ἐπιστάμενος τὴν μεγάλην οἰκονομίαν τοῦ Θεοῦ καὶ τὸ δόγμα τὸ χριστιανικόν· ὁμοίως καὶ ὁ τὴν θεότητα τελείαν ἀθετῶν, ἔνοχός ἐστι καὶ πάνυ βέβλαπται.

Τὸ κείμενον

β.103

Κυκλευόντων τοίνυν τῶν ἄστρων διὰ τῶν ἀοράτων Δυνάμεων, κατὰ τὴν θείαν Γραφήν, καὶ διὰ τοῦ βορρᾶ διατρεχόντων καὶ ὑπὸ τὸ ὕψος τῆς γῆς γινομένων, δυνατὸν τῶι τοιούτωι σχήματι τὰς ἐκλείψεις ἀποτελεῖσθαι, τὰς τῆς σελήνης καὶ τοῦ ἡλίου. Λογικῶς γὰρ καὶ εὐτάκτως καὶ ὀξυτέρως ἡμῶν αἱ ἀγγελικαὶ Δυνάμεις τὰ σχήματα κινοῦσαι ἀποτελοῦσιν, ἔργον αὐτὸ κεκτημέναι νυκτὸς καὶ ἡμέρας ἀπαύστως. Ὅνπερ γὰρ τρόπον οἱ ἔξωθεν λέγουσιν ὑποκάτωθεν τῆς γῆς κυκλεύειν αὐτά, ἀπερισκέπτως, ὡς πρόσθεν ἐδείχθη, μὴ συμβαῖνον τῆι φύσει τῶν πραγμάτων, ἀλλὰ καὶ τῶι Θεῶι ἐναντιούμενοι. Ἡμεῖς ἀκολουθοῦντες τῆι θείαι Γραφῆι, ὀλίγον πλαγιάσαντες τῶι νῶι τὴν περιφοράν, ἤτοι τὴν πορείαν τῶν ἄστρων, διὰ τούτου τοῦ σχήματος ἀποτελεῖσθαι αὐτὰς λέγομεν. Αἱ αὐταὶ γὰρ ἐκλείψεις ἐξ ἀνάγκης ἐπακολουθοῦσι, καὶ οὔτε τῶι Θεῶι ἐναντιούμεθα, οὔτε τῆι φύσει τῶν πραγμάτων. Πιστευτέον γὰρ τῶι Θεῶι ὑπὲρ πᾶσαν ἔννοιαν καὶ διδασκαλίαν ἀνθρώπων.

β.104

Πάλιν περὶ τῶν τεσσάρων στοιχείων λέγομεν ὅτι τὴν γῆν πρῶτον, ξηρὰν οὖσαν, ἑδράσας ὁ Θεὸς θεμέλιον τοῦ παντὸς ὡς βαρεῖαν τέθεικε· πάλιν τὸ ὕδωρ, τουτέστι τὸ ὑγρόν, ὡς ῥευστὸν ὄν, ἐπάνω τῆς γῆς ἔταξεν· ὡς δὲ ἐναντία ταῖς ποιότησιν ὁμοῦ ἐδικαίωσεν εἶναι διὰ τὴν εὐκρασίαν. Πάλιν ἀνώτερον τούτων τὸν ἀέρα ἔταξε ψυχρόν, καὶ πάλιν ἀνώτερον τὸ πῦρ, τουτέστι τὸ θερμόν, ἀμφότερα πάλιν ὡς κουφότερα, ὡς δὲ πάλιν ἐναντία. Ὁμοῦ τὰ δύο οὖν μέσα, τό τε ὕδωρ ὡς ὑγρὸν καὶ τὸν ἀέρα ὡς ψυχρόν, πολλὴν συγγένειαν ἔχοντα πρὸς ἄλληλα, τὸ μὲν ῥευστῆς φύσεως ὄν, τὸ δὲ χαύνης, ἀμφότερα δὲ ἁπαλὰ καὶ εὐχερῶς εἰσδεχόμενα εἰς ἑαυτὰ καὶ ἀλλήλων καὶ τῶν ἐναντίων τὰς ποιότητας καὶ ἀλλήλοις μεταδιδόντα καὶ τὸ πᾶν συγκιρνῶντα, τοῖς ἄλλοις δύο μεσάζειν ἐδικαίωσε, τῶι τε ξηρῶι καὶ θερμῶι, ἵνα μὴ τὸ πᾶν διαφθαρῆι καὶ ἀποτεφρωθῆι. Ἐκ τοῦ γὰρ εὐχερῶς μεταλαμβάνειν ἀλλήλων τὰ δύο μέσα στοιχεῖα πλάνην ὑπέμειναν οἱ ἐκτὸς καὶ ἐξ ἀντιστρόφου τὸν μὲν ἀέρα ὑγρόν, τὸ δὲ ὕδωρ ψυχρὸν προσηγόρευσαν· λοιπὸν καὶ ἐκ τούτου δύο ποιότητας τῶι ἑνὶ χαρίζονται, πολλάκις δὲ καὶ τέσσαρας.

β.105

Τοὺς δὲ ὑετοὺς κατὰ τὸ χρήσιμον ὁ Θεὸς διὰ τῶν ἀγγελικῶν Δυνάμεων ἔταξε γίνεσθαι, ἐξυπηρετούντων καὶ ἀπὸ τῆς θαλάττης ἐπὶ τὰς νεφέλας ἀναγόντων· καὶ τῶι προστάγματι τῶι θείωι διακονοῦντες ἐκπέμπουσιν ὁπουδὰν τὸ θεῖον πρόσταγμα κελεύσοι. Λέγει γὰρ ἡ Γραφὴ διὰ Ἀμὼς τοῦ προφήτου· «Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς.» Ὁμοίως καὶ διὰ Ζαχαρίου οὕτως· «Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ᾽ ὥραν πρώϊμον καὶ ὄψιμον, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστωι βοτάνην ἐν ἀγρῶι.» Ἐν δὲ ταῖς Βασιλείαις ἐπὶ Ἠλιοὺ οὕτω φησί· «Καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις καὶ ἐγένετο ἐν τῶι ἑβδόμωι, καὶ ἰδοὺ νεφέλη μικρά, ὡς ἴχνος ἀνδρός, ἀνάγουσα ὕδωρ ἀπὸ θαλάσσης.»

β.106

Τὸ δὲ σαλευθῆναι τὴν γῆν οὐκ ἀπὸ πνεύματος λέγομενοὐ γὰρ ὡς αὐτοὶ μύθους ὑποτιθέμεθα, ἀλλὰ προστάγματι θείωι τοῦτο γίνεσθαι λέγομεν ἀπεριέργως. Λέγει γὰρ ἡ Γραφὴ διὰ τοῦ Δαυΐδ· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.» Καὶ ἐπὶ τῶν ἀποστόλων λέγει εἰς τὰς Πράξεις· «Καὶ ἐσαλεύθη ὁ τόπος, ἐν ὧι ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου.» Καὶ Ἀμὼς δὲ ὁ προφήτης καὶ αὐτὸς οὕτως λέγει· «Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν.» Καὶ πάλιν ἕτερος προφήτης, Ἀγγαῖος δὲ οὗτος, οὕτως λέγει· «Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν.» Καὶ πάλιν Ἠσαΐας· «Ἐὰν ἀνοίξηις τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη.»

β.107

Περὶ δὲ ἀντιπόδων οὔτε εἰπεῖν ἢ ἀκοῦσαι περὶ τούτων τῶν μύθων ἀνέχεται ἡ θεία Γραφή. «Ἐποίησε γάρ, φησίν, ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς.» Οὐκ ἐπὶ ἀντιπροσώπου τῆς γῆς εἶπεν, ἀλλ᾽ ἐπὶ προσώπου. Καταχθονίους δὲ τοὺς νεκροὺς τοὺς τεθαμμένους ἐν τῆι γῆι καλεῖ, οἷόν ἐστι τό· «Ἵνα ἐν τῶι ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψηι, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», ἵνα εἴπηι ἀγγέλων ὡς οὐρανίων, ἀνθρώπων ὡς ἐπιγείων, καταχθονίων ὡς ἐν τῆι γῆι τεθαμμένων. Τοῦτο γὰρ ἔφη ἐπὶ τῆς ἀναστάσεως γίνεσθαι, ὅτε πάντες οἵ τε κατ᾽ οὐρανὸν ἄγγελοι, οἵ τε κατὰ γῆν ἄνθρωποι καὶ οἱ ἐν τῆι γῆι τεθαμμένοι νεκροί, ἀνιστάμενοι πάντες, γόνυ κλίνουσιν ἐν τῶι ὀνόματι Ἰησοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Πατεῖν γὰρ λεγόμεθα ἐπάνω τῆς γῆς, οἷον ὡς ὅταν λέγηι· «Δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων.» Τὸ πατεῖν οὖν τὸ ἐπάνω τινὸς λέγεται πατεῖν· εἰ δὲ ἐπάνω τινὸς πατοῦμεν, τὸ ἀντιπατεῖν ὑποκάτω ἐστὶν οὗ πατεῖ. Κατὰ τοὺς σοφοὺς δὲ τὸ σφαιροειδὲς οὔτε ἐπάνω οὔτε ὑποκάτω ἔχει· οὐκοῦν οὔτε πατοῦμεν, οὔτε ἀντιπατοῦμεν, οὔτε ὅλως βαίνομεν ἐν τῆι γῆι· καὶ πλάσματα καὶ μῦθοί εἰσι τὰ κατ᾽ αὐτούς.

β.108

Περὶ δὲ ἀγγέλων καὶ δαιμόνων ἢ ψυχῶν, πάντας περιγραπτοὺς λέγει ἡ θεία Γραφὴ καὶ ἐν τῶι κόσμωι τούτωι διάγοντας, ὡς ὅταν λέγηι ὁ Ἀπόστολος· «Θέατρον ἐγενήθημεν τῶι κόσμωι καὶ ἀγγέλοις καὶ ἀνθρώποις», ὡς εἰς ἕνα κόσμον διάγοντας. Ἀλλὰ καὶ ἐν τῶι Δανιὴλ λέγει περὶ αὐτῶν οὕτως· «Καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλείας Περσῶν, καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῶι λαῶι σου ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.» Τὸ οὖν «εἱστήκει ἐξ ἐναντίας μου» καὶ τὸ «ἦλθε» καὶ «ἀπῆλθε» καὶ «κατέλιπον αὐτὸν ἐκεῖ» καὶ ὅσα τοιαῦτα περιγραπτῶν εἰσι. Μόνον γὰρ ἀπερίγραφον τὸ θεῖον, πανταχοῦ καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ὄν. «Ἐὰν γὰρ ἀναβῶ», φησὶν ὁ Δαυΐδ, «εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ἅιδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης», ἵνα εἴπηι τῆς δύσεως, «καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με», φανερῶς τὸ ἀπερίγραφον τοῦ Θεοῦ ἐνταῦθα σημάνας. Ἐπὶ δὲ ἀγγέλων οὐ δυνατὸν τοῦτο νοεῖν, καταλειπομένους, ὡς ἀνωτέρω γέγραπται, ἐν τόπωι.

β.109

Περὶ δὲ ψυχῶν, καὶ αὐτὰς περιγραπτὰς λέγει ἡ θεία Γραφὴ καὶ ἐν αὐτῶι τῶι σώματι περιγράφεσθαι, οἷον· «Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου», ὡσανεὶ καὶ αὐτῆς ἔνδον τυγχανούσης. Καὶ πάλιν· «Ἡ καρδία μου καὶ ἡ σάρξ μου», ἵνα εἴπηι ἡ ψυχή μου καὶ ἡ σάρξ μου· κέχρηται δὲ ἀντὶ ψυχῆς τῆι καρδίαι, ὡς ἐκεῖ αὐτῆς ἱδρυμένης καὶ ἔνδον οὔσης τοῦ σώματος, ὡς ὅταν πάλιν λέγηι· «Ἐν τῆι καρδίαι μου ἔκρυψα τὰ λόγιά σου», ἵνα εἴπηι ἐν τῆι ψυχῆι μου. Πάλιν· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός», ἵνα εἴπηι ψυχήν. Ὁ δὲ Κύριος οὕτω φησίν· «Οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον· εἰς γὰρ τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται· τὰ δὲ ἐκπορευόμενα ἐκ τῆς καρδίας», ὡσανεὶ τῆς ψυχῆς, «ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον», οἶον «πονηροὶ διαλογισμοὶ» καὶ ὅσα καταλέγει ἰδιώματα τῆς ψυχῆς.

β.110

Ἑτέρωθι δὲ πάλιν λέγει ἐντρεπτικώτερον τοῖς ἀποστόλοις· «Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν», ἀντὶ τοῦ εἰπεῖν ὅτι· Ὀφείλετε κατὰ ψυχὴν ἀεὶ ἔχειν ἐντὸς ὑμῶν τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ πάλιν τῶι πιστεύσαντι ληιστῆι ἐπαγγέλλεται λέγων· «Ἀμὴν λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσηι ἐν τῶι παραδείσωι». Τὸ «ἐν τῶι παραδείσωι» τέως φανερώτατα ἐν τόπωι λέγει· ὅτι δὲ κατὰ ψυχὴν λέγει καὶ οὐ κατὰ τὸ σῶμα, δῆλον ἐκ τοῦ τεθάφθαι τὸ σῶμα τοῦ Κυρίου ὑπὸ Ἰωσὴφ ἐν Ἱεροσολύμοις, ἀλλὰ καὶ τὸ τοῦ ληιστοῦ ἐν τοῖς αὐτόθι ἐτέθαπτο· προδηλότατα οὖν κατὰ τὴν ψυχὴν λέγει τὸ «μετ᾽ ἐμοῦ εἶ σήμερον ἐν τῶι παραδείσωι». Ἔτι δὲ καὶ οἱ πλείους τῶν εὐαγγελιστῶν ἐπὶ τοῦ θανάτου τοῦ Κυρίου «ἐξέπνευσεν» εἶπον, ὡσανεὶ ἔσωθεν ὄντος τοῦ πνεύματος, τουτέστι τῆς ψυχῆς, ἐξῆλθεν ἀπὸ τοῦ σώματος. Ὁ γὰρ ἄλλος «κλίνας τὴν κεφαλήν, λέγει, ἀφῆκε τὸ πνεῦμα».

β.111

Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται ὡς ἐν τάξει ὑποθήκης χριστιανικῆς, ἐκ τῆς θείας Γραφῆς κινουμένοις, οὐχ ἑαυτοῖς πλασαμένοις ἢ στοχασαμένοις, ἀλλ᾽ ἀκριβῶς πειθομένοις τῶι Θεῶι τῶι διὰ τῶν προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ Υἱοῦ λαλήσαντι. Πάντων γὰρ τῶν θελόντων ἀπὸ λογισμῶν ἰδίων ἢ ἐκ στοχασμῶν εἰπεῖν τι τοιοῦτον, καὶ ἀπορούντων τὰ πλεῖστα καὶ σφαλλομένων καὶ μὴ ἐξισχυόντων τὸ ἀκριβὲς εἰπεῖν, πρὸς τὸν Θεὸν τὸν κτίστην τοῦ παντὸς καταφυγεῖν χρὴ τὸν ὄντως χριστιανόν, τὸν εἰδότα τὸ πῶς καὶ τὸ διατί, ἵνα μὴ πλανώμενοι «καὶ περιφερόμενοι παντὶ ἀνέμωι ἐν τῆι διδασκαλίαι» τῶν ἀνθρώπων, καθὰ καὶ ὁ Ἀπόστολος βοᾶι, ἐν τῆι κυβείαι τῶν λόγων καὶ τῆι πανουργίαι τῆς ἀπάτης, εὑρεθῶμεν καὶ ἡμεῖς «σὺν τῶι κόσμωι κατακρινόμενοι».

β.112

Ταῦτα δὲ αὐτὰ καὶ ἐν τῆι Παλαιᾶι ὁ Μωϋσῆς ἐν τοῖς Ἀριθμοῖς καταλέγει καί φησι· «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς, καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν, καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον. Καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε καὶ μνήσθητε πάντων τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν, ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῶι Θεῶι ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς Αἰγύπτου εἶναι ὑμῶν Θεός, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν», σαφέστερον καὶ αὐτὸς διδάξας, ὅπερ καὶ ὁ Ἀπόστολος ἐδίδαξε, μὴ κατακολουθεῖν ταῖς ἰδίαις ἐννοίαις, ἀλλὰ μᾶλλον τοῖς θείοις προστάγμασι. Γένοιτο δὲ ἡμᾶς, ὦ τιμία κεφαλή, τούτων μὲν ἀπέχεσθαι, τῶν θείων δὲ ἀντέχεσθαι, εὐχαῖς τῆς σῆς ἁγιωσύνης, χριστιανικώτατε πάτερ, ὅπως εὕροιμεν ἔλεος καὶ χάριν ἐνώπιον τοῦ θρόνου τῆς χάριτος εἰς τοὺς αἰῶνας. Ἀμήν.