Cosmas Indicopleustes
floruit 550 p. Chr. n.
Χριστιανικὴ Τοπογραφία
Λόγος αʹ
|
|
___________________________________________________
|
|
ΛΟΓΟΣ Αʹ
Πρὸς τοὺς χριστιανίζειν μὲν ἐθέλοντας, κατὰ τοὺς ἔξωθεν δὲ σφαιροειδῆ τὸν οὐρανὸν νομίζοντας καὶ δοξάζοντας.
| |
α.1 | Ὅσοι πόθωι τῆς ἀληθοῦς γνώσεως ἐφίενται καὶ ἐρα σταὶ φωτὸς ἀληθινοῦ ὑπάρχουσι καὶ τοῦ μέλλοντος αἰῶνος συνπολῖται τῶν ἁγίων σπεύδουσιν εἶναι, οἱ τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην θείαν ὄντως Γραφὴν ἡγούμενοι, οἱ Μωϋσῆι καὶ τῶι Χριστῶι πειθόμενοι, οἱ ταῖς ἀρχαῖς ἑαυτῶν μέχρι τέλους ἀκολουθοῦντες, οἱ ἐκ τοῦ μηδαμῆ μηδαμῶς τὸν κόσμον ὑπὸ Θεοῦ παρῆχθαι ὁμολογοῦντες, καὶ πιστεύοντες ἀνάστασιν γίνεσθαι ἀνθρώπων καὶ κρίσιν καὶ κληρονομεῖν τοὺς δικαίους βασιλείαν οὐρανῶν, περισκοποῦσι πᾶσαν τὴν θείαν Γραφήν, εἰ γεγραμμένοι τυγχάνουσι παρὰ Μωϋσῆι τῶι συγγραψαμένωι τὴν κτίσιν, ἢ παρ᾽ ἑτέροις προφήταις, τόποι καὶ σχήματα τῆς κτίσεως ἁπάσης, ἐν οἷς ἐστι σημαινόμενος καὶ ὁ τόπος ἔνθα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἥνπερ ἐπαγγέλλεται ὁ Δεσπότης Χριστὸς δωρεῖσθαι τὸν Θεὸν τοῖς δικαίοις ἀνθρώποις. Εὑρίσκοντες δὲ Παλαιάν τε καὶ Καινὴν Διαθήκην σύμφωνον μὲν ἑαυτῆι μένουσιν ἐν αὐτῆι ἐπιστηριζόμενοι καὶ ἀσάλευτοι, ἐν μηδενὶ ὑπὸ τῶν ἐναντίων περιτρεπόμενοι. |
α.2 | Οἱ δὲ τῆι τοῦ κόσμου τούτου σοφίαι κοσμούμενοι, καὶ ἑαυτοῖς θαρροῦντες λόγοις στοχαστικοῖς καταλαμβάνειν τὸ σχῆμα καὶ τὴν θέσιν αὐτοῦ, πᾶσαν τὴν θείαν Γραφὴν ὥσπερ μύθους καταχλευάζουσι, Μωϋσέα τε καὶ τοὺς προφήτας, τὸν Δεσπότην Χριστὸν καὶ τοὺς ἀποστόλους σπερμολόγους καὶ φαντασιοκόπους ἀποκαλοῦντες, καὶ τὰς ὀφρῦς ἐπηρκότες, ὥς τι μέγα κατασοφιζόμενοι τοὺς λοιποὺς ἀνθρώπους, σφαιρικὸν σχῆμα καὶ κυκλοφορικὴν κίνησιν τῶι οὐρανῶι δωροῦνται, καὶ γεωμετρικαῖς μεθόδοις καὶ ψήφοις ἄστρων καὶ κυβείαι λόγων καὶ πανουργίαι κοσμικῆι καταλαμβάνειν ἐπιχειροῦσι τὴν θέσιν καὶ τὸ σχῆμα τοῦ κόσμου ἐκ τῶν ἡλιακῶν καὶ σεληνιακῶν ἐκλείψεων, πλανῶντες καὶ πλανώμενοι, ἐν ἀλλοίωι σχήματι τὰ τοιαῦτα μὴ δύνασθαι γίνεσθαι ἰσχυριζόμενοι. Καὶ περὶ μὲν τῶν τοιούτων οὐδεὶς ἡμῖν λόγος, ἀρκετῶς ἀλλήλους ἀνατρεπόντων. |
α.3 | Οἱ δὲ χριστιανίζειν μὲν ἐθέλοντες, τοῖς λόγοις δὲ καὶ τῆι σοφίαι καὶ τῆι ποικιλίαι τῆς πλάνης τοῦ κόσμου τούτου πάλιν θέλοντες κοσμεῖσθαι, καὶ ταῦτα κἀκεῖνα δέχεσθαι φιλονεικοῦντες, ἐοίκασι σκιᾶς μηδὲν διαλλάττειν, τῆς μεσιτεύοντος μὲν σώματος ἐν φωτὶ γενέσθαι πεφυκυίας, μὴ μεσιτεύοντος δὲ σώματος ἐν φωτὶ μὴ πεφυκυίας γενέσθαι, ἀλλὰ καὶ περιλαμπομένου τοῦ σώματος πάντοθεν ἐκ τοῦ φωτὸς ἐξαφανιζομένης. |
α.4 | Πρὸς τοὺς τοιούτους γάρ μοι ὁ λόγος, περὶ ὧν ποτε ὁμοίων γενομένων ἐν τῆι Σαμαρείαι παροίκων καταβοᾶι ἡ θεία Γραφὴ ὅτι· «Τὸν Θεὸν ἐφοβοῦντο καὶ τοῖς ὑψηλοῖς ἐθυμίων καὶ ἐλάτρευον.» Οὕστινας διμόρφους τις καλέσας οὐκ ἂν ἁμάρτοι· καὶ μεθ᾽ ἡμῶν γὰρ θέλουσιν εἶναι καὶ μετ᾽ ἐκείνων, τὴν ἀποταγὴν τοῦ Σατανᾶ, ἣν ἀπετάξαντο ἐν τῶι βαπτίσματι, νῦν ἀθετοῦντες καὶ ἐπ᾽ αὐτὸν παλινδρομοῦντες. Οὐ δύνανται γὰρ καθόλου μεθ᾽ ἡμῶν εἶναι οἱ τοιοῦτοι, ἀλλὰ μέσοι τινὲς ὑπάρχουσιν, οἶκοι κενοὶ μεταρσίως πως ἱστάμενοι, θεμέλια κατὰ γῆς μὴ ἔχοντες, μήτε μὴν ἐξ ὕψους τὸ κατέχον. Σχεδὸν γὰρ μήπω ἀρξάμενοι τὰς ἑαυτῶν ἀρχὰς καταλύουσι καὶ μήπω καταλύοντες τὰ ἑαυτῶν τέλη ἀτελῆ δεικνύουσι, μήτε εἰς τοῦτο βεβαίως ἔχοντες, μήτε εἰς ἐκεῖνο, ἀλλὰ μᾶλλον τοὺς πάντας διαπαίζουσι καὶ ὑπὸ πάντων διαπαίζονται. Πρῶτον μὲν οὖν βασανίσαντες μετ᾽ αὐτῶν περὶ τοῦ σφαιρικοῦ σχήματος, ὡς οὐ δυνατὸν τοῦτο εἶναι, οὔτε μὴν τῆι φύσει τῶν πραγμάτων συμβαῖνον, ἐς ὕστερον ἀποδείξομεν τὰ ἡμέτερα δυνατὰ καὶ τῆι φύσει τῶν πραγμάτων συμβαίνοντα. |
α.5 | Τινὲς μὲν οὖν ἐξ αὐτῶν λέγουσι τὸν οὐρανὸν σῶμα ἐκ τεσσάρων στοιχείων ὄντα, ἔνιοι δὲ τὰς ὀφρῦς ἀνατείνοντες ἐξ ἑτέρου πέμπτου νέου στοιχείου τὸν οὐρανὸν ὕστερον ἀνέκτισαν, τὸ πρὶν ἐκ τῶν τεσσάρων ἔχοντα τὴν οὐσιώδη σύστασιν· συνεῖδον γὰρ ὡς οὐ δυνατὸν κύκλωι φέρεσθαι αὐτὸν ἐκ τούτων ἔχοντα τὴν οὐσίαν. Ἀλλὰ πάλιν ἐν αὐτῶι τυφλώττοντες ἁλίσκονται καὶ τοὺς ὀξὺ βλέποντας οὐχ ὁρᾶν οἰόμενοι. Διαφόρων γὰρ καὶ ποικίλων ἐναργῶς ἐν αὐτῶι χρωμάτων ὁρωμένων, ἐξ ὧν ἡ τοῦ θερμαίνειν τε καὶ ψύχειν ἐνυπάρχουσα δύναμις αὐτοῖς ἀναφαίνεται, τὴν ὄψιν ἁπάντων ἠπατῆσθαί φασι διὰ τὴν ἄγαν ἀπόστασιν. |
α.6 | Εἰπάτω τοίνυν παρελθὼν εἰς μέσον ὁ βουλόμενος· Οἱ τῆι ἀπλανεῖ καθ᾽ ὑμᾶς ἐγκείμενοι σφαίραι ἀστέρες δηλονότι, πῶς οὐκ ἀνίσωι διαστήματι τῆς ὄψεως ἡμῶν ἀπέχοντες, ὡς ἀπὸ κέντρου τῆς γῆς ἀφιεμένης τῆς ὀπτικῆς ἐνεργείας, ἀλλοῖοι ταῖς χροιαῖς τε καὶ τοῖς μεγέθεσι φαίνονται; Πῶς δὲ τῶι καλουμένωι πρὸς ὑμῶν Ἄρεϊ κατωτέρω τάξιν ἔχοντι πολλοὶ τῶν ἀπλανῶν ὑπάρχουσιν ἴσοι τε καὶ ὅμοιοι, καὶ τῶι τοῦ Διὸς ὡσαύτως παραπλησίους ὁρῶμεν οὐκ ὀλίγους; |
α.7 | Ἀλλ᾽ οὐδὲ τὸν οὐρανὸν αὐτὸν ὁμόχρουν ἑαυτῶι θεώμεθα· τὰς γὰρ ἐν αὐτῶι νεφελοειδεῖς συστροφάς, αἷς ὄνομα τεθείκατε γαλαξίανοὐκ ἄλλοθεν ἢ ἐκ τοῦ διαφόρου χρώματος ἐπιθέμενοι τὴν κλῆσιν αὐταῖςπόθεν ἂν ὑποτοπήσαιμεν οὕτω φαίνεσθαι μιᾶς οὔσης τῆς ἐπιφανείας, ἧι προσβάλλει τὸ πνεῦμα τῆς ὄψεως; Οἶμαί γε φάσκοντί μοι ταῦτα τεκμήρια διαφόρων εἶναι συγκρίσεώς τε καὶ μίξεως οὐδένα τολμᾶν ἀντιφθέγγεσθαι, κἂν εἴη τοῦ ψεύδους ἐραστής, μήτοι γε τῶν ἐν προεδρίαι ταττόντων ἀεὶ τὴν ἀλήθειαν. |
α.8 | Εἰ δὲ οὐκ ἐξ ἑνὸς ἰδίαν ἔχοντος κίνησιν τὴν κυκλοφορουμένην, ἀλλ᾽ ἐκ τῆς τῶν τεσσάρων ἐδημιουργήθη μίξεως, οὐ περιφέρεται καλῶς. Εἴρηται γὰρ ὡς ἢ κάτω κινηθήσεται πλεονάζοντος ἐν αὐτῶι τοῦ βαρέως, ἢ τὴν ἄνω φορὰν ἀρθήσεται τοῦ ἐναντίου κατακρατοῦντος, ἢ στήσεται, εἰ μηδὲν ἐν αὐτῶι πλεονεκτοίη· τοῦτο δὴ καὶ παντὶ φανερόν. Οὐδὲ γὰρ ἄνω φερόμενον, οὐδὲ κάτω τις ὁμολογήσειεν ἑωρακέναι πώποτε. Λείπεται φάσκειν αὐτὸν ἐρηρεισμένον εἶναι. |
α.9 | Λεγόντων δὲ πόθεν ἐν ἁπλῶι καὶ ἀποίωι στοιχείωι διάφοροι κινήσεις; Εἴ γέ φασι τὴν ἐναντίαν ἑλίττεσθαι τῶι παντὶ τοὺς οὓς πλανήτας ὀνομάζουσιν, οὐ ψευσθέντες· ὡσαύτως εἴ γε κατά τινας, οὓς ὁ δημιουργὸς ὥρισε χρόνους, ἐμφανῶς ὡς μηδ᾽ αὐτοὺς ἀρνεῖσθαι τὴν ἀπὸ ἀνατολῶν ἐπὶ δύσιν ὁρῶνται ποιούμενοι πορείαν. Εἶτα πάλιν ἰλιγγιῶντες ἀπορούμενοι, ὅπερ εἴωθε παρέπεσθαι τοῖς τ᾽ ἀληθὲς ἀποφυγγάνουσι, καὶ μηδεμίαν διέξοδον εὑρίσκοντες ἀναποδισμοὺς καὶ στηριγμοὺς ποιεῖσθαί φασι τοὺς ἀστέρας. |
α.10 | Ἀλλ᾽, ὦ τὰ πάντα δεινοὶ τοῦ πλέκειν τε καὶ λύειν, εἰ κατὰ φύσιν αὐτοῖς τὸ κινεῖσθαι, πόθεν ἡ στάσις; Οὐ γάρ ἐστιν αὐτοῖς ἐναντίον, ὃ τῆς φυσικῆς αὐτοὺς ὁρμῆς ἐφέξει. Τίς δὲ τούτους ἐπὶ τὸν ἐναντίον δρόμον ἀνάγκη βιάζεται μετιέναι; Μή μοι δέ τις ἀπάτην εἶναι λεγέτω τῆς ὄψεως· οὐ γάρ ἐστι μικρὸν ὃ προτρέχουσι μῆκος· ἐξ ἑπομένου δὲ ζωδίου πολλάκις ὁρῶνται μεθιστάμενοι εἰς προηγούμενον. |
α.11 | Τί δὲ δεῖ λέγειν, ὅπου γε αὐτοὶ μεταβάντες ἐπὶ τὰς αὐτῶν τῶν ἀστέρων ἐνεργείας, ἐν οἷς εἰς ἄκρον ὀκέλλοντες ἀτοπίας, οὐ συνίασι στηρίζοντας ἤτοι ἀναποδίζοντας αὐτοὺς ἀδρανεῖς τε καὶ φαύλους εἶναι; Καὶ τὸν ἐν Κριῶι πρώην, ἐν Ἰχθύσι δὲ νῦν ὁρώμενον, οὐκ ἐν οἴκωι τις Ἄρεως, ἀλλ᾽ ἐν Διὸς ἂν εἴποι, καὶ ποιεῖν αὐτόν, οὐχ ἅσπερ εἰώθασι ληρωδεῖν ἐνυπάρχοντος αὐτοῦ τῶι Κριῶι, ἀλλ᾽ ὅσας αὐτῶι χαρίζονται διατρέχοντι τοὺς Ἰχθύας. |
α.12 | Εἰ δ᾽ οὐ συνάιδουσι τῆι φαινομένηι κατὰ τὸ ἔμπαλιν ἀναδρομῆι, πόθεν οὖν ἢ τίνος ἕνεκεν αὐτοῖς ἡ ἐπ᾽ ἀμφότερα πορεία; Τάχα δὲ πάλιν αἰτιάσονται τούτου τοὺς οὐχ ὁρωμένους ἐπικύκλους, οὓς ὑπέθηκαν αὐτοῖς ὀχήματα, καὶ ἐπὶ τούτων αὐτοὺς φέρεσθαι διισχυρίζονται· ἀλλ᾽ οὐδὲν ἔσται περισσὸν ἔκ γε τούτου τοῦ μηχανήματος· ἀπαιτήσομεν γὰρ αὐτούς, δι᾽ ἣν αἰτίαν ὀχημάτων ἐδέησεν αὐτοῖς. Ὡς μὴ δυναμένοις ἆρα κινεῖσθαι; Καὶ πῶς ἐψυχωμένους ἂν εἴποιτε καὶ θειοτέραις ψυχαῖς; Ἀλλ᾽ ὡς δυναμένοις; Καταγέλαστον οἶμαί γε καὶ τὸ ἐννοεῖν. Διατί δὲ ἡ σελήνη καὶ ὁ ἥλιος ἐπικύκλων οὐκ ἔτυχον; Ὡς οὐκ ἄξιοι διὰ τὴν ὕφεσιν; Ἀλλ᾽ οὐ νηφόντων ὁ λόγος. Ἀλλὰ σπάνει τῆς ἐπιτηδείας ὕλης οὐκ ἠδυνήθη τούτοις ὁ δημιουργὸς ὀχήματα πλάσαι; Εἰς κεφαλὴν ὑμῶν ἡ δυσφημία τράποιτο. |
α.13 | Παύσασθε ληρωδοῦντες, ὦ σοφώτατοι, τὰ μηδενὸς ἄξια. Γνῶτε δὲ κἂν ὀψέ ποτε τοῖς θείοις ἕπεσθαι λογίοις, καὶ μὴ ταῖς ὑμετέραις αὐτῶν ἀνυποστάτοις ἐπινοίαις. Ἐπεὶ λέξατε· Πῶς καὶ τῆς ἀπλανοῦς οἴεσθε τοὺς ἀστέρας ἐναντίως τῶι παντὶ κινεῖσθαι; Μόνων αὐτῶν, ἢ τῆς ἐν ἧι εἰσι σφαίρας ἐστὶν ἡ τοιάδε φορά; Ἀλλ᾽ εἰ μὲν αὐτῶν, πῶς ἐν ἴσωι χρόνωι τοὺς ἀνίσους διέρχονται κύκλους; Πῶς δὲ οὐδεὶς τῶν ἐν τῶι γαλαξίαι γέγονεν ἐκτὸς αὐτοῦ, οὐδὲ τῶν ἔξωθεν αὐτοῦ πλησιέστερον αὐτοῦ φαίνεται ἢ ἐν αὐτῶι; Εἰ δὲ τὴν σφαῖραν ἐναντίως φέρεσθαι λέγοι τις, εὑρεθήσεται κατὰ τὸν αὐτὸν χρόνον αὐτὴ ἑαυτῆι ἐναντίως κινουμένη. Τούτου δὲ τίς ἂν ἀτοπώτερον ἐπινοήσειεν; |
α.14 | Οὕτως δὲ ἀναιδείας, ἀσεβείας δὲ μᾶλλον, οὐδενὶ καταλιπεῖν ὑπερβολὴν ἁμιλλῶνται, ὡς ἀπερυθριᾶν ὁμολογεῖν τε τινὰς ὑπὸ γῆν οἰκοῦντας εἶναι. Τί οὖν, ὅταν ἀπορήσειέ τις αὐτοῖς λέγων· Διακενῆς ὁ ἥλιος ὑπὸ γῆν φέρεται; Παραχρῆμα καταγέλωτος οὐ φροντίζοντες ἐροῦσιν ὡς ἀντίχθονές εἰσι κάτω κάρα φερόμενοι καὶ ποταμοὶ τοῖς ἐνταῦθα οἱ τὴν ἐναντίαν θέσιν ἔχοντες, ἅπαντα τὰ ἄνω κάτω μεταστρέφειν ἐπιχειροῦντες ἢ τοῖς τῆς ἀληθείας ἕπεσθαι δόγμασιν, οἷς οὐδέν ἐστι τῶν τῆς ματαιότητος σοφισμάτων, ἅπαντα δὲ ῥάιδια καὶ θεοσεβείας ἀνάπλεα καὶ τοῖς προσιοῦσι σωφρόνως αὐτοῖς προξενεῖ τὴν σωτηρίαν. |
α.15 | Ἐπεὶ δὲ πάντων αἰτίας ἴστε λέγειν· Ἕνεκα τίνος οὐκ ἀπὸ τοῦ βορρᾶ περιφέρεται ἡ σφαῖρα ὑμῶν ἐπὶ τὸν νότον, ἢ ἀπὸ ἑτέρου ἀνέμου ἐπὶ τὸν ἀντιπνέοντα; Καὶ μή μοι λέγε· Τοῦτο κρεῖττον ἔδοξε τῶι ποιητῆι τοῦ κόσμου, τὰ ἐμὰ γὰρ ἄλλως ἐστὲ φθεγγόμενοι. Πῶς δὲ τῆι φύσει τῶν πραγμάτων ἀκόλουθα δοκεῖτε λέγειν ὅλως κινεῖσθαι καὶ κυκλεύειν τὸν οὐρανὸν ὑποτιθέμενοι, ἔξωθεν αὐτοῦ ἢ τόπον ἢ σῶμα, κἂν πεπλασμένως, μὴ ὑποτιθέμενοι; Οὐ γὰρ δυνατόν τι κινεῖσθαι ἄνευ τῶν τεσσάρων στοιχείων, οἷον ἢ ἐπὶ γῆς ἢ ἐπὶ ὕδατος ἢ ἐπὶ ἀέρος ἢ ἐπὶ πυρός, ἢ καὶ ἀπὸ τόπου εἰς τόπον μετέρχεσθαι ἐπ᾽ ἄπειρον, ἢ ἐπὶ τοῦ αὐτοῦ πάντοτε στρέφεσθαι τόπου. |
α.16 | Ἀλλ᾽ εἰ μὲν ἐπ᾽ ἄπειρον μετέρχεται τόπον κυλιόμενος, ἄπειρον γῆν ὑποτίθεσθε ἔξωθεν, εἰς ἣν κυλίεται, ἔρημα τοὔπισθεν καταλιμπάνων, εἰ δὲ ἕτερον ἓν τῶν τριῶν στοιχείων ὑποτίθεσθε, οὐδ᾽ εἰς ὁπότερον αὐτῶν κυλίεσθαι καὶ στρέφεσθαι πέφυκε σφαῖρα, ἀλλὰ μᾶλλον καὶ ἀκοντιζομένη ῥοιζηδὸν μετέρχεται. Εἰ δὲ πάλιν ἐπὶ τοῦ αὐτοῦ ἀεὶ τόπου κυλίεται καὶ στρέφεται μὴ μετερχόμενος τόπον ἐκ τόπου, ἀνάγκη αὐτὸν ὑπὸ κλωτάκων ὡς ὁ τόρνος ἢ ὡς ἡ ὀργανικὴ σφαῖρα βαστάζεσθαι, ἢ ὑπὸ ἄξονος ὡς ἡ μηχανὴ ἢ ἡ ἅμαξα. Καὶ εἰ τοῦτο, πάλιν ἀνάγκη ζητεῖν εἰς τί ἐπιστηρίζονται ἢ οἱ κλώτακες ἢ ὁ ἄξων· καὶ τοῦτο ἐπ᾽ ἄπειρον. Πῶς δὲ καὶ τὸν ἄξονα διήκειν διὰ μέσου τῆς γῆς ὑποθώμεθα; Ποίου σώματος, εἴπατε; Τούτων οὖν τῆι φύσει τῶν πραγμάτων ἀπορουμένων, λείπεται, καθὰ καὶ πρώην εἴπαμεν, ἐρηρεισμένον αὐτὸν εἶναι καὶ μὴ περιφερόμενον. |
α.17 | Ἀλλὰ καὶ τὴν γῆν ὡς κέντρον μέσην τοῦ παντὸς ὑποτιθέμενοι ταχύτατα ἑαυτοὺς καταλύετε τὸ μέσον πάλιν κάτω λέγοντες εἶναι· τὸ αὐτὸ γὰρ κατὰ τὸ αὐτὸ καὶ μέσον καὶ κάτω ἀδύνατον εἶναι· τὸ μέσον γὰρ τοῦ ἄνω καὶ κάτω μέσον ἐστίν, ἢ τοῦ δεξιὰ καὶ ἀριστερά, ἢ τοῦ ἔμπροσθεν καὶ ὄπισθεν. Πῶς οὖν οὐκ ἀπορίαι πολιορκούμενοι ἀνακόλουθα καὶ ἀφύσικα ἀπὸ γνάθων φθέγγεσθε; |
α.18 | Δεδιότες γὰρ μή τις ὑμῖν ἀπορήσειε φάσκων· Τὰ τοσαῦτα ἀμύθητα βάρη τῆς γῆς πῶς δυνατὸν ὑπὸ ἀέρα κρέμασθαι καὶ ἵστασθαι καὶ μὴ καταπίπτειν; Οὐκ ἀληθῶν, ἀλλὰ ξένων πλασμάτων μύθους ἐφευρηκότες ἀντιστρόφως λέγετε τὸ μέσον κάτω εἶναι, ὡς εἴ γε ἀντὶ τῆς γῆς πῦρ τις ὑπόθοιτο μέσον, τὸ μέσον ἄνω ἂν εἴπατε ἀντὶ τοῦ κάτω, ἐπειδὴ τὸ πῦρ ἀνωφερές ἐστιν. Ἐμοὶ γοῦν τὰ πρῶτα δοκοῦσι διὰ τῶν δευτέρων ἀναιρεῖν, καὶ διὰ τῶν πρώτων τὰ δεύτερα. |
α.19 | Εἰ δὲ ἐξ ἴσου ὄντος τοῦ ἀέρος πάντοθεν τῆς γῆς ὠθεῖσθαι λέγοιεν ὑπὸ τοῦ παντός, καὶ τὴν γῆν ἀκλινῆ διαμένειν καὶ μὴ κλίνειν ἐν μέρει, πῶς ἄνθρωποι καὶ τὰ λοιπὰ ἄλογα χερσαῖά τε καὶ πτηνὰ οὐ συνωθοῦνται, ἀκλινῆ διαμένοντα ὡς ἡ γῆ, ἀλλὰ διατέμνει τὸν ἀέρα πάντα πορευόμενα καὶ ἀεροποροῦντα καὶ ὑψηλοβατοῦντα; Οὐ μόνον τὰ τοιαῦτα, ἀλλὰ καὶ ψιλά τινα ἄψυχα πράγματα, οἷον βραχύτατον πτεροῦ ἢ σμικρότατον ἄχυρον, περικρατῆσαι ἢ βαστάσαι τὸν ἀέρα ἀδύνατον, ἀλλὰ τέμνει αὐτὸν λεπτὸν ὄντα καὶ ἁπαλὸν καὶ παρέρχεται, ὅσον ἡ ὁρμὴ τοῦ ἄγοντος φέρεται; Πῶς οὖν δεκτέον τὰς τοιαύτας ψευδεστάτας ὑποθέσεις; |
α.20 | Εἰ δὲ καὶ περὶ τῶν ἀντιπόδων ἐπεξεργαστικώτερον θελήσειέ τις ζητῆσαι, ῥαιδίως τοὺς γραώδεις μύθους αὐτῶν ἀνακαλύψει. Πόδες γὰρ ἀνθρώπου ἑτέροις ποσὶν ἀνθρώπου ἀντισυναπτόμενοι, ἀμφοτέρους δὲ στήσωσιν ἢ ἐν γῆι, ἢ ἐν ὕδατι, ἢ ἐν ἀέρι, ἢ ἐν πυρί, ἢ ἐν οἱωιδηποτοῦν σώματι βούλονται, πῶς εὑρεθήσονται ἀμφότεροι ὄρθιοι; Πῶς οὐχ ὁ μὲν αὐτῶν κατὰ φύσιν ὄρθιος, ὁ δ᾽ ἕτερος παρὰ φύσιν κατακέφαλα εὑρεθήσεται; Ἀλόγιστά τε καὶ ξένα τῆς ἡμετέρας φύσεως καὶ τάξεώς εἰσι τὰ τοιαῦτα. Πῶς δὲ πάλιν ὑετοῦ γινομένου ἐπ᾽ ἀμφοτέρους δυνατὸν λέγειν καταφέρεσθαι ἐπὶ τοὺς δύο τὸν ὑετόν; Καὶ οὐχὶ τὸ μὲν καταφέρεσθαι, τὸ δὲ ἀναφέρεσθαι, ἢ ἀντιφέρεσθαι, ἢ εἰσφέρεσθαι καὶ ἐκφέρεσθαι; Τὸ γὰρ ἀντίποδας νοεῖν καὶ ἀντιβρέχειν ἐπ᾽ αὐτοὺς ἀναγκάζει νοεῖν· καὶ εὐλόγως ἐπεγγελάσεταί τις ταῖς καταγελάστοις ταύταις ὑποθέσεσιν, ἀνάρμοστα καὶ ἄτακτα καὶ ἀφύσικα φθεγγομέναις. |
α.21 | Εἰ δέ τις κατανοήσειε καὶ τὸ ἄλλο αὐτῶν σόφισμα, λέγω δὴ τὸ ἐμπνευματοῦσθαι τὴν γῆν καὶ τοὺς σεισμοὺς γίνεσθαι, ἡνίκα τὸ πνεῦμα συγκλειόμενον τὴν γῆν δῆθεν βιαίως σαλεύει, θαυμάσειε τὴν ἀπάτην καὶ τῶν ἰδίων λόγων τὴν ἐναντιότητα. Εἰ γὰρ ἐξ ἴσου τοῦ παντὸς πνεύματος ὠθουμένη ἡ γῆ ἵσταται ἀσάλευτος καὶ ἀκλινής, ἐμπνευματουμένη μᾶλλον βαρεῖσθαι ὤφειλε κατὰ τὸ μέρος ἐκεῖνο καὶ κλίνειν, ὥσπερ καὶ παραδείγματι χρῶνται τῶι κατὰ τὸν ἄνθρωπον. Ὁ γάρ τοι ἄνθρωπος οὐ μόνον ἐμπνευματούμενος σαλεύεται καὶ τρέμει, ἀλλὰ καὶ φόβωι ληφθεὶς τρέμει καὶ μέθηι οἴνου καὶ ψύχει πιεζόμενος καὶ αἵματι ὑπερζέων καὶ θυμούμενος καὶ ἀπὸ γήρως καὶ ἀπὸ ἀδυναμίας· ἡνίκα δὲ καὶ ἐμπνευματούμενος σαλεύεται, καὶ πίπτει πολλάκις εἰς ἀρρωστίαν καὶ τελευτᾶι. Πῶς οὖν καὶ ἡ γῆ, κατ᾽ αὐτοὺς ἐμπνευματουμένη, οὐ καταπίπτει καὶ ἀπόλλυσι τὸν ἴδιον τόπον; |
α.22 | Πῶς δὲ καὶ τὴν γῆν τῆς Αἰγύπτου κρείττονα σεισμῶν λέγουσιν εἶναι, ὡς διὰ τὸ χαύνην εἶναι καὶ πνέειν, τοὺς αὔλακας ἐκείνους ποιοῦσα τοὺς μεγάλους, πολλάκις σεισμῶν γεναμένων ἐν Αἰγύπτωι, ὥστε καὶ πόλεις πεσεῖν καὶ ἐδαφισθῆναι. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν καιρῶν τῶν Ἑλλήνων, ἡνίκα κατεκράτουν καὶ ἐβασίλευον, ἐπὶ Ἀλεξάνδρου καὶ Σελεύκου καὶ Ἀντιόχου καὶ Πτολεμαίου, καὶ φιλοσόφους ἄνδρας ἐπήγοντο, Ἀριστοτέλην τε καὶ τοὺς ὁμοίους, καὶ βουλῆι αὐτῶν ἐποίουν τὰ πολλά, πῶς κτιζομένης Ἀντιοχείας ὑπὸ Σελεύκου καὶ Ἀντιόχου οὐκ ἐγένοντο δυνατοὶ εἰπεῖν περὶ τῆς γῆς τῶν αὐτόθι ὅτι αὕτη οὐκ ἔστι κρείττων σεισμῶν, ἀλλὰ μᾶλλον καὶ φίλη; Ὥσπερ οὖν καὶ ἑωράκαμεν πολλάκις αὐτὴν πεσοῦσαν ἀπὸ σεισμῶν. Οὐ μόνον δὲ Ἀντιόχειαν, ἀλλὰ καὶ Κόρινθον ἔνθα ὁ δῆμος τῶν φιλοσόφων ἐγειτνία. |
α.23 | Εἰ δὲ καὶ τὴν ἑτέραν αὐτῶν δόξαν τις θεάσοιτο, ὥς φασι τὸν ὑετὸν ἐκ τῆς ὑγρότητος τῆς ἀνιμωμένης ὑπὸ τῆς θερμότητος ἀποτελεῖσθαι, καὶ παραδείγμασι πείθειν ἐπιχειροῦσιν ὅτι ὥσπερ τὸ βαλανεῖον, φησίν, ἐκ τῆς θερμότητος ἀνιμᾶται τὸ ὑγρὸν καὶ ἀποστάζει, καὶ ὥσπερ τὸ πῶμα τοῦ χαλκείου ἐκ τῆς θερμότητος ἀνιμᾶται τὸ ὑγρὸν καὶ ἀποστάζει, καὶ ὥσπερ ἡ σικύα καὶ διὰ τοῦ στυππείου καὶ πυρὸς ἀνιμᾶται τὸ ὑγρόν, οὕτω καὶ τὸ ὑγρὸν ἀνιμώμενος ὁ ἥλιος ἐν καιρῶι ἀποστάζει αὐτόὅθεν γίνεται ὁ ὑετός, θαυμάσειε δ᾽ ἄν τις αὐτῶν τὴν τοσαύτην σοφίαν τὴν τῆι πιθανότητι ἀπατῶσαν τοὺς πολλούς. |
α.24 | Εἰ γὰρ τὸ βαλανεῖον τὴν θερμότητα οὐκ ἄνωθεν, ἀλλὰ κάτωθεν ἔχει, πῶς ἀνιμᾶται, οὐχὶ δὲ μᾶλλον ὠθεῖ; Ὁμοίως καὶ ἐπὶ τοῦ χαλκείου, οὐκ ἄνωθεν ἔχει τὴν θερμότητα, ἀλλὰ κάτωθεν, καὶ ἀμφότερα ὑπὸ τῆς θερμότητος ὠθοῦνται καὶ τῆι ἀνακλάσει, τὸ μὲν ἐκ τῆς στέγης ἀποστάζει, τὸ δὲ ἐκ τοῦ πώματος. Ὁμοίως καὶ ἡ σικύα, εἰ μὴ δι᾽ αὐτοῦ τοῦ ὀργάνου βιαζομένου τὴν φύσιν καὶ ἕλκοντος, οὐκ ἂν εἷλκεν ὑγρότητα, μυριάκις ἐπὶ μυρίοις πῦρ καὶ στυππεῖον ἐμβαλών. Ἀλλὰ καὶ ξύλον ὑγρόν τινος ἐμβαλόντος πυρί, τοσοῦτον ὠθεῖται ἡ ὑγρότης ἐκ τῆς θερμότητος, ὡς ἐκ τοῦ ἑτέρου μέρους τοῦ ξύλου τὴν ὑγρότητα καὶ τὸν καπνὸν ἐκβάλλεσθαι. Καὶ πῦρ τις ἀνάψας εἰς γῆν τὴν ὑγρότητα, τὴν ἐν τοῖς ξύλοις, διὰ τοῦ καπνοῦ ἐκπεμπομένην ἐπὶ τὰ ἄνω θεωρεῖ, οὐχὶ ἀπὸ τῶν ἄνω ἀνιμωμένην, ἀλλ᾽ ὠθουμένην ἀπὸ τῆς θερμότητος τοῦ πυρός. |
α.25 | Οὐ μὴν ἀλλὰ καὶ πλύνων τις ἱμάτιον καὶ ἁπλώσας ἐν τῆι γῆι, ἐπειδὰν ξηρανθῆι ἐκ τοῦ ἡλίου, ἐπάρας τὸ ἱμάτιον τὴν ὑγρότητα ἐκπεμφθεῖσαν ὑπὸ τῆς θερμότητος ἐν τῆι γῆι εὑρήσει τυπωθεῖσαν κατὰ τὸ σχῆμα τοῦ ἱματίου. Ὁμοίως καὶ εἰς πινάκιόν τις ἐμβαλὼν θερμὸν ὄψον δι᾽ ἑκατέρου ἐκπεμπομένην τὴν ὑγρότητα θεωρήσει ἄνωθεν καὶ κάτωθεν, ἐπειδὴ μέση τυγχάνει ἡ θερμότης· ἄνωθεν γὰρ θεωρεῖ καπνὸν ἀνιόντα καὶ κάτωθεν ἱδροῦντα τὸν πίνακα καὶ τὴν ὑγρότητα τυπουμένην κατὰ τὸν τύπον τοῦ δίφρου τοῦ πίνακος· ὥστε οὐκ ἀνιμᾶται, κατὰ τοὺς σοφούς, ἀλλὰ μᾶλλον ὠθεῖ ἡ θερμότης. |
α.26 | Ἐπαπορούντων δὲ ἡμῶν πρὸς αὐτοὺς ὅτι· Διατί ἐν Θηβαΐδι καυματουμένης τῆς χώρας οὐκ ἀνιμᾶται τὸ ὑγρὸν καὶ γίνεται ὁ ὑετὸς ἐν τοῖς αὐτόθι; Ἀπολογούμενοι φάσκου σιν ὅτι ἡ μετρία καὶ οὐχ ἡ ἄγαν μᾶλλον θερμότης εἴωθεν ἀνιμᾶσθαι. Πρὸς οὓς συντομώτατα ἐροῦμεν ὅτι· Καὶ πῶς ἐνδοτέρω τῆς Θηβαΐδος εἰς τὴν Αἰθιοπίαν, ἔνθα πολὺ πλέον θερμότης ὑπάρχει, πολλοὶ ὑετοὶ γίνονται; |
α.27 | Πῶς δὲ δύνανται λέγειν τὸν ἥλιον ἀνιμᾶσθαι οἱ πολλοὶ καὶ ἀκρότατοι σοφοί, ἐκ τῆς περιφορᾶς συντρίβεσθαι καὶ θερμαίνειν διισχυριζόμενοι, καὶ οὐχὶ ἐνυπάρχειν αὐτῶι κατὰ φύσιν τὸ θερμὸν ὑποτιθέμενοι; Οὐδὲ μὴν ἀλλὰ καὶ τὸν ἀέρα ὑγρὸν καὶ θερμὸν λέγοντες εἶναι, τίς ἔτι χρεία σοφίζεσθαι τοὺς σοφοὺς καὶ λέγειν ἑτέρωθεν ἀνιμᾶσθαι τὸ ὑγρόν, αὐτόθεν ἄνωθεν ἔχοντες τὸ θερμὸν καὶ τὸ ὑγρόν; |
α.28 | Εἰ δέ τις ἀπαιτήσειεν αὐτοὺς στοιχεῖον ἓν καθ᾽ ἑαυτὸ ἤγουν τὴν αὐτοῦ ποιότητα δεῖξαι, εὐθέως ἀποροῦντες τῶι ἑνὶ στοιχείωι δύο ποιότητας χαρίζονται καί φησιν· Ἡ γῆ, ξηρὸν καὶ ψυχρόν, τὸ ὕδωρ, ψυχρὸν καὶ ὑγρόν, ὁ ἀήρ, ὑγρὸς καὶ θερμός, τὸ πῦρ, θερμὸν καὶ ξηρόν, ὥστε ἀπορίαι πολιορκούμενοι ὀκτὼ ποιότητας λέγουσι τῶν τεσσάρων στοιχείων. Ποτὲ δὲ τὰς ποιότητας πάσας ἐν ἑκάστωι στοιχείωι λέγουσιν εἶναι. Πάλιν οὖν ἀντίκεινται τοῖς ἑαυτῶν λόγοις ἕκαστον τῶν τεσσάρων στοιχείων τετραχῶς μὴ ὀνομάζοντες, ἀλλὰ διχῶς μόνον. |
α.29 | Θαυμάζω τοίνυν τοὺς βελτίστους τούτους ψυχρὸν καὶ ὑγρὸν τὸ ὕδωρ παρέχοντας καὶ τὸν ἀέρα ὑγρὸν καὶ θερμόν. Πόθεν λέγουσι τὸ ὕδωρ, τουτέστι τὸ ψυχρὸν καὶ ὑγρόν, πήγνυσθαι καὶ κρυσταλλοῦσθαι ἐν καιρῶι χειμῶνος; Πόθεν ἐπέρχεται ἡ ἄκρα ψυχρότης, ἵνα καὶ κρύσταλλον αὐτὸ ἀπεργάσηται; Καὶ εἰ μὲν ἐροῦσιν ὅτι ἡ ἀπόστασις τοῦ ἡλίου εἰς τὸ κατὰ φύσιν αὐτὸ ἀποδείκνυσι, πῶς τὸν ἀέρα κατὰ φύσιν ὄντα θερμὸν καὶ ὑγρὸν οὐκ ἀποδείκνυσιν, ἀλλὰ τοὐναντίον ψυχρότατον; Πῶς δὲ αὐτὸ τὸ ψυχρόν, τουτέστι τὸ ὕδωρ, οὐ πήγνυσι τὸν ἀέρα, τουτέστι τὸ ὑγρόν, ἀλλὰ τοὐναντίον ἐκεῖνο τοῦτο πήγνυσι, καθὼς ὁρῶμεν; Πολλὰ μὲν οὖν ἔχων εἰπεῖν περὶ τούτου καὶ περὶ ὧν πάλιν πλανώμενοι φέρουσι παραδείγματα ἐπ᾽ αὐτοῦ, χαλινοῦμαι τῆι ματαιότητι τῶν ὑπ᾽ αὐτῶν λεγομένων ἐντρεπόμενος, ἀρκετὰ ἡγησάμενος τὰ προλεχθέντα περὶ τούτου, περὶ ἕτερον δὲ μᾶλλον ἐπειγόμενος τῶν σοφῶν ἀσχολεῖσθαι σόφισμα, ὅπερ εὐθέως ἐρῶ. |
α.30 | Τὸν οὐρανὸν σῶμα λέγοντες εἶναι περιέχειν λέγουσι τὸν πάντα κόσμον, μηδὲν δὲ ἔξωθεν αὐτοῦ ὑπάρχειν διισχυριζόμενοι, ἀγγέλους καὶ δαίμονας καὶ ψυχάς, μέρος ὄντας τοῦ κόσμου, ἀπεριγράφους πάλιν ὁρίζονται, μήτε περιέχοντας τὸν οὐρανόν, μήτε περιεχομένους ὑπὸ τοῦ οὐρανοῦ, οὐ συνιέντες τὸ λεγόμενον, ὅτι τὸ μήτε περιέχον μήτε περιεχόμενον ἐν τοῖς οὖσιν ὅλως οὐ θεωρεῖται. Εἰ τοίνυν ταῦθ᾽ οὕτως ἔχει, εἰπάτωσαν περὶ τῆς ἰδίας αὐτῶν ψυχῆς πότερον ἔστιν ἢ οὐκ ἔστι. Καὶ εἰ μέν· Οὐκ ἔστιν, ἐροῦσι λίαν ἀναιδέςκαὶ ἀψύχους ἑαυτοὺς ὑποτίθενται. Εἰ δέ· Ἔστι, πάλιν λεγέτωσαν· Ἐν αὐτοῖς ἐστιν, ἢ οὐκ ἔστιν ἐν αὐτοῖς; Εἰ μὲν τὸ ὕστερον, πάλιν ἀναιδές τε καὶ μωρὸν οὐκ ἔλαττον τοῦ προτέρου. Εἰ δὲ τὸ πρῶτον, πάλιν ἐρωτητέον αὐτούς· Τοῦ σώματος περιγραφομένου ὑπὸ τοῦ οὐρανοῦ, πῶς οὐ συμπεριγράφεται καὶ ἡ ψυχή; |
α.31 | Εἰ δέ, καθά φασιν, ἐλλάμπει τῶι σώματι μὴ συμπεριγραφομένη αὐτῶι, ζητητέον ποῦ ὑπάρχουσα ἐλλάμπει τῶι σώματι· ἀδύνατον γὰρ κτιστὴν αὐτὴν οὖσαν μὴ σὺν τοῖς κτίσμασιν ὑπάρχειν. Καὶ εἰ μὲν ἔσωθέν που τοῦ οὐρανοῦ ἐροῦσι, πάλιν ὑπ᾽ αὐτοῦ τοῦ σώματος τοῦ οὐρανοῦ περιγράφεται ἡ σκιαγραφουμένη παρ᾽ ὑμῖν ἀπερίγραφος. Εἰ δὲ ἔξωθεν δώσουσι, πρῶτον μὲν ἑαυτοὺς κατέλυσαν, ἔπειτα· Ἐν μέρει τοῦ οὐρανοῦ ἐστιν ἢ ἐν ὅλωι; Καὶ εἰ μὲν ἐν μέρει, πάλιν περιγραπτή ἐστιν, ὡς ἐν μέρει βραχυτάτωι οὖσα· εἰ δὲ ὅλωι, περιγράφει μὲν τὸν οὐρανόν, ὑπὸ σχῆμα δὲ εὑρεθήσεται σφαιροειδὴς τυγχάνουσα, κατὰ τὰ ἐντεῦθεν πέρατα συμπεριειληφυῖα τὴν σφαῖραν. |
α.32 | Εἰ δὲ πάλιν καὶ ἔσωθεν καὶ ἔξωθεν αὐτὴν εἴπωσι διήκουσαν διὰ πάντων ὡς ἀπερίγραφον, μὴ λανθανέτωσαν ἑαυτοὺς πολυθεΐαν εἰσάγοντας καὶ ἰσοθεΐαν φανταζομένους. Τοῦτο γὰρ τὸ ἰδίωμα, εἰ μὴ τοῦ ἀκτίστου Θεοῦ τοῦ κτίσαντος καὶ δημιουργήσαντος τὰ πάντα, οὐκ ἔστι. Φάσκοντες οὖν εἶναι σοφοὶ μωραίνουσι κατὰ τὸν μακάριον Παῦλον τὸν ἀπόστολον, ἐναλλάξαντες τὴν δόξαν τοῦ ἀπεριγράφου Θεοῦ εἰς τὰς κτιστὰς ἑαυτῶν ψυχάς, σφετεριζόμενοι τὴν δόξαν τὴν θείαν. Διὰ τοῦτο μᾶλλον αὐτοὺς φευκτέον. «Τούτους γάρ, φησὶν ὁ Ἀπόστολος, ἀποτρέπου, τοὺς ἔχοντας μὲν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἀρνουμένους.» |