BIBLIOTHECA AUGUSTANA

 

Cosmas Indicopleustes

floruit 550 p. Chr. n.

 

Χριστιανικὴ Τοπογραφία

 

Ὑπόθεσις

 

___________________________________________________

 

 

 

ΥΠΟΘΕΣΙΣ

 

4

Τινὲς χριστιανίζειν νομιζόμενοι καὶ τὴν θείαν Γραφὴν μηδὲν λογιζόμενοι, ἀλλὰ περιφρονοῦντες καὶ ὑπερφρονοῦντες κατὰ τοὺς ἔξωθεν φιλοσόφους, σφαιρικὸν εἶναι τὸ σχῆμα τοῦ οὐρανοῦ ὑπολαμβάνουσιν ἐκ τῶν ἡλιακῶν καὶ σεληνιακῶν ἐκλείψεων πλανώμενοι. Πᾶσαν τοίνυν τῆς βίβλου τὴν ὑπόθεσιν εἰς πέντε μέρη ἁρμοδίως διειλόμην. Πρῶτον πάντων πρὸς τοὺς εἰρημένους καὶ πλανωμένους ὁ πρῶτος λόγος ἐγένετο, ὡς οὐ δυνατὸν τὸν χριστιανίζειν ἐθέλοντα ἀπάγεσθαι τῆι πιθανῆι τῶν ἔξωθεν πλάνηι, ἕτερα τῆς θείας Γραφῆς ὑποτιθεμένης· καὶ γὰρ ἐάν τις θελήσειε βασανίσαι τὰς ἑλληνικὰς ὑποθέσεις, πλάσματα πάντως εὑρήσει καὶ μυθώδη σοφίσματα καὶ ἀδύνατα παντελῶς.

5

Εἶτα λοιπὸν πρὸς τὸν αἰτησάμενον χριστιανὸν ὀφείλοντα λέγειν· Τούτων ἀναιρουμένων, ποίας χρὴ ἀντεισάγειν ὑποθέσεις ἀληθεῖς; ὁ δεύτερος λόγος ἐγένετο ἐξηγούμενος τὰς χριστιανικὰς ὑποθέσεις ἐκ τῆς θείας Γραφῆς προερχόμενος, καὶ δηλῶν παντὸς τοῦ κόσμου τὸ σχῆμα, καὶ ὅτι τινὲς τῶν ἔξωθεν παλαιῶν τοιαύτης δόξης ἐγένοντο. Εἶτα πάλιν ὡσανεὶ τινὸς ἀποροῦντος καὶ λέγοντος· Πόθεν δῆλον εἰ ἀληθεύει Μωϋσῆς καὶ οἱ προφῆται τοιαῦτα λέγοντες; ὁ τρίτος λόγος τὸ ἀξιόπιστον ἀποδείκνυσι Μωϋσέως καὶ τῶν προφητῶν, καὶ ὅτι οὐκ ἀφ᾽ ἑαυτῶν ἐλάλησαν, ἀλλ᾽ ἐκ θείας ἀποκαλύψεως ἐμπνευσθέντες καὶ δοκιμασθέντες ἔργωι καὶ πράγματι, προθεωρήσαντες αὐτὰ οὕτως ἐξεῖπον καὶ οἱ ἐν τῆι Παλαιᾶι καὶ οἱ ἐν τῆι Νέαι, καὶ τί τὸ χρήσιμον τῶν σχημάτων τοῦ κόσμου, καὶ πόθεν ἀφορμὴν καὶ ἀρχὴν ἔσχε τῆς σφαίρας ἡ ὑπόνοια. Εἶτα πάλιν περὶ τῶν ποθούντων ὄψει παραλαβεῖν τὰ σχήματα ὁ τέταρτος λόγος ἐγένετο, σύντομος ἀνακεφαλαίωσις καὶ διαγραφὴ τῶν προειρημένων ὑπάρχων, καὶ τῆς σφαίρας καὶ τῶν ἀντιπόδων ἡ ἀνατροπή.

6

Εἶτα πάλιν πρὸς τὸν αἰτησάμενον τὰς χριστιανικὰς ὑποθέσεις ὁ πέμπτος λόγος ἐγένετο, δηλῶν ὡς οὐχ ἑαυτοῖς πλασάμενοι, οὔτε νέους μύθους ἐφευρηκότες εἰρήκαμεν ἢ διεγράψαμεν, ἀλλ᾽ ἐξ ἀποκαλύψεως καὶ προστάξεως Θεοῦ τοῦ τὸν κόσμον δημιουργήσαντος, θεωρήσαντες τὸ ἐκμαγεῖον τοῦ παντὸς κόσμου, τὴν σκηνὴν λέγω τὴν ὑπὸ Μωϋσέως κατασκευασθεῖσαν, ἣν καὶ ἡ Νέα συμφώνως ἐκτύπωμα παντὸς τοῦ κόσμου αὐτὴν ἔφησεν εἶναι, ἣν καὶ διελὼν ὁ Μωϋσῆς διὰ τοῦ καταπετάσματος τὴν μίαν εἰς δύο πεποίηκε, καθάπερ καὶ ὁ Θεὸς ἐξ ἀρχῆς τὸν χῶρον τὸν ἕνα, τὸν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, διὰ τοῦ στερεώματος διεῖλεν εἰς δύο χώρους· ἐν τῆι σκηνῆι ἡ ἐξωτέρα καὶ ἐσωτέρα, ἐνταῦθα κατώτερος καὶ ἀνώτερος χῶρος· ὁ κατώτερος μέν ἐστιν ὁ κόσμος οὗτος, ὁ ἀνώτερος δὲ ὁ μέλλων κόσμος, ἔνθα καὶ ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα ἐκ νεκρῶν ἀναστὰς πρῶτος πάντων ἀνελήλυθε, καὶ οἱ δίκαιοι μετὰ ταῦτα πάλιν ἀνελεύσονται.

7

Καὶ ὅτι ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἀπὸ Μωϋσέως ἕως Ἰωάννου, καὶ ἀπὸ Ἰωάννου πάντες οἱ ἀπόστολοι καὶ εὐαγγελισταί, συμφώνως πάντες καὶ διὰ λόγων καὶ διὰ τύπων ἐξεῖπον περὶ τῶν δύο τούτων καταστάσεων, καὶ ὅτι οὐδεὶς αὐτῶν διεφώνησεν, οὔτε πρὸ ταύτης εἰπὼν ἑτέραν, οὔτε μετὰ τὴν δευτέραν τρίτην ὑποθέμενος, ἀλλὰ πάντες ὡς ἐξ ἑνὸς θείου Πνεύματος ἐμπνευσθέντες τὰς δύο μόνας καταστάσεις ἐξεῖπον.

8

Ὅθεν θαρρήσαντες τῆι θείαι ὄντως Γραφῆι κατεγράψαμεν καὶ τὰ σχήματα τοῦ παντὸς κόσμου καὶ αὐτοὺς τοὺς τόπους, ἐν οἶς εὑρήσεις καὶ τὴν ἔξοδον αὐτῶν τῶν Ἰσραηλιτῶν καὶ τὸ ὄρος, ἐν ὧι τὸν νόμον ἐγγράφως ἐδέξαντο καὶ τῶν γραμμάτων τὴν πεῖραν ἐδιδάχθησαν, καὶ τῆς σκηνῆς τὴν διαγραφὴν καὶ τὴν κατάσχεσιν αὐτῶν τὴν ἐν τῆι γῆι τῆς ἐπαγγελίας, ἄχρις ἂν ὁ προσδοκώμενος ἐξ αὐτῶν καὶ προκηρυττόμενος διὰ πάντων τῶν ἀρχαίων ἀνθρώπων καὶ προφητῶν παρεγένετο ἀναδεικνύων τὴν μέλλουσαν δευτέραν κατάστασιν, ἣν καὶ παραγενόμενος ἐν ἑαυτῶι ἔδειξε πᾶσιν ἡμῖν, εἰσελθὼν εἰς τὴν ἐσωτέραν σκηνήν, εἰς τὸν ἀνώτερον οὐράνιον χῶρον, εἰς ὃν προσκαλεῖται τοὺς δικαίους ἐν τῆι δευτέραι παρουσίαι λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Αὐτῶι ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

9

Αἱ παραγραφαὶ τοίνυν αἱ ἐγκείμεναι ἐν τῆιδε τῆι βίβλωι πρὸς σαφεστέραν διήγησιν τοῦ κειμένου ἔγκεινται. Ὁ ἀναγινώσκων οὖν πρῶτον τὸ κείμενον ἀναγνῶι καὶ οὕτως τὴν παραγραφήν.