BIBLIOTHECA AUGUSTANA

 

Cosmas Indicopleustes

floruit 550 p. Chr. n.

 

Χριστιανικὴ Τοπογραφία

 

Λόγος γʹ

 

___________________________________________________

 

 

 

ΛΟΓΟΣ Γʹ

 

Ὅτι βεβαία ἐστὶ καὶ ἀξιόπιστος ἡ θεία Γραφὴ καὶ σύμφωνος αὐτὴ ἑαυτῆι καὶ καθ᾽ ἑαυτὴν διηγουμένη, Παλαιά τε καὶ Καινὴ Διαθήκη, σημαίνουσα καὶ τὸ χρήσιμον τῶν σχημάτων τοῦ παντὸς κόσμου.

 

γ.1

Πρῶτον οἱ ἄνθρωποι μετὰ τὸν κατακλυσμὸν ἐπὶ τῆς θεομάχου πυργοποιΐας ἐφ᾽ ὑψηλοῦ γενόμενοι, κατανοοῦντες συνεχῶς τοῖς ἄστροις, ὑπώπτευσαν πλανώμενοι ταύτην τὴν δόξαν, εἶναι τουτέστι σφαιροειδῆ τὸν οὐρανόν. Βαβυλωνίων γὰρ οὔσης τῆς πόλεως ἔνθα τὸν πύργον ὠικοδόμουν, Χαλδαίων ἀνάγκη πρῶτον ἐφεύρεμα τὸ τοιοῦτο, ὅθεν καὶ βαρβαρικὴν σφαῖραν ἐξειργάσαντο. Οἱ ἐκ τοῦ γένους τοίνυν τοῦ Ἀβραάμ, Χαλδαῖοι ὑπάρχοντες, κατελθόντες εἰς Αἴγυπτον αὐτοὶ μετέδωκαν τοῖς Αἰγυπτίοις ταύτης τῆς δόξης. Πολυπραγμονικώτερον πάλιν ἀφορμῆς δραξάμενοι οἱ Αἰγύπτιοι ἐπέτειναν καὶ αὐτοὶ ταύτην τὴν δόξαν, ἕως ὅτου καὶ οἱ Ἕλληνες παροικήσαντες ἐν Αἰγύπτωι, Πυθαγόρας Πλάτων τε καὶ Εὔδοξος ὁ Κνίδιος, οἱ φιλόσοφοι, καὶ αὐτοὶ ταύτης μεταλα βόντες πλέον τι καὶ αὐτοὶ ἐπεξειργάσαντο ἐκ τῶν πρώτων λαβόντες τὰς ἀφορμάς.

Παραγραφή

γ.2

Μετὰ τὸν κατακλυσμὸν τῶν ἀνθρώπων λοιπὸν πληθυνθέντων ἔσω ἐν τῆι ἀνατολῆι, ἔνθα ἡ κιβωτὸς ἐκαθέσθη, καθὼς γέγραπται, κινήσαντες μικρῶι πρὸς ἐπὶ τὰ ἔξω εὗραν πεδίον ἐν γῆι Σενναάρ. Μιᾶς δὲ γλώττης ὄντες οἱ πάντες ὁμοθυμαδὸν διελογίζοντο λέγοντες ὅτι· Τοὺς πρὸ ἡμῶν ἀνθρώπους ὁ Θεὸς κατακλυσμῶι διέφθειρεν· εἰ δοκήσει αὐτῶι πάλιν ὀργισθῆναι καὶ ἡμῖν καὶ κατακλυσμῶι διαφθεῖραι, ἀπολλόμεθα πάντες. Ἀλλὰ δεῦτε, πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί, ἵνα τοῖς ὕδασιν ἀντέχωσι, καὶ ἀσφάλτωι οἰκοδομήσαντες ποιήσωμεν πύργον ὑψηλόν, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, ἵνα τοῦ μὲν κατακλυσμοῦ ῥυσθέντες σωθῶμεν ἐν τῶι πύργωι. Εὐχερῶς δὲ πρὸς αὐτὸν παραταξώμεθα εἰς πόλεμον, ἐγγύτατοι αὐτοῦ ὄντες, ἕως ἐσμὲν ὁμοῦ πάντες, πρὶν ἢ διασκορπισθῶμεν. Τοῦτο γὰρ δηλοῖ τὸ λέγειν· «Καὶ ποιήσωμεν ἑαυτῶν ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.»

γ.3

Ἀρξάμενοι τοίνυν οἰκοδομεῖν καὶ τυραννικῶι τρόπωι βουλόμενοι εἰς τὸν οὐρανὸν ἀνελθεῖν, ὁ φιλάνθρωπος καὶ εὔσπλαγχνος Θεός, εἰδὼς καὶ προειδὼς ὃν ἔκτισεν αὐθαίρετον καὶ αὐτεξούσιον ἄνθρωπον, τὴν δύναμιν μὲν τοῦ ἐν αὐτῶι λογικοῦ, τὴν ἀσθένειαν δὲ τῆς αὐτοῦ σαρκός, σπλαγχνισθεὶς μᾶλλον ἤπερ ὀργισθείς, πεποίηκε πάλιν οἰκονομίαν μεγάλην, μὴ ἐάσας αὐτοὺς ἀνόνητα κάμνειν καὶ μοχθεῖν. Μετὰ τοῦ γὰρ συντρίβεσθαι τῶι καμάτωι διεφθείροντο παντελῶς ἐφ᾽ ὕψους γινόμενοι ἔκ τε τῆς σφοδρότητος τῶν ἀνέμων ἄνωθεν καταβαλλόμενοι καὶ τῆι ἐγγύτητι τοῦ ἡλίου κατακαυματούμενοι καὶ τῆι ἐκπλήξει τοῦ ὕψους σκοτούμενοι πάλιν καὶ καταφερόμενοι. Διαιρεῖ οὖν αὐτῶν καὶ συγχεῖ τὴν γλῶτταν εἰς πολλὰς καὶ παύει μὲν τῆς ἀθέου μανίας, διασκορπίζει δὲ αὐτοὺς καὶ κατοικίζει εἰς πᾶσαν τὴν γῆν. Αὕτη ἡ αἰτία τοῦ διαμερισμοῦ τῶν ἐθνῶν καὶ τῆς κατοικίας τῆς ἐπὶ τῆς γῆς.

γ.4

Ἐπ᾽ ἐσχάτων οὖν τῶν ἡμερῶν εὐδοκήσας ὁ Θεὸς ἐν τοῖς ἀνθρώποις, καθὰ γέγραπται· «Ἐν ἀνθρώποις εὐδοκία», ἰδίαι βουλῆι καὶ ἀγαθότητι ἀναγαγεῖν αὐτοὺς εἰς τὸν οὐρανόν, τὴν ἡμετέραν ἀπαρχὴν μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἀναστάσεως ἀνήγαγεν εἰς τὸν οὐρανόν. Προμηνύων δὲ πάλιν καὶ τῶν λοιπῶν ἀνθρώπων τὴν ἄνοδον, ἐν τῆι ἡμέραι τῆς Πεντηκοστῆς διὰ Πνεύματος ἁγίου συνάξας, ἅς ποτε διεῖλε γλώσσας, οὐρανόθεν τοῖς ἀποστόλοις δίδωσι, καὶ ἐλάλουν γλώσσαις «τὰ μεγαλεῖα τοῦ Θεοῦ», «καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι», ὥστε τοὺς παρισταμένους πάντας ἐκ πάντων τῶν ἐθνῶν συνηγμένους ἀκούειν ἕκαστον τῆι ἰδίαι διαλέκτωι «τὰ μεγαλεῖα τοῦ Θεοῦ» καὶ γνῶναι τὴν εὐδοκίαν τοῦ Θεοῦ, ἣν ηὐδόκησεν ἐν τοῖς ἀνθρώποις, ὅτι ποτὲ οἱ τυραννοῦντες καὶ βουλόμενοι ἄνθρωποι εἰς τὸν οὐρανὸν ἀνελθεῖν ἄπρακτοι μεμενήκασιν, εὐδοκίαι δὲ Θεοῦ νῦν εἰς οὐρανὸν οἱ πιστοὶ ἀναφέρονται.

Παραγραφή

γ.5

Ἐνταῦθα ἐφ᾽ ὑψηλοῦ γενόμενοι οἱ πρῶτοι ἄνθρωποι τὸν πύργον ὠικοδόμουν, καὶ συχνῶς τοῖς ἄστροις ὑπονοοῦντες καὶ ὁρῶντες τὰ μὲν τῶν ἄστρων ἀνερχόμενα, τὰ δὲ κατερχόμενα, τρόπον τινὰ ὡς ἐπὶ μηχανῆς στρεφόμενον ὑπώπτευσαν πρὸς τὸ σφαιροειδῆ εἶναι τὸν οὐρανόν. Ἠγνόησαν γὰρ καὶ τὸ σχῆμα τῆς γῆς καὶ ὅτι ὑπὸ ἀγγέλων κινοῦνται ἐν τῶι ἀέρι. Διὰ τοῦτο τὴν ὑπόνοιαν ταύτην ἔσχον. Τὰς πύλας ταύτας τὰς διαπερώσας τὸν πύργον ἐποίησαν, μηχανώμενοι πάντοθεν, ἵνα μὴ δῆθεν ἐκ τῶν ὑδάτων τοῦ κατακλυσμοῦ καταβληθῆι ὁ πύργος· ὁμοίως καὶ τὴν πλίνθον ὠικοδόμουν, ἵνα τοῖς ὕδασι δῆθεν ἀντέχηι. Οὗτος γάρ ἐστιν ὁ πύργος οἰκοδομούμενος. Φασὶ δὲ κατέχειν τοῦ πλάτους τὸ διάστημα τῶν θεμελίων τρία ἐπὶ τρία μίλια. Λέγουσι δὲ καὶ τὴν ἄνοδον ἔξωθεν αὐτὸν κύκλωι ἔχειν, ἵνα διὰ τῶν θυρίδων φῶτα δέχηται ἡ ἄνοδος.

Τὸ κείμενον

γ.6

Ἔτι δὲ διατριβόντων τῶν Ἰσραηλιτῶν ἐν τῆι Αἰγύπτωι, γεννηθεὶς ὁ Μωϋσῆς καὶ ἀνατραφεὶς ἐν τοῖς βασιλείοις Αἰγύπτου ἐπεπαίδευτο πᾶσαν τὴν σοφίαν τῶν Αἰγυπτίων, παραλαβὼν διὰ τῆς ὄψεως καὶ αὐτὸς τὴν σφαῖραν καὶ τὴν ἀστρονομίαν, ἢ καὶ μαγείαν, καὶ τὰ ἱερογλυφικὰ γράμματα, μᾶλλον δὲ σύμβολα γραμμάτωνγράμματα γὰρ οὔπω ἦν, καὶ ἁπλῶς εἰπεῖν, πάσης αὐτῶν τῆς σοφίας μέτοχος γεγονώς. Καθὰ διηγεῖται ἡ θεία Γραφή, ἀνδρωθεὶς καὶ ζηλωτὴς ὑπάρχων μᾶλλον τοῦ πατρίου ἔθνους φονεύει τὸν Αἰγύπτιον, καὶ φοβηθεὶς ἔφυγεν ἐπὶ τὰ μέρη τῆς Μαδιάμ, ἐν ἧι γήμας ἐποίησε παῖδας δύο.

γ.7

Ποιμαίνων δὲ τὰ πρόβατα τοῦ ἰδίου πενθεροῦ ἀπήγαγεν ἐπὶ τὸ Σίναιον ὄρος καὶ θεωρεῖ τὴν ὀπτασίαν ἐκείνης τῆς βάτου, ὡς πυρὶ κατεφλέγετο ἡ βάτος καὶ οὐ κατεκαίετο. Εἶτα προσδραμόντα ἰδεῖν τὸ μέγα θαῦμα προσκαλεῖται αὐτὸν ἄγγελος Θεοῦ ἐπ᾽ ὀνόματι τοῦ Θεοῦ καὶ προτρέπεται ἀπελθεῖν πρὸς βασιλέα Φαραὼ ἐν Αἰγύπτωι ἐπὶ τῶι ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων. Τοῦ δὲ παραιτουμένου διὰ τὸ ἀδύνατον τοῦ πράγματοςἐθεώρει γὰρ ὡς μόνος ἄνθρωπος μάχεσθαι πρὸς τοιοῦτον μέγαν βασιλέα οὐ δύναται, θαρραλεώτερον ὁ Θεὸς διὰ τοῦ ἀγγέλου ἀπεργάζεται ὑπομιμνήσκων αὐτὸν τῶν προπατόρων αὐτοῦ, ὅτι ἐκ στείρας καὶ γεγηρακότων παραδόξως συνεστήσατο ἔθνος μέγα καὶ πολύ. Καὶ προπαρασκευάζει διὰ τῆς ῥάβδου τῆς ἐν τῆι χειρὶ αὐτοῦ θαυματουργεῖν· ἐν οἷς καταπλαγεὶς ὁ Μωϋσῆς τοῖς θαύμασι, πείθεται ἀπελθεῖν εἰς Αἴγυπτον.

γ.8

Ἀπελθόντα δὲ καὶ ποιήσαντα συντυχίας πρὸς Φαραώ, ἐπειδήπερ ἤμελλε δεικνύειν αὐτῶι πῶς τὴν κτίσιν ἅπασαν παρήγαγεν ὁ Θεός, ποῖά τε πρῶτα καὶ ποῖα δεύτερα καὶ καθεξῆς, παρασκευάζει αὐτὸν θαυματουργεῖν καὶ μεταβάλλειν τὰ στοιχεῖα ἐπὶ ὀνόματι τοῦ Θεοῦ καὶ δεικνύειν πᾶσι τοῖς Αἰγυπτίοις καὶ τοῖς Ἰσραηλίταις, δι᾽ αὐτῶν δὲ καὶ πᾶσιν ὁμοῦ τοῖς ἀνθρώποις, ὅτι πιστὸς ἦν τῶι Θεῶι ἐπὶ πᾶσιν, οἷς λέγει καὶ ποιεῖ, προομαλίζων αὐτοὺς καὶ προπαρασκευάζων εἰς τὸ εὐπαράδεκτος αὐτοῖς εἶναι. Συγχωροῦνται δὲ καὶ οἱ ἐπαοιδοὶ συμβαλεῖν αὐτῶι, ἐξ ὧν καὶ αὐτὸς ἐπεπαίδευτο, καὶ τῆι θείαι δυνάμει ἀντιπαρατάττεται αὐτοῖς, διδασκόμενος τῶν τοιούτων καταφρονεῖν, ὥστε παραιτεῖσθαι ἐκείνους καὶ λέγειν ὅτι· «Δάκτυλος Θεοῦ ἐστιν οὗτος.»

γ.9

Μεταβαλὼν οὖν τὴν φύσιν τῶν ὑδάτων εἰς αἷμα καὶ ἀποκτείνας τοὺς ἰχθύας καὶ πάλιν τὸ αἷμα εἰς ὕδωρ ζῶν καὶ γόνιμον, καὶ σχίσας πάλιν τὴν Ἐρυθρὰν θάλασσαν καὶ τειχίσας ἔνθεν κἀκεῖθεν ἔμπροσθεν τῶν Ἰσραηλιτῶν καὶ τῶν Αἰγυπτίων, εὐπαράδεκτος ἦν αὐτοῖς μετὰ ταῦτα λέγων· «Εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσωι τοῦ ὕδατος καὶ ἔσται διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, καὶ ἐγένετο οὕτως.»

γ.10

Πάλιν ποιήσας σκότος ἐφεξῆς τρεῖς ἡμέρας παρὰ τοῖς Αἰγυπτίοις, ἐν δὲ τοῖς Ἰσραηλίταις φῶς, πάλιν εὐπαράδεκτος ἦν λέγων· «Καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.» Καὶ ὑπέθετο πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἄνευ δρόμου ἡλίου καὶ σελήνης καὶ ἄστρων λέγων· «Διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.»

γ.11

Εἶτα πάλιν ἐξάγει τοὺς βατράχους ἐκ τοῦ ποταμοῦ καὶ τοὺς σκνίπας ἐκ τῆς γῆς, καὶ πιστὸς ἦν λέγων· «Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ψυχὰς ζώσας, καὶ ἐγένετο οὕτως», καὶ πάλιν· «Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ τόδε καὶ τόδε, καὶ ἐγένετο οὕτως», ὁμοίως καὶ τὰ λοιπὰ παράδοξα πάντα. Ὕστερον πάντων τὰ πρωτότοκα ἀποκτείνας πιστὸς ἦν λέγων ὕστερον πάντων· «Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον.» Καὶ καθάπερ ἔφημεν, προπαρασκευάζει αὐτὸν πιστὸν τοῖς Ἰσραηλίταις, ἐφ᾽ οἷς ἔλεγέ τε καὶ ἔπραττεν, ὄψεσιν ὁρῶσι τὰ γενόμενα.

γ.12

Εἶτα ἐξαγαγόντος αὐτοὺς ἐκ τῆς Αἰγύπτου καὶ περαιώσαντος διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν καὶ ἀγαγόντος ἐπὶ τὸ Σινᾶ ὄρος, ἐν ὧι ἦν ἑωρακὼς τὴν ὀπτασίαν τὴν θείαν, ἔτι θαυματουργῶν ὁ Θεὸς ἔμπροσθεν τοῦ λαοῦ ἐμπυρίζει τὸ ὄρος καὶ ἐκάπνιζεν αὐτό· καὶ φωναὶ σαλπίγγων οὐρανόθεν ἠχουσῶν ἐγίνοντο καὶ προβαινόντων εἰς μεῖζον ἠκούοντο· καὶ θυέλληι καὶ σκότωι καὶ γνόφωι ἐκφοβήσας αὐτοὺς οὕτως φοβερώτατα τῶι Μωϋσῆι ἔμπροσθεν τοῦ λαοῦ διελέγετο ἐπὶ τῆς νεφέλης.

γ.13

Καὶ τότε ἀνενέγκας ἐπὶ τὸ ὄρος τεσσαράκοντα ἡμέρας παρασκευάζει ἄσιτον διαμεῖναι, κρύψας ἐν τῆι νεφέληι τρόπον τινὰ ἐξίστησιν αὐτὸν πάντων τῶν γηΐνων καὶ ποιεῖ αὐτὸν πάντων ἐπιλαθέσθαι καὶ ὧν ἦν μαθὼν ἐκ τῶν Αἰγυπτίων, ἀναγεννῶν ὥσπερ βρέφος ἐν μήτραι, μετά τε τεσσαράκοντα ἡμέρας διαμορφῶν καὶ ψυχῶν αὐτόν, καὶ μετὰ ταῦτα ἀποκαλύπτει αὐτῶι ὅσα τε πεποίηκεν ἔν τε τῆς κοσμοποιΐας ἓξ ἡμέραις, ἐπὶ ἑτέραις ἓξ ἡμέραις δεικνύων δι᾽ ὀπτασιῶν αὐτὴν ἐκείνην τὴν κοσμοποιΐαν, κατὰ πρόσωπον ἐργαζόμενος τὸ καθ᾽ ἡμέραν, οἷον ἐν τῆι πρώτηι ἡμέραι οὐρανὸν τὸν πρῶτον καὶ γῆν, οἶκον παμμεγέθη, καὶ ἔσωθεν αὐτοῦ ὕδωρ, ἀέρα, πῦρ τὸ ἀναμεμιγμένον ἐν τῆι γῆι, σκότος, ἀγγέλους, ὑφ᾽ ἓν ἀθρόως ἐκ τοῦ μηδαμῆ μηδαμῶς ὄντος πάντα παραγαγών. Τότε φωνῆι χρησάμενος πρὸς παιδείαν τῶν ἀγγέλων παράγει καὶ τὸ φῶς εἰς αὐτὸν τὸν οἶκον, φωτίσας πάντα ὡς ἐπὶ λύχνου.

γ.14

Εἶτα τῆι δευτέραι ἡμέραι ἐκ τοῦ ὕδατος κατασκευάζει τὸ στερέωμα, ὃ συνδεῖ καταμέσοθεν τοῦ ὕψους τοῦ οὐρανοῦ, μερίζον τὰ ὕδατα ἄνωθεν καὶ κάτωθεν μεσολαβοῦν. Γίνονται οὖν χῶροι δύο ὡσανεὶ ἀνάγαιον καὶ κατάγαιον, ὧν τὸ μὲν κατάγαιον ἥρμοσεν εἰς δίαιταν εἶναι τῶι θνητῶι καὶ τρεπτῶι βίωι τούτωι, τὸ δὲ ἀνάγαιον τῶι μέλλοντι ἀθανάτωι καὶ ἀτρέπτωι βίωι προητοίμασεν.

Παραγραφή

γ.15

Μετὰ τὸ γενέσθαι παρὰ Θεοῦ τῆι δευτέραι ἡμέραι τὸ στερέωμα τὸ μεσάσαν τὸν ἕνα χῶρον καὶ ποιῆσαν αὐτὸν δύο χώρους, οὐδὲν ἔτι περὶ τῆς μελλούσης καταστάσεως, τουτέστι τοῦ ἀνωτέρου χώρου, ὁ μέγας Μωϋσῆς ἐξηγήσατο, ἀλλὰ πάντα τὸν λόγον ἔτρεψε περὶ ταύτην τὴν κατάστασιν, τουτέστι τὸν κατώτερον χῶρον, λέγων ὡς συνήγαγε τὰ ὕδατα καὶ ἐξήγαγεν ἐκ τῆς γῆς τὰ χλωρὰ καὶ τὰ ξύλα, ὁμοίως τὸν οὐρανὸν ἄστροις κατεκόσμησε καὶ πάλιν ἐκ τῶν ὑδάτων ἐξήγαγε τὰ πτηνὰ καὶ τὰ ἔνυδρα ζῶια, ὁμοίως πάλιν ἐκ τῆς γῆς ζῶια ἔμψυχα ἄλογα καὶ τὸν ἄνθρωπον.

γ.16

Εἶτα πάλιν κελευσθεὶς τὴν σκηνὴν ποιῆσαι κατὰ μίμησιν τοῦ κόσμου, τὴν μίαν σκηνὴν διελὼν διὰ τοῦ καταπετάσματος εἰς δύο πεποίηκεν, ἐσωτέραν καὶ ἐξωτέραν· καὶ εἰς μὲν τὴν ἐξωτέραν διαπαντὸς οἱ ἱερεῖς τὰς λατρείας ἐπετέλουν, ὡσανεὶ ἐν τῶι κόσμωι τούτωι, εἰς δὲ τὴν ἐσωτέραν, εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐκ εἰσήρχετο, ὡσανεὶ ἐν τῶι ἀνωτέρωι χώρωι ἐν τοῖς οὐρανοῖς· διὰ τοῦτο καὶ ἄβατος αὐτοῖς ἦν διαπαντὸς ἡ ἐσωτέρα σκηνή, ὡς τύπον ἐπέχουσα τῶν οὐρανίων.

γ.17

Νόμους δὲ καὶ βάρη καὶ κολαστήρια καὶ παιδείας τοῖς παραβαίνουσιν ἐξηγησάμενος, καταλλήλως ὁ Θεὸς ὧν ἐπιστεύθη ἐξηγήσασθαι, εἰς παιδείαν συντείνοντα, παρασκευάσας καὶ θαυματουργεῖν, οἱονεὶ τοὺς Αἰγυπτίους διαφόροις πληγαῖς καὶ τιμωρίαις περιβαλών, ὁμοίως καὶ ὅσα πεποίηκεν ἐν τῆι ἐρήμωι ἐπὶ ταῖς ἁμαρτίαις καὶ παραβάσεσι τῶν Ἰσραηλιτῶν, ὡς πάντας ἀπώλεσε τοὺς τῆς γενεᾶς ἐκείνης, μὴ καταλείψας ἐξ αὐτῶν εἰ μὴ δύο καὶ μόνους, τέλος ἐσχηκὼς καὶ αὐτὸς σὺν τῆι γενεᾶι ἐκείνηι.

γ.18

Τοῦ δὲ Δεσπότου Χριστοῦ παραγενομένου ἐπὶ σωτηρίαι παντὸς τοῦ κόσμου παῦσαι μὲν τὴν παροῦσαν κατάστασιν, ἀναδεῖξαι δὲ τὴν μέλλουσαν, καὶ διαρρήδην αὐτοῦ κηρύττοντος ἠγγικέναι τὴν βασιλείαν τῶν οὐρανῶν καταλλήλως τῶι κηρύγματι καὶ τὰ θαύματα πεποίηκεν ἐπὶ εὐεργεσίαι τῶν ἀνθρώπων, μήτε ἓν τὸ σύνολον ἐπὶ τιμωρίαι ἀνθρώπου πεποιηκώς, δαιμονῶντας ἐλευθερῶν, νοσοῦντας ἰώμενος, παρειμένους ῥωννύς, χωλοὺς ἀνορθῶν, τυφλῶν ἀναπλάττων ὀφθαλμούς, κωφῶν διανοίγων ἀκοάς, μογιλάλων ἀπολύων τὰς γλώσσας, λεπροὺς καθαίρων, ξηροὺς εἰς εὔκρατον μεταβάλλων βίον, πηγὰς αἱμορραγεῖς τῶν ἀνθρώπων ἀποφράττων δυνάμει, νεκροὺς διαφθαρέντας καὶ ὄζοντας ἀναχαλκεύων καὶ ζῶντας δρόμον ἐκτελεῖν παρασκευάζων, ἀσύλους θησαυροὺς πτωχοῖς εὐαγγελιζόμενος, πνευμάτων βίας καὶ θαλάττης θυμὸν ἐπιτιμήσει καταπαύων, καὶ τἄλλα πάντα ἅπερ ἁρμόδια τυγχάνει τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ τῆς μελλούσης καταστάσεως. Ἐν αὐτῆι γὰρ τῆι καταστάσει δαίμων οὐκ ἐνοχλεῖ, ἀσθένεια οὐ πάρεστι, μαλακία φυγαδεύεται, μελῶν βλάβη καὶ ἀκρασία καὶ ἔνδεια, καὶ αἱμάτων πηγαὶ καὶ στοιχείων κινήσεις, καὶ ἔσχατος ἐχθρὸς ὁ θάνατος ἀναιρεῖται.

γ.19

Ταῦτα πάντα θεωρούντων τῶν Ἰουδαίων, ἐπειδὴ οὔτε ἓν σημεῖον εἶδον αὐτὸν πεποιηκότα ἐπὶ τιμωρίαι ἀνθρώπων, εἰ μὴ δύο μόνον, οὐκ ἐπὶ ἄνθρωπον δέ, ἀλλ᾽ ἐπὶ τοὺς χοίρους καὶ τὴν συκῆν, εἰς ἄλογα καὶ ἄψυχον, πρὸς ἔνδειξιν καὶ αὐτὰ γενόμενα τῆς αὐτοῦ δυνάμεως, ἐπεχείρουν ἐγκαλεῖν αὐτῶι λέγοντες· «Θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν», τουτέστιν ὅμοιον Μωϋσέως ἐπὶ τιμωρίαι ἀνθρώπων γινόμενον. Ὁ δὲ Κύριος γνοὺς αὐτῶν τὰς ἐνθυμήσεις ἀπεκρίνατο πρὸς αὐτοὺς λέγων· «Ὦ γενεὰ πονηρὰ καὶ μοιχαλίς, σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῆι, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.» Ὥσπερ γὰρ ἔμεινεν Ἰωνᾶς ἐνδομυχῶν ἐν τῆι κοιλίαι τοῦ κήτους τρεῖς ἡμέρας καὶ μετὰ ταῦτα ζῶν ἀδιάφθορος ἐξῆλθεν, οὕτως κἀγὼ τελευτῶν καὶ μένων ἐν τῆι γῆι τρεῖς ἡμέρας μετὰ ταῦτα ζῶν ἄφθαρτος ἐκ νεκρῶν ἀνίσταμαι.

γ.20

Ἄλλοτε δὲ πάλιν, ὅτε τὸ φραγέλλιον ἐκ σχοινίων ἐποίησε καὶ ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, ἔλεγον αὐτῶι· «Τί δεικνύεις σημεῖον, ὅτι ταῦτα ποιεῖς;» καίτοι πολλῶν σημείων γενομένων παρ᾽ αὐτοῦ. Ὁ δὲ πάλιν ἔλεγεν αὐτοῖς· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν», ἐπ᾽ ἀμφοτέρων τὰ αὐτὰ ἀποκρινάμενοςλέγω δὴ τὴν τοῦ σώματος ἑαυτοῦ ἀνάστασιν, ἵνα εἴπηι· Ὅταν ἴδητέ με ἐκ νεκρῶν ἀνιστάμενον καὶ ἐπὶ ὀνόματί μου τὰ θαύματα γινόμενα, τότε γνώσεσθε τὴν ἡμετέραν δύναμιν καὶ τὸν ἡμέτερον εὐαγγελισμόν, ὅτι ἡ ἐμὴ παρουσία οὐκ ἐπὶ τιμωρίαι τῶν ἀνθρώπων γίνεται, ἀλλ᾽ ἐπὶ τῆι ἀναστάσει καὶ τῆι ἀθανασίαι καὶ τῆι ἀφθαρσίαι καὶ τῆι ἀτρεπτότητι καὶ τῆι μακαριότητι τῆι παρεχομένηι τοῖς ἀνθρώποις. Καταλλήλως οὖν ὧν ἐδίδασκε καὶ τὰ σημεῖα εἰργάζετο.

γ.21

Τοῦτο δὲ αὐτὸ καὶ ὁ Ματθαῖος δηλοῖ λέγων οὕτως· «Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», ἵνα εἴπηι· Ἀνάλογα ὧν ἐκήρυττε θαύματα ἐργαζόμενος. Ὁ δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς οὕτως φησὶν ὅτι· «Πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. Ἔλεγεν οὖν καὶ αὐτὸς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν;» Ὁ δὲ Πέτρος ταχύτατα ἐκ προσώπου πάντων ἀποκρινόμενος ἔφη· «Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ ἡμεῖς πεπιστεύκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ Θεοῦ», τοῦτο λέγων καὶ αὐτός· Ἅπερ ἡμᾶς διδάσκεις, ὁρῶμεν καὶ δι᾽ ἔργων παρὰ σοῦ γινόμενα· ἐπαγγέλληι γὰρ ἡμῖν ζωὴν καὶ βασιλείαν αἰώνιον, καὶ πάντα τὰ γινόμενα παρὰ σοῦ εἰς ζωὴν τῶν ἀνθρώπων ὁρῶμεν συντείνοντα. Πῶς οὖν ἔχομέν σε καταλείπειν καὶ ἑτέρωι προσκολλᾶσθαι; Ἡ μερὶς οὖν ἡμῶν μετὰ σοῦ ἐστι, Κύριε Ἰησοῦ Χριστέ. Ἀμήν.

γ.22

Ἀπορήσειε δ᾽ ἄν τις λέγων· Πῶς μηδὲ ἓν αὐτοῦ σημεῖον πεποιηκότος πρὸς τιμωρίαν ἀνθρώπων, καθάπερ ἔφης, τὸ φραγέλλιον λαβὼν ἐτύπτησεν τοὺς ἐν τῶι ναῶι πωλοῦντας καὶ ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ; Ἀπόκρισις· ψεῦδος τὸ λεγόμενον· οὐκ ἐτύπτησε γὰρ ὅλως ἄνθρωπον, ἀλλὰ θαυμαστῆι καὶ πρεπούσηι καὶ ἀκολούθωι τάξει ἐχρήσατο· τὰ γὰρ ἄλογα μόνα ἐτύπτησεν, ὡς γέγραπται· «Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας», ἵνα εἴπηι ὅτι ταῦτα ὡς ἔμψυχα μέν, ἄλογα δέ, ἐτύπτησεν, ἀπελαύνων πάντα ἐκ τοῦ ἱεροῦ τὰ καὶ προσφερόμενα εἰς θυσίαν κατὰ νόμον, δηλῶν καὶ διὰ τούτου παύεσθαι τὴν ἰουδαϊκὴν κατάστασιν.

γ.23

Τὰ δὲ ἄψυχα καὶ ἀναίσθητα ὤθησε καὶ κατέστρεψεν, ὡς γέγραπται· «Καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς τραπέζας κατέστρεψε.» Τοὺς δὲ λογικοὺς οὐδὲ ἐτύπτησεν, οὔτε ὤθησεν, ἀλλὰ λόγωι ἐπαίδευσεν, ὡς γέγραπται, καὶ τοῖς πωλοῦσιν τὰς περιστερὰς εἶπεν· «Ἄρατε ταῦτα ἐντεῦθεν καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου», διὰ πάντων δηλώσας ὅτι τὰ προσφερόμενα ἐν τῆι πρώτηι σκηνῆι κατὰ νόμον εἰς θυσίαν παυθήσονται, ἑτέρα δέ τις κατάστασις ἀντεισαχθήσεται ἁρμόζουσα τῆι ἐσωτέραι σκηνῆι, ἥτις καὶ τύπος ἦν τῶν οὐρανίων, τουτέστι τῆς μελλούσης καταστάσεως.

γ.24

Ἐκείνων δὲ τῶν Ἰουδαίων αἰσθομένων ὡς τὴν παῦλαν τῆς ἰουδαϊκῆς καταστάσεως αὐτοῖς ἠινίττετο, ἐπεζήτουν αὐτὸν λέγοντες· «Τί δεικνύεις σημεῖον, ὅτι ταῦτα ποιεῖς;» Ὁ δὲ πρὸς αὐτοὺς ἁρμοδίως ἐξ αὐτοῦ τοῦ προκειμένου αἰνιγματωδῶς ποιήσειν ἐπηγγείλατο, λέγω δὴ τὴν κατάλυσιν τοῦ ναοῦ καὶ τὴν ἀνακαίνισιν αὐτοῦ, ὅτι ἡ μὲν κατάλυσις τοῦ ναοῦ, ἤγουν τοῦ σώματος αὐτοῦ, κατάλυσίς ἐστι τοῦ κόσμου τούτου· ἡ δὲ ἀνακαίνισις καὶ ἀλλαγὴ τοῦ ναοῦ, ἤγουν τοῦ σώματος αὐτοῦ, ἀνάδειξις τῆς μελλούσης καταστάσεως. Ἀποσώιζεται οὖν μοι ὁ λόγος, ὦ οὗτος, ὡς ὅτι τίποτε οὐ πεποίηκεν ἐπὶ τιμωρίαι ἀνθρώπου, ἀλλ᾽ ἐπὶ εὐεργεσίαι, καθὰ καὶ αὐτὸς ἑτέρωθι βοᾶι· «Οὐ γὰρ ἀπέστειλεν ὁ Πατὴρ τὸν Υἱόν, ἵνα κρίνηι τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῆι ὁ κόσμος δι᾽ αὐτοῦ.»

Τὸ κείμενον

γ.25

Εἶτα συνάγει τὸ ὕδωρ εἰς μίαν συναγωγὴν καὶ φανεροῖ τὴν ξηράν, γῆν αὐτὴν ὀνομάσας, καλυπτομένην πρώην ὑπὸ τῶν ὑδάτων. Καὶ ποιεῖ τὰς θαλάσσας, τουτέστι ταύτης μὲν τῆς γῆς κυκλόθεν, τῆς δὲ πέραν ἔσωθεν, τὸν λεγόμενον Ὠκεανόν, καὶ τοὺς ἐξ αὐτοῦ εἰσβάλλοντας ἐν τῆι γῆι ταύτηι τέσσαρας κόλπους πρὸς τὸ τὸν μὲν Ὠκεανὸν μεσάζοντα μὲν τὴν ἐνταῦθα καὶ τὴν πέραν γῆν εὐαερίαν καὶ τοῖς πέραν ποτὲ οἰκοῦσι καὶ τοῖς ἐνταῦθα νῦν παρέχειν, τοὺς δὲ κόλπους πρὸς τὸ πλώϊμον καὶ διαβατικὸν κατασκευάσαι τοῦτον τὸν κόσμον, συνάπτων ἀεὶ τὰ ἔθνη τὰ διεσκορπισμένα εἰς φιλίαν τῶι τὰ ἐπιτήδεια εὐχερῶς μετακομίζειν ἐξ ἔθνους εἰς ἔθνος. Ἀναφύεσθαί τε κελεύει παντοδαποὺς καρποὺς καὶ ξύλα καὶ χόρτον χλωρὸν ἐκ τῆς γῆς.

γ.26

Καὶ πάλιν τῆι τετάρτηι ἐργάζεται ἐκ τοῦ φωτὸς κατακερματίζων τὸ μὲν αὐτοῦ καθαρώτερον εἰς ἥλιον, τὸ δὲ λοιπὸν εἰς σελήνην καὶ ἀστέρας, κοσμῶν τὰ κατ᾽ οὐρανὸν κατὰ τὴν παναρμόνιον κόσμησιν καὶ διδοὺς τάξιν καὶ ἁρμονίαν τῶι παντὶ καὶ ἔργον καὶ νόμον ταῖς ἀοράτοις Δυνάμεσι διακονεῖν καὶ λειτουργεῖν καὶ προευτρεπίζειν εἰς λόγον τῆς τοῦ Θεοῦ εἰκόνος, τουτέστι τοῦ ἀνθρώπου καὶ πάντων τῶν δι᾽ αὐτὸν γεγονότων, ἐν ταὐτῶι κἀκείνους παιδεύων καὶ ἐθίζων ὑπὸ νόμον εἶναι, καὶ τὴν εὔνοιαν ἢ κακόνοιαν τοῦ λογικοῦ αὐτῶν γυμνάζων.

γ.27

Ὅθεν καί τινες παραβεβηκότες κατερρίφησαν ἐκ τοῦ οὐρανοῦ καὶ τῆς ἀξίας ἐξέπεσον. «Ἐθεώρουν γάρ», φησὶν ὁ Κύριος, «τὸν Σατανᾶν πεσόντα ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ». Τυφωθεὶς γὰρ ἐπὶ τῆι πεπιστευμένηι αὐτῶι παρὰ Θεοῦ διακονίαι, εἰς ὠφέλειαν τῶν ἀνθρώπων καὶ τῶν διὰ τὸν ἄνθρωπον, κινεῖν τὸν ἀέρα καὶ ῥυθμίζειν ἐπὶ χρησίμωι, καὶ νομίσας ἑαυτὸν αὐτομάτως εἰς τοῦτο προελθεῖν, τὴν ὀφειλομένην προσκύνησιν τῶι Θεῶι εἰς ἑαυτὸν ἁρπάσας εὐθέως κατερρίφη. Φησὶ γὰρ πάλιν ὁ Ἀπόστολος παραγγέλλων Τιμο θέωι μὴ παρέχειν ταχέως ἀξίαν νεοφύτωι, ὡσανεὶ νεωστὶ προσελθόντι τῆι πίστει, οὕτως ἐπέστειλε· «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα καὶ παγίδα ἐμπέσηι τοῦ διαβόλου», ὅπερ, φησίν, ἔπαθεν ὁ διάβολος τυφωθείς, ἵνα μὴ πάθηι. Σαφῶς οὖν ἐδήλωσεν ὁ Ἀπόστολος διατί κατερρίφη, ὡσανεὶ ὅτι ἐτυφώθη, Θεὸν ἑαυτὸν νομίσας εἶναι· ὅθεν καὶ τὴν ἰδίαν νόσον τῶι ἀνθρώπωι εὐθέως προστρίψαι ἠβούλετο λέγων· «Ἔσεσθε ὡς θεοί.»

Παραγραφή

γ.28

Τοῦ παντοδυνάμου Θεοῦ παραγαγόντος τοὺς ἀγγέλους πάντας σὺν τῶι οὐρανῶι καὶ τῆι γῆι, οὔπω τὸ πρότερον ὄντας, ἵσταντο πάντες ἐννεοί, διακρινόμενοι ὡς λογικοὶ ἅμα τε καὶ ξενιζόμενοι καὶ διαλογιζόμενοι τίς ἆρα ἐστὶν ὁ αὐτῶν τε καὶ τῶν ἅμα αὐτοῖς δημιουργὸς καὶ παραγωγεύςἐθεώρουν γὰρ ἑαυτοὺς τούτων ἔνδον ὄντας καὶ οὐ προϋπάρχοντας, ἔτι τε πάλιν εἰ εἷς ἐστιν ἆρα ὁ δημιουργὸς αὐτῶν τε κἀκείνων, ἢ ἕτερος καὶ ἕτερος, ἢ πάλιν ἐξ αὐτομάτου παρήχθησαν ἅπαντα, ἢ τίς ἆρα μείζων ἐστὶ τοῦ ἑτέρου. Ὡς δὲ ἐν τούτοις ἦσαν ἀνακυκλοῦντες τὸν λογισμὸν ἐπὶ τῶι διαστήματι τῆς νυκτὸς ἐκείνης «τὸ» γὰρ «σκότος» ἐκεῖνο, καθὼς γέγραπται, «ὁ Θεὸς ἐκάλεσε νύκτα», ἐμβατεύων ὁ Θεὸς ταῖς αὐτῶν διανοίαις ἀθρόον φωνὴν ἀοράτως ἐκτυποῖ λέγων· «Γενηθήτω φῶς.»

γ.29

Ἅμα δὲ τῶι λόγωι τὸ ἔργον ἐκ τοῦ μὴ ὄντος ἐπακολουθῆσαν τοὺς πάντας ἐξέπληξεν, ἅμα δὲ καὶ ἐδίδασκεν ὡς ὁ τοῦτο ἐκ τοῦ μὴ ὄντος παραγαγὼν καὶ αὐτοὺς καὶ τὰ μετ᾽ αὐτῶν ἐκ τοῦ μὴ ὄντος παρήγαγε. Κύπτοντες δὲ πάντες ἀοράτως τῶι Θεῶι προσεκύνουν, τῶι καὶ αὐτοὺς καὶ πάντα ἐκ τοῦ μὴ ὄντος παραγαγόντι. Δηλοῖ δὲ τοῦτο ἡ θεία Γραφὴ ἐν τῶι Ἰὼβ ἐκ προσώπου τοῦ Θεοῦ λέγουσα· «Ὅτε ἐποίουν ἄστρα, ἤινεσάν με φωνῆι μεγάληι πάντες ἄγγελοί μου» καὶ ὕμνησαν, ἀπὸ τοῦ ἑνὸς καὶ περὶ πάντων τῶν ἐφεξῆς σημαίνουσα.

γ.30

Ἐπισημαντέον δὲ ὅτι ἐπ᾽ ὄψεσι τῶν ἀγγέλων πρῶτον πάντων καὶ ὕστερον πάντων δύο οὐσίας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε, μίαν μὲν τὴν πρώτην, τὸ φῶς, καὶ τὴν ἑτέραν, τὴν ἡμετέραν ψυχήν, τὴν μίαν ὁρατὴν καὶ αἰσθητὴν καὶ ἄλογον, καὶ τὴν ἄλλην ἀόρατον καὶ νοερὰν καὶ λογικήν. Τὰ δὲ ἄλλα πάντα ἐκ τῶν ὄντων παρήγαγε, διὰ τούτου πάλιν διδάξαι αὐτοὺς προθέμενος ὡς αὐτὸς εἴη πάντων τῶν κτισμάτων ἀλόγων τε καὶ λογικῶν, αἰσθητῶν καὶ νοητῶν, ὁρατῶν καὶ ἀοράτων ποιητής, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παραγαγών.

γ.31

Οὐκ ἀπεικὸς ἦν αὐτοὺς πάλιν ἐν τῶι νυχθημέρωι ὡς λογικοὺς διαλογίζεσθαι, εἰ ὁ τοῦτο τὸ φῶς παραγαγὼν ἆρα καὶ τὸν οὐρανὸν παρήγαγε. Φωνῆι πάλιν χρησάμενος ποιεῖ τὸν δεύτερον οὐρανὸν ἐπ᾽ ὄψεσιν αὐτῶν, πήξας ἐκ τῶν ὑδάτων καθ᾽ ὁμοιότητα τῶι εἴδει τοῦ πρώτου οὐρανοῦ. Καὶ πάλιν διὰ τούτου ἐδιδάσκοντο ὡς αὐτός ἐστιν ὁ τούτου καὶ τοῦ προτέρου οὐρανοῦ ποιητής. Καὶ τελειοῖ τὰ τῆς δευτέρας ἡμέρας. Εἶτα πάλιν διαλογιζομένων αὐτῶν καὶ περὶ τῆς γῆς σκοπούντων, ὁμοίως συνάξας τὸ ὕδωρ φανεροῖ αὐτήν, γῆν τὴν ξηρὰν ὀνομάσας, ὡς δεσπότης ὄνομα αὐτῆι τεθεικώς, ὥσπερ καὶ τὸ στερέωμα ἐκάλεσεν οὐρανόν. Εἶτα ἐξάγει ἐκ τῆς γῆς σπέρματα καὶ βοτάνας καὶ πᾶν χλωρὸν καὶ ξύλα, διδάσκων ὡς ἰδίοις κτίσμασι κέχρηται, ἑκάστωι πρὸς ὃ βούλεται.

γ.32

Εἶτα, ἐπειδὴ τῆι τρίτηι ἡμέραι ἐξήγαγε τὰ φυτὰ καὶ τὰ σπέρματα, τῆι ἐφεξῆς λοιπόν, λέγω δὴ τῆι τετάρτηι ἡμέραι, ὡς χρηιζόντων τῶν τοιούτων κράσεως καὶ τάξεως, ποιεῖ ἐκ τοῦ φωτός, οὗ πρώην παρήγαγε, τοὺς φωστῆρας καὶ τὰ ἄστρα, καὶ θεὶς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ τὴν πληθὺν τῶν ἀοράτων Δυνάμεων κινεῖν αὐτὰ κατὰ τάξιν λογικῶς ἐκέλευσεν, ἅμα καὶ τὸν ἀέρα, καὶ ἀνατέλλειν αὐτὰ καὶ δύνειν καὶ περιφέρειν πρὸς εὐκρασίαν τῶν φυτῶν καὶ πάντων τῶν μελλόντων κεχρῆσθαι αὐτοῖς, ἵνα δυνόντων μὲν αὐτῶν τῆι ψύξει καὶ κινήσει τοῦ ἀέρος ψύχωνται, τῆι δὲ παρουσίαι τῶν φωστήρων θέρμης ἀπολαύωσιν.

γ.33

Τινὲς οὖν ἐκ τῶν ἀοράτων Δυνάμεων ἀμφίβολοι τῆι γνώμηι ἐξ ἀρχῆς ἕως τοῦ νῦν μεμενηκότες, καὶ ἀγνώμονες περὶ τὸν πεποιηκότα ἐπὶ τῆι πεπιστευμένηι αὐτοῖς παρὰ τοῦ Θεοῦ τάξει ἀμνημόνως προελθόντες, τῆι τῆς φύσεως ὀξύτητι καὶ τῆι προσούσηι δυνάμει καὶ λόγωι φυσώμενοι τὴν προερχομένην φωνήν τε καὶ πρόσταξιν τοῦ Θεοῦ εἰς οὐδὲν λογιζόμενοι, ἀλλὰ περιφρονοῦντες, οὔτε μὴν συνιέντες ὡς ἅμα τῶι σκότωι ὡς κτίσματα παρήχθησαν, ἐτόλμησαν τῆι παραφροσύνηι ὀγκούμενοι ὑποπτεῦσαι ἑαυτοὺς εἰς τοῦτο αὐτομάτως προελθεῖν, λέγω δὴ ὁ διάβολος ὁ τὴν ἐξουσίαν τοῦ ἀέρος πιστευθεὶς καὶ ἕτεροι σὺν αὐτῶι ἕτερα πεπιστευμένοι, καὶ τὴν ὀφειλομένην τῶι Θεῶι τιμήν τε καὶ προσκύνησιν εἰς ἑαυτοὺς ἁρπάσαντες καὶ τυφωθέντες καὶ ἀνυπότακτοι γεγονότες ταχέως, ἵνα μὴ καὶ ἑτέρους βλάψωσιν, ἐκ τοῦ ὕψους καὶ τῆς ἀξίας κατερρίφησαν περὶ τὴν γῆν. Ὅθεν καὶ τῆι ἕκτηι ἡμέραι, μετὰ τὸ διαπλασθῆναι τὸν ἄνθρωπον, περὶ τὴν γῆν εὑρεθεὶς καὶ φθονήσας τῆι τοσαύτηι ἐπιμελείαι τοῦ Θεοῦ τῆι πρὸς τὸν ἄνθρωπον ἠβουλήθη περὶ τὴν ἰδίαν νόσον συγκατασπᾶσαι τὸν ἄνθρωπον.

Τὸ κείμενον

γ.34

Πάλιν τῆι πέμπτηι ἐκ τῶν ὑδάτων κελεύει ἔμψυχα ζῶια διάφορα ἀναδίδοσθαι κατὰ γένος, ἔνυδρα κήτη τε καὶ τὰ λοιπά, ἅμα καὶ πτηνὰ πάντα ἀεροπόρα· εἶτα πάλιν τῆι ἕκτηι ἐκ τῆς γῆς τὰ κτήνη πάντα καὶ τὰ θηρία καὶ ἑρπετὰ κατὰ γένος. Καὶ μετὰ τὸ κατασκευάσαι πάντα τὸν οἶκον, πληρέστατόν τε καὶ εὐάρμοστον, τότε ὡς ἐπὶ βασιλέως κτίσαντος πόλιν καὶ πληρώσαντος, τὴν ἰδίαν εἰκόνα τίθησι χρώσας καὶ καλλωπίσας ἐκ διαφόρων χρωμάτων, οὕτως καὶ ὁ πάνσοφος Θεός, ὥσπερ συνάξας τὰ διάφορα καὶ ποικίλα ἑαυτοῦ ποιήματα, λογικά τε καὶ ἄλογα, θνητὰ καὶ ἀθάνατα, φθαρτὰ καὶ ἄφθαρτα, αἰσθητά τε καὶ νοητά, ἀποτελεῖ καὶ κατασκευάζει ἓν ζῶιον ἐξ ἁπασῶν συνεστηκὸς τῶν φύσεων, λέγω δὴ τὸν ἄνθρωπον, καὶ τίθησιν ἐν τῶι ἡτοιμασμένωι οἴκωι ὡς ἐν τάξει ἰδίας εἰκόνος γνωριζούσης ἕνα τινὰ εἶναι τὸν τοῦ παντὸς δημιουργόν.

γ.35

Ὅθεν θαυμάσαντες ἐπὶ τῆι εἰκόνι οἱ ἄγγελοι εὐνοοῦντες τῶι Θεῶι περιέπουσι καὶ λειτουργοῦσι τῆι αὐτοῦ εἰκόνι, ὁμοίως καὶ πᾶσα ἡ κτίσις, ἥλιος ἄνωθεν φαίνων καὶ ἡμέραν ἀποτελῶν διὰ τὸν ἄνθρωπον, σελήνη καὶ ἀστέρες τὸ βαθύτατον σκότος ἐκ μέρους καταλάμποντες δρόμον νυκτὸς ἀποτελοῦσι διὰ τὸν ἄνθρωπον, πάντες δὲ μῆνας καὶ καιροὺς καὶ τροπὰς καὶ ἐνιαυτούς, καὶ εἰς σημεῖα τοῖς τὰ θαλάττια πελάγη διαπεροῦσι καὶ τοῖς κατὰ τὴν ἔρημον ὁδοιποροῦσι δημιουργηθέντες ἀνθρώποις, ἀὴρ δὲ εἰς ἀναπνοὴν καὶ εἰς ἀνάψυξιν καὶ εὐκρασίαν τῆι εἰκόνι δουλεύων, πῦρ πάλιν εἰς ἀρτοποιεῖν καὶ εἰς θέρμην καὶ εἰς φῶτα νυκτὸς καὶ εἰς ἕψησιν καὶ εἰς διαφόρους χρείας ὑπουργόν, ὕδωρ εἰς πιεῖν, εἰς πλύνειν, εἰς ζύμην, εἰς ποτίζειν καὶ εἰς ἄλλας πολλὰς χρείας δουλεῦον, γῆ εἰς κατοικίαν καὶ εἰς ἀνάδοσιν παντοδαπῶν καρπῶν καὶ ἀκάρπων ξύλων καὶ εἰς ἑτέρας πολλὰς χρείας λειτουργοῦσα, τετράποδα καθαρὰ εἰς ἀπόλαυσιν καὶ εἰς ἐνδύματα, κτήνη πρὸς ὑπουργίαν καὶ ἀνάπαυσιν, θηρία εἰς τέρψιν καὶ εἰς φόβον, ἑρπετὰ ὁμοίως, πάντα δουλεύοντα πρὸς γυμνασίαν τοῦ λογικοῦ καὶ τὸ χρήσιμον παρέχοντα διὰ τὸν ἄνθρωπον τὸν σύνδεσμον φιλίας ὄντα πάσης τῆς κτίσεως, τὸν χαμαὶ βαδίζοντα καὶ τῶι νῶι ἱπτάμενον καὶ περισκοποῦντα τὸ πᾶν, τὸν ὄρθιον τῶι σχήματι καὶ τὸν οὐρανὸν ὡς οἰκητήριον εὐχερῶς κατοπτεύοντα, τὸν βασιλέα πάντων τῶν κατὰ γῆν καὶ συμβασιλεύοντα τῶι Δεσπότηι Χριστῶι ἐν οὐρανοῖς καὶ συμπολίτην τῶν οὐρανίων γινόμενον, ὧι πᾶσα κτίσις ὡς εἰκόνι Θεοῦ ἐξυπηρετεῖ ὑποτασσομένη τῶι Θεῶι καὶ εὔνοιαν τῶι κτίστηι ἀποσώιζουσα.

Παραγραφή

γ.36

Πάλιν τῆι πέμπτηι ἀναδιδομένων ἐκ τῶν ὑδάτων ἐμψύχων ζώιων, διδάσκονται καὶ τούτου τοῦ ὕδατος τοῦ ἅμα αὐτοῖς παραχθέντος ποιητὴν εἶναι τὸν Θεόν· ὁμοίως πάλιν ἐντελέστερον, καὶ ἐκ τῆς γῆς ζώιων ἐμψύχων ἀναδιδομένων τῆι ἕκτηι ἡμέραι, διδάσκονται τοῦ παντὸς εἶναι τὸν Θεὸν ποιητήν, ἐμψύχων τε καὶ ἀψύχων. Περιεσκόπουν τοίνυν πάλιν πάντες οἱ ἄγγελοι ὁρῶντες μὲν πάντα τὰ ποιήματα τοῦ Θεοῦ τὰ ἐν ταῖς ἓξ ἡμέραις ἐπ᾽ ὄψεσιν αὐτῶν γεγονότα, καὶ διελογίζοντο ὡς πάντα μὲν διάφορα καὶ θαυμαστὰ καὶ μεγάλα καὶ ἐκπλήξεως ἄξια, ὅμοιον δὲ ἑαυτῶν, λογικόν τε καὶ ἀόρατον καὶ νοητὸν οὐχ ἑώρων ἐν αὐτοῖς.

γ.37

Καὶ ἐνῆν αὐτοὺς ὑποπτεῦσαι, μὴ ἆρα ἕτερός τίς ἐστι τῶν λογικῶν καὶ ἀοράτων καὶ νοητῶν δημιουργὸς καὶ ἕτερος τῶν ἀλόγων καὶ αἰσθητῶν καὶ ὁρατῶν. Ταύτην αὐτῶν τὴν ὑπόνοιαν ἀφελεῖν βουλόμενος ὁ Θεὸς ὕστερον πάντων κατασκευάζει ἓν ζῶιον ἐξ ἀπασῶν συνεστηκὸς τῶν φύσεων, λέγω δὴ τὸν ἄνθρωπον, ἔκ τε λογικοῦ καὶ ἀλόγου, αἰσθητοῦ καὶ νοητοῦ, ὁρατοῦ καὶ ἀοράτου, καὶ ἵστησιν ὡς ἐν τάξει εἰκόνος ἑαυτοῦ σημαινούσης ἕνα τινὰ εἶναι τὸν τοῦ παντὸς δημιουργόν.

γ.38

Ὅθεν ὑπερθαυμάσαντες οἱ ἄγγελοι ἐδιδάχθησαν αὐταῖς ὄψεσι διὰ τοῦ ἀνθρώπου τὴν δόξαν καὶ τὴν δύναμιν καὶ τὴν μεγαλωσύνην καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, καὶ ὅτι πάντα τὰ στοιχεῖα καὶ τὰ μετ᾽ αὐτοὺς γεγονότα διὰ τὸν ἄνθρωπον προητοίμασται. Προθύμως οὖν διηκόνουν ὡς ὑπήκοοι καὶ ἐλειτούργουν κινοῦντες πάντα τὰ πρὸς ὠφέλειαν τῆς εἰκόνος τοῦ Θεοῦ, ὡς μέλη αὐτῆς οἰκεῖα ὑπάρχοντες. Ὅθεν πάλιν ἐπὶ τῆι εὐπραγίαι καὶ δικαιοσύνηι τῶν ἀνθρώπων μεγάλως χαίρονται, ἐπὶ δὲ τῆι δυσπραγίαι καὶ ἁμαρτίαι μεγάλως δυσφοροῦσιν, ὥς φησι καὶ αὐτὸς ὁ Κύριος «ὅτι μεγάλη χαρὰ ἐν οὐρανῶι γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῶι μετανοοῦντι».

γ.39

Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι ὥσπερ ἐπ᾽ ὄψεσι τῶν ἀγγέλων πρῶτον ἐκ τοῦ μὴ ὄντος τὸ αἰσθητὸν καὶ ὁρατὸν καὶ ἄλογον φῶς παρήγαγε, καὶ ὕστερον τὸ λογικὸν καὶ νοητὸν καὶ ἀόρατον, οὕτως καὶ ἐπὶ τοῦ ἀνθρώπου πρῶτον τὸ σῶμα, κατὰ τὸν Μωϋσέα, κατεσκεύασε, καὶ οὕτως τὴν ψυχήν.

γ.40

Ἐνῆν πάλιν τινὰς ὑποπτεύειν ὅτι, εἰ ἦν ἑτέρα ἡμέρα μετὰ τὰς ἓξ ἡμέρας, πάντως ἂν ἐποίησεν ὁ Θεὸς ἕτερά τινα, ἐπειδὴ δὲ οὐκ ἔστιν ἑτέρα ἡμέρα μετὰ τὰς ἕξ, ἀδυνάτως ἤνεγκεν ἕτερα παραγαγεῖν. Ταύτην αὐτῶν τὴν ὑπόνοιαν ἀναιρῶν ὁ Θεὸς ποιεῖ καὶ τὴν ἑβδόμην ἡμέραν περισσήν, μηδὲν ἐν αὐτῆι ἐργασάμενος, δηλῶν διὰ τούτου ὡς τέλειός ἐστιν ὁ κόσμος καὶ λείπει αὐτῶι πρὸς γένεσιν οὐδέν· εἰ γὰρ ἔλειπεν, ἀνεπλήρωσεν ἂν τῆι ἑβδόμηι τὰ λείποντα· νυνὶ δὲ μηδὲν αὐτῶι λείποντος, κατέπαυσε τῆι ἑβδόμηι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ποιῆσαι.

γ.41

Ἴσως πάλιν ἐρεῖ τις· Διατί μὴ ἐν μιᾶι ἡμέραι ἢ δύο ἢ τρισὶν ἢ τέτρασιν ἢ πέντε, ἀλλ᾽ ἐν ἓξ πεποίηκε πᾶσαν τὴν κτίσιν; Ἀκούσεται φιλαλήθως ὅτι τῶν ἀγγέλων λογικῶν ὄντων καὶ τρεπτῶν, οὐκ ἂν ἡ μία ἡμέρα ἤρκεσε πρὸς διδασκαλίαν αὐτῶν, εἴπερ ἐν μιᾶι ἡμέραι ἐγεγόνει τὸ πᾶν· ἢ γὰρ ἂν ἐλογίζοντο χύδην ὡς φάσματά τινα γεγενῆσθαι καὶ ἀτάκτως πως παρῆχθαι. Ἀλλ᾽ ὁ παντοδύναμος Θεὸς εὐτάκτως κατὰ μέρος ἑνὸς ἑκάστου ἔργου ἡμέραν ἀφορίσας πρὸς διάκρισιν καὶ διδασκαλίαν τῶν ἀγγέλων, οὕτως τὸ πᾶν εἰργάσατο· πρῶτον πάντων ἐν τῆι πρώτηι ἡμέραι, μετὰ τὸ παραχθῆναι αὐτοὺς σὺν τῶι οὐρανῶι καὶ τῆι γῆι καὶ τοῖς στοιχείοις, τὸ φῶς ἐπ᾽ ὄψεσιν αὐτῶν πεποίηκε, τῆι δευτέραι ἡμέραι τὸ στερέωμα, τῆι τρίτηι συνάξας τὰ ὕδατα ἐξήγαγε τὰ ἐκ τῆς γῆς ξύλα καὶ χλωρά, τῆι τετάρτηι τοὺς φωστῆρας, τὸν οὐρανὸν κατακοσμήσας, τῆι πέμπτηι τὰ νηκτὰ καὶ πτηνὰ ἐκ τῶν ὑδάτων, τῆι ἕκτηι τὰ ἐκ τῆς γῆς ἔμψυχα ζῶια καὶ τὸν ἄνθρωπον, τὰ ἓξ ταῦτα καθολικὰ ἔργα ἐν ταῖς ἓξ ἡμέραις ἐργασάμενος. Διὰ τοῦτο οὖν κατὰ μέρος ἐν ταῖς ἓξ ἡμέραις πεποίηκε πάντα τὸν κόσμον πρὸς διάκρισιν καὶ διδασκαλίαν τῶν ἀγγέλων, καθὼς ἠδύναντο διακρῖναι ὡς ὀξύτεροι ἐν ἑκάστηι τῆι ἡμέραι τοῦ ἔργου τὴν διάκρισιν καὶ τούτου τὸν ποιητήν.

γ.42

Ἔνεστι δὲ μαθεῖν τῶι βουλομένωι ὡς σὺν τῶι οὐρανῶι καὶ τῆι γῆι παρήχθησαν καὶ οἱ ἄγγελοι, ὅτι ὄντων μὲν αὐτῶν ἐπὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ, ὁ Θεὸς φωνὴν προκατεβάλλετο ἐπ᾽ ὄψεσιν αὐτῶν πρὸς παιδείαν αὐτῶν λέγων· Γενηθήτω τόδε καὶ τόδε καὶ ποιήσωμεν τόδε· ἐπὶ δὲ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἐπειδήπερ οὐ προϋπῆρχον, ὅλως φωνὴν οὐ προκατεβάλετο λέγων· Γενηθήτω οὐρανὸς καὶ γῆ καὶ τὰ σὺν αὐτοῖς· οὐ γὰρ ἦσαν οἱ ἀκούοντες καὶ παιδευόμενοι· ἐπὶ δὲ τῶν λοιπῶν πάντων, ἐπείπερ ἦσαν οἱ παιδευόμενοι, εὐλόγως ἡ φωνὴ προήρχετο. Ἐπεὶ οὖν σὺν τῶι οὐρανῶι καὶ τῆι γῆι παρήχθησαν ἅμα, ὁ συγγραφεὺς Μωϋσῆς διὰ Πνεύματος ἁγίου ἐξ αὐτοῦ τοῦ πράγματος ἤρξατο, ὡς περιεκτικῶν αὐτῶν ὄντων λέγων· «Ἐν ἀρχῆι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»

γ.43

Ἔτι. Εὖ εἰδὼς ὁ Ἀπόστολος τὰ κατὰ τὸν ἄνθρωπον, ἤτοι καὶ τὸ αὐτοῦ σχῆμα, ἐν τῆι πρὸς Ῥωμαίους Ἐπιστολῆι, ἀνώτερον πάντων ὡς οὐράνιον ἐκ τοῦ μέλλοντος τέθεικε τὸν ἄνθρωπον· φησὶ γάρ· «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν», ἀνωτέρω πάντων εἰπὼν τὸν ἄνθρωπον, εἶτα τούτου κατώτερα τὰ πετεινὰ καὶ τούτων πάλιν τὰ τετράποδα καὶ τούτων τὰ ἑρπετὰ τὰ ἐμφωλεύοντα μᾶλλον ὑποκάτω τῆς γῆς, ὡς ἐπὶ κλίμακος αὐτὰ ἐξειπών.

γ.44

Ἔτι. Πάντα τὰ ἄλογα ζῶια τὰ τετράποδα τοῖς τέσσαρσι ποσὶ τὸ σῶμα βασταζόμενα καὶ τὰς ὄψεις περὶ τὴν γῆν νεύοντα, οὔτε ἓν ἐξ αὐτῶν εὐχερῶς δύναται τὸν οὐρανὸν κατοπτεύειν, ὁμοίως καὶ ἑρπετὰ τὸ πᾶν σῶμα περὶ τὴν γῆν εἱλούμενα, οὔτε ἓν ἐξ αὐτῶν δύναται τὸν οὐρανὸν κατοπτεύειν.

γ.45

Πάλιν. Τὰ πτηνὰ πάντα δίποδα ὄντα καὶ μέσον τοῦ σώματος τοὺς πόδας ἀναλόγως ἔχοντα, πετάμενα μὲν κατὰ τὸ ὕψος περὶ τὴν γῆν ὁρῶσιν, ἱστάμενα δὲ οὔτε αὐτὰ εὐχερῶς τὸν οὐρανὸν δύναται περιβλέπειν. Μόνος δὲ ὁ ἄνθρωπος τῶν ἐπὶ γῆς ζώιων, ὡς λογικὸς καὶ οὐράνιος μέλλων εἶναι, ἀναλόγως τὸ σχῆμα παρὰ τοῦ δημιουργοῦ ἐδέξατο· δίπους μὲν γάρ ἐστιν, ὡς μέλλων ἵπτασθαι καὶ οὐρανοβατεῖν· ἀνατεταμένον δὲ τὸ σχῆμα καὶ ὄρθιον ἔχει, ὡς ἕτοιμος ὢν καὶ μέλλων ἀνιέναι ἐπ᾽ ὕψος· εὐχερῶς δὲ καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν κατοπτεύει ταῖς ὄψεσιν, ὡς ἐκ τῆς γῆς εἰς τὸν οὐρανὸν ἐπειγόμενος ἀνελθεῖν, ἐπίγεια καὶ οὐράνια δι᾽ αὐτοῦ συναπτόμενα.

γ.46

Ἔτι. Πάντα τὰ ἄλογα ζῶια καθόλου τὴν μίξιν τῆς συζυγίας ἐκ τῶν ὄπισθεν ἐργαζόμενα καὶ συναπτόμενα, ἄλληλα μὴ ὁρῶντα κατὰ πρόσωπον, ἀλόγως καὶ ἀναισχύντως κέχρηνται τῆι μίξει· μόνος δὲ ὁ ἄνθρωπος προσιὼν κατὰ πρόσωπον ὡς λογικὸς ἐργάζεται, ἵν᾽ ἀλλήλους ὁρῶντες λόγωι καὶ αἰδοῖ καὶ τιμῆι τὴν μίξιν ἀπεργάζωνται καὶ τὸν πεποιηκότα εὐχαρίστως μετὰ λόγου ἀνυμνῶσι, τὸν δώσαντα καὶ τάξαντα τῆι φύσει ἰδίαν ἔχειν βοήθειαν καὶ κίνησιν εἰς ἑαυτὴν πρὸς αὔξησιν καὶ πληθυσμὸν τοῦ ἡμετέρου γένους.

γ.47

Ἔτι. Ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρὸς τὴν γυναῖκα πεποίηκεν ὁ Θεός, ὡς τῶν δύο πλευρῶν πᾶν τὸ σῶμα συσφιγγουσῶν· οὔτε γὰρ ἐκ τῶν ἔμπροσθεν αὐτοῦ πεποίηκεν αὐτήν, ἵνα μὴ ὑπεραίρηται ἡ γυνὴ τοῦ ἀνδρός, οὔτε ἐκ τῶν ὄπισθεν, ἵνα μὴ ὁ ἀνὴρ ὑπεραίρηται τῆς γυναικός, ἀλλ᾽ ἐκ τῆς πλευρᾶς, ὡς ἴσην οὖσαν κατὰ φύσιν· εἰ καὶ προτερεύει ὁ ἀνὴρ ὡς αἴτιος τῶι χρόνωι, οὐ μέντοι κατ᾽ αὐτὴν τὴν φύσιν. Ἔτι τε καὶ διὰ τὸ σκέπειν διαπαντὸς τὴν χεῖρα καὶ φυλάττειν τὴν ἰδίαν πλευράν, οὕτω τὸ θῆλυ ἐκ τοῦ ἄρρενος ἐργασάμενος καὶ τὸ ἄρρεν ἐκ τῆς γῆς, μίαν εἶναι σάρκα ἀμφοτέρους προσηγόρευσεν, ἐκ τῆς κατασκευῆς τῶν δύο πλευρῶν καὶ τῶι ἐκ τῆς συναφείας βλαστάνοντι καρπῶι. Διὰ τοῦτο ὁ πορνεύων ἁμαρτάνει ἀλλοτριῶν τὴν ἰδίαν σάρκα καὶ ἄτακτον καρπὸν σπείρων, ὁ δὲ μοιχεύων μετὰ τοῦ φονέως τέτακται, ὡς διαιρῶν τὴν μίαν σάρκα καὶ φόνον ἐργαζόμενος.

γ.48

Ἔτι. Ἴσως ἀπορήσειέ τις πάλιν λέγων· Διατί πάντων μὲν τῶν ἀλόγων ἄρρεν καὶ θῆλυ ἅμα γενομένων παρὰ τοῦ Θεοῦ, μόνος ὁ ἄνθρωπος οὐχ ἅμα τοῦ θήλεος γέγονεν, ἀλλὰ μονώτατος, εἶθ᾽ οὕτω καὶ τὸ θῆλυ ὕστερον ἐγένετο; Ἀκούσεται ὁ τοιοῦτος ὅτι πάντων τῶν γενομένων ζώιων παρὰ τοῦ Θεοῦ ἀλόγων ὄντων καὶ μὴ δυναμένων γνῶναί τι, πάντων δὲ τῶν ἀγγέλων ὑφ᾽ ἓν γενομένων λογικῶν καὶ γινωσκόντων ἐν τοῖς κατὰ μέρος γεγονόσι, λέγω δὴ ἐν ταῖς ἓξ ἡμέραις, τὸν ποιητὴν τοῦ παντός, ἀνάγκη καὶ τὸν ἄνθρωπον λογικὸν δημιουργηθέντα παρὰ τοῦ Θεοῦ καὶ σύνδεσμον ὄντα πάσης τῆς κτίσεως διδαχθῆναι καὶ αὐτὸν τοῦ παντὸς τὸν δημιουργόν.

γ.49

Ἐπειδὴ δὲ μὴ ὄντος αὐτοῦ τὸ πρότερον, ἀλλ᾽ ὕστερον πάντων γενομένου, οὐκ ἠδύνατο οὔτε ἐκ τῶν πρὸ αὐτοῦ γενομένων, οὔτε ἐξ ἑαυτοῦ γνῶναι Θεόν, ηὐδόκησεν ὁ Θεὸς μὴ ἅμα αὐτῶι, ἀλλ᾽ ὕστερον, τὸ θῆλυ ἐξ αὐτοῦ παραγαγεῖν, ἵνα γνῶι διὰ τούτου ὅτι ὁ τοῦτο τὸ ὅμοιον ἐξ αὐτοῦ παραγαγὼν καὶ αὐτὸν παρήγαγε. Διὰ τοῦτο καὶ ἔκστασιν αὐτῶι ἐπέβαλε καὶ ὕπνωσεν, ἵνα ἀφαιρουμένης τῆς πλευρᾶς αὐτοῦ ἀπόνως καὶ ἀλύπως ὡς ἐν ὕπνωι διὰ τῆς χάριτος τοῦ Θεοῦ αἴσθησιν τοῦ γινομένου δέξηται καὶ τὸν πεποιηκότα ἀνυμνήσειεν ὁμολογῶν καὶ λέγων· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.» Τῶν ἀγγέλων τοίνυν λογικῶν γεγονότων καὶ διὰ τῶν ἔργων τῶν ἐν ταῖς ἓξ ἡμέραις γενομένων παιδευθέντων τὸν αἴτιον, ἀναγκαίως καὶ ὁ ἄνθρωπος διὰ τοῦ θήλεος ἐπαιδεύθη καὶ ἔμαθεν ἑαυτοῦ τε καὶ τοῦ παντὸς εἶναι τὸν Θεὸν δημιουργόν, μάλιστα προακούσας τοῦ Θεοῦ λέγοντος· «Ποιήσωμεν αὐτῶι βοηθὸν κατ᾽ αὐτόν.»

Τὸ κείμενον

γ.50

Εἶτα πάλιν καὶ τῆι ἑβδόμηι ἡμέραι, μετὰ τὸ ἀποκαλύψαι τῶι Μωϋσῆι πᾶσαν τὴν κοσμοποιΐαν καὶ τοιούτων ὀπτασιῶν μυστικῶν ἀξιῶσαι, τότε ὡμίλει αὐτῶι, καὶ δοὺς αὐτῶι τὸν νόμον ἐν πλαξὶ λιθίναις γεγραμμένον δακτύλωι Θεοῦ καὶ σοφίσας αὐτὸν τῶν γραμμάτων τὴν πεῖραν καὶ δοξάσας αὐτοῦ τὸ πρόσωπον ἀφίησι κατελθεῖν ἐκ τοῦ ὄρους.

γ.51

Εἶτα μετὰ ταῦτα προστάττει αὐτῶι σκηνὴν ἐπιτελέσαι κατὰ τὸν τύπον, ὃν ἑωράκει ἐν τῶι ὄρει, ὡσανεὶ τύπον οὖσαν παντὸς τοῦ κόσμου. Ἐποίησεν οὖν τὴν σκηνὴν κατὰ τὸ δυνατὸν μιμήσασθαι θέλων τὸ σχῆμα τοῦ κόσμου οὕτως· τριάκοντα πηχέων τὸ μῆκος καὶ δέκα τὸ πλάτος, καὶ μεσολαβήσας καταπέτασμα μεσόθεν ποιεῖ αὐτὴν χώρους δύο, καὶ ἐλέγετο ἡ πρώτη Ἅγια, ἡ δευτέρα ἡ μετὰ τὸ καταπέτασμα Ἅγια ἁγίων. Τύπος δὲ ἦν ἡ ἐξωτέρα τούτου τοῦ κόσμου τοῦ ὁρωμένου, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος, ἐν ἧι ὑπῆρχε τράπεζα κατὰ τὸ βόρειον μέρος καὶ ἐπάνω τῆς τραπέζης δώδεκα ἄρτοι, τύπον ἐπέχουσα τῆς γῆς, καρποὺς παντοδαποὺς ἔχουσα μηνιαῖον ἕνα, ὡσανεὶ τοῦ ἐνιαυτοῦ δώδεκα.

γ.52

Πέριξ δὲ τῆς τραπέζης κύκλωι κυμάτιον στρεπτὸν σημαῖνον τὴν θάλασσαν, τὸν λεγόμενον Ὠκεανόν, εἶτα καὶ πέριξ τούτου πάλιν κύκλωι στεφάνην παλαιστοῦ σημαίνουσαν τὴν πέραν γῆν, ἔνθα ἐστὶ καὶ ὁ παράδεισος κατὰ ἀνατολάς, ἔνθα καὶ τὰ ἄκρα τοῦ οὐρανοῦ τοῦ πρώτου τοῦ καμαροειδοῦς τοῖς ἄκροις τῆς γῆς πάντοθεν ἐπερείδεται. Εἶτα καὶ τὴν λυχνίαν εἰς τὸ νότιον μέρος τέθεικε φαίνουσαν εἰς βορρᾶν τῆι γῆι ἀπὸ τοῦ νότου· ἑπτὰ δὲ λύχνους ἐπ᾽ αὐτῆς τέθεικε τὴν ἑβδομάδα σημαίνων· οἱ δὲ λύχνοι τοὺς φωστῆρας πάντας σημαίνουσι.

γ.53

Μετὰ δὲ τὸ καταπέτασμα ἡ δευτέρα σκηνή, ἡ λεγομένη Ἅγια ἁγίων, καὶ ἡ κιβωτὸς τοῦ μαρτυρίου καὶ τὸ ἱλαστήριον καὶ ὑπεράνω Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, τύπος ἐστὶ κατὰ τὸν Ἀπόστολον τῶν οὐρανίων ἀπὸ τοῦ στερεώματος ἐπὶ τὸν ἀνώτερον οὐρανόν, ὥσπερ ἀπὸ τοῦ καταπετάσματος ἕως τοῦ τοίχου τῆς ἐσωτέρας σκηνῆς ποιοῦσα τὸν ἐσώτερον χῶρον.

γ.54

Σοφισθεὶς οὖν ὑπὸ τοῦ Θεοῦ γράμματά τε καὶ τῶν πάντων τὴν γένεσιν αὐταῖς ὄψεσιν ἐξ ἀποκαλύψεως δεξάμενος καὶ δοξασθεὶς τὸ πρόσωπον, μὴ δυνάμενος ὁραθῆναι τοῖς συγγενεῦσιν ἄνευ καλύμματος, τότε πρῶτος ἀνθρώπων ὡς ἀξιόπιστος καὶ δεδοξασμένος ὑπὸ Θεοῦ συγγράφει τὴν βίβλον τῆς Γενέσεως λέγων· «Ἐν ἀρχῆι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», ἀρχὴν γενέσεως κόσμου παρὰ Θεοῦ γινομένην, ὡς περιεκτικῶν πάντων ὑπαρχόντων καὶ ἔνδοθεν ὄντων πάντων τῶν λοιπῶν κτισμάτων, ὧνπερ ἅμα αὐτοῖς καὶ ὧν μετὰ ταῦτα κατὰ μέρος πεποίηκεν, ἀποφηνάμενος· εἶτα, ἀρξάμενος ἀπὸ τῆς πρώτης καὶ ἕως τῆς ἕκτης τελέσας, πάντα τὰ ἔνδον ὑπάρχοντα οὐρανοῦ καὶ γῆς, καὶ τῆι ἑβδόμηι καταπαύσαντα τὸν Θεὸν εἰρηκὼς καὶ μηδὲν ἐργασάμενον διὰ τὸ πεπληρῶσθαι πᾶσαν τὴν κτίσιν καὶ μὴ λείπειν τι τῆι καλλίστηι ἁρμονίαι τοῦ κόσμου, τότε πάλιν ἐπιφέρει· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς», ἀρκετὸν ἡγησάμενος πάντα συσσημαίνεσθαι ἔσωθεν ὄντα οὐρανοῦ καὶ γῆς.

γ.55

Καὶ πάλιν ἑτέρωθι· «Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ τῆι ἑβδομῆι κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι», διὰ πάντων τὸν αὐτὸν νοῦν εἰρηκὼς ὅτι καὶ ἔνδον εἰσὶ πάντα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ ὅτι πρὸ τῶν ἑπτὰ ἡμερῶν ἐκείνων τίποτε τὸ σύνολον οὐ πεποιήκει, ἀλλὰ καὶ ἤρξατο ἀπὸ τῆς πρώτης ἡμέρας καὶ ἐτέλεσε τῆι ἕκτηι καὶ τῆι ἑβδόμηι κατέπαυσε, μηδὲν ἕτερον ποιήσας, καὶ ὅτι δύο μόνους οὐρανοὺς πεποίηκε, τὸν πρῶτον ἅμα τῆι γῆι καὶ τὸν δεύτερον μέσον θέμενος καὶ ποιήσας τὰς δύο καταστάσεις, ταύτην τε καὶ τὴν μέλλουσαν, καθάπερ καὶ ἐν τῆι σκηνῆι προσέταξε γενέσθαι δύο χώρους κατὰ μίμησιν τοῦ κόσμου. «Κατὰ τὸν τύπον» γάρ, λέγει, «τὸν δειχθέντα σοι ἐν τῶι ὄρει»· ἣν ὁ Ἀπόστολος ἑρμηνεύων, πρὸς Ἑβραίους ἐπιστέλλων, ἔφη τύπον τοῦ κόσμου τούτου τὴν ἐξωτέραν σκηνὴν καὶ τὴν ἐσωτέραν τῶν οὐρανίων.

γ.56

Τοῦ οὖν τοιούτου μεγάλου καὶ θείου κοσμογράφου Μωϋσέως μαρτυρουμένου καὶ δοξασθέντος, ἐν μὲν τῆι Παλαιᾶι ὑπὸ τοῦ Θεοῦ, ἐν δὲ τῆι Νέαι ὑπὸ τοῦ Χριστοῦ, καὶ ἑτέρων δὲ θεοφόρων προφητῶν καὶ ἀποστόλων συμμαρτυρούντων αὐτῶι περὶ πάντων, περί τε τῶν σχημάτων τῆς κτίσεως ἁπάσης, καθάπερ ἐν τῶι πρὸ τούτου λόγωι παρεθήκαμεν, καὶ περὶ αὐτῆς τῆς κτίσεως, καὶ κατὰ πάντα συμφωνούντων αὐτῶι, τίς οὕτω σκαιὸς καὶ ἠλίθιος καὶ πεπλασμένος, μάλιστα καὶ ὀνομάζων ἑαυτὸν χριστιανόν, ἀπιστήσειε τῆι τοσαύτηι ἀληθείαι καὶ ἱερᾶι μαρτυρίαι, καὶ οὐχὶ μᾶλλον κύψας εἰς γῆν ἐντραπήσεται τὸν ὄχλον τῶν μαρτυριῶν, τὴν ἐκλογήν, τὰς ἀποκαλύψεις, τὴν σοφίαν, τὴν δόξαν, τὰς προρρήσεις, τὰ σημεῖα τὰ παράδοξα, τὰ μεγάλα θαύματα, τὰς ἐκβάσεις τῶν προφητειῶν, αὐτοῦ τοῦ Θεοῦ τὴν μαρτυρίαν ὡς φίλος πρὸς φίλον κατὰ πρόσωπον ὁμιλοῦντος καὶ ἐνωπίως, καὶ ἐν τῆι Νέαι τοῦ Δεσπότου Χριστοῦ πολλάκις αὐτῶι μαρτυρήσαντος; Ὄντως, ἵν᾽ οὕτως κἀγὼ θερμότερον εἴπω, εἰ μή τις θεομάχος εἴη, τούτωι ἀντειπεῖν οὐ δυνήσεται· μεταμελόμενος γὰρ πάλιν λέξει· «Δάκτυλος Θεοῦ ἐστιν ἐν αὐτῶι», καὶ τὴν ἧτταν ὁμολογήσει, καθάπερ οἱ αἰγύπτιοι ἐπαοιδοὶ καὶ φαρμακοί, Ἰαννῆς καὶ Ἰαμβρῆς, ἔλεγον περὶ αὐτοῦ.

γ.57

Κατὰ τὸν μέγαν οὖν καὶ θεῖον κοσμογράφον Μωϋσέα καὶ κατὰ τὸν θειότατον καὶ ἐν ἑαυτῶι ἔχοντα λαλοῦντα τὸν Δεσπότην Χριστόν, τὸν διδάσκαλον τῆς Ἐκκλησίας Παῦλον, δύο καὶ μόνων οὐρανῶν γεγονότων παρὰ Θεοῦ, καὶ οὐχὶ ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα, πῶς οἷόν τέ ἐστι τοῖς ἔξω προσέχειν ἐκ στοχασμῶν καὶ σοφισμάτων καὶ γνάθων διαλεγομένοις καὶ μύθους ἀναπλαττομένοις, οὐ παλαιοῖς μάλιστα ἀλλὰ νέοις τισίν, οἳ πρὸς τὰς ἀπορίας τῶν οἰκείων δογμάτων ματαιοτέρας ἀπολογίας ἐπινενοήκασι; Πῶς δὲ δύνανται οἱ τούτοις προσέχοντες λέγειν ὕδατα εἶναι ἐπάνω τοῦ οὐρανοῦ κατὰ τὴν Γραφήν, ἢ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἄνευ δρόμου ἡλίου καὶ σελήνης καὶ ἄστρων γενέσθαι; Ἢ καὶ τὸν ἐπὶ τοῦ Νῶε κατακλυσμὸν πῶς ἐκάλυψε πᾶσαν τὴν γῆν καὶ πάλιν ὑπεχώρησαν τὰ ὕδατα;

γ.58

Ἢ πῶς δύνανται πάλιν λέγειν συντέλειαν κόσμου, καὶ παύεσθαι τὸν δρόμον τῶν ἄστρων πιπτόντων, καὶ μηκέτι ἐκ διαδοχῆς ποιεῖν ἡμέρας καὶ νύκτας, καὶ παύεσθαι μὲν καθόλου ταύτην τὴν κατάστασιν, ἀναδείκνυσθαι δὲ ἑτέραν ἀπεξενωμένην καὶ ὑπερβαίνουσαν ταύτην, καὶ εἰσέρχεσθαι τοὺς δικαίους εἰς τὸν ἀνώτερον οὐρανὸν ἐσώτερον τούτου τοῦ ὁρωμένου οὐρανοῦ, ἔνθα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἡ δευτέρα σκηνὴ ἡ λεγομένη Ἅγια ἁγίων, ἧς τύπος ἦν ὁ ἐν τῆι σκηνῆι ἐσώτερος χῶρος, ἔνθα καὶ εἰσῆλθεν ὁ Δεσπότης Χριστὸς ἀναληφθεὶς εἰς τὸν οὐρανὸν ὑπεράνω τοῦ στερεώματος, γενόμενος πρόδρομος ὑπὲρ ἡμῶν, ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν; Ἢ πῶς δύνανται πάλιν λέγειν μετὰ τὴν συντέλειαν ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα οὐρανούς, ἢ κυκλεύειν πάλιν τὸν οὐρανόν, τὴν παρ᾽ αὐτῶν λεγομένην σφαῖραν; Εἰς τί χρήσιμον; Λεγέτωσαν, μὴ φθονησάτωσαν ἡμῖν.

γ.59

Ἢ πῶς δύνανται οἱ τοιοῦτοι πιστεύειν καὶ περὶ τῶν παραδόξων θαυμάτων τῶν πολλάκις ἡμῖν εἰρημένων, τῶν ἐπὶ τοῦ μεγάλου Μωϋσέως; Ὁμοίως καὶ ἐπὶ τοῦ Ἰησοῦ τοῦ Ναυὴ τὸ στῆσαι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ποιῆσαι μεγάλην πάνυ ἡμέραν, μέχρις οὗ τροπώσηται τοὺς ἐναντίους; Ἐπὶ τοῦ Ἐζεκίου τὸν ἀναποδισμὸν τοῦ ἡλίου ἐπὶ δέκα κλιμάκων ἀναποδίσαντα, ὃ καὶ τὸν Βαβυλώνιον ἐκπλῆξαν δῶρα παρεσκεύασεν ἐκπέμψαι τῶι Ἐζεκίαι; Τὸ παμφάγον πῦρ ἐπὶ τοῦ Ναβοχοδονόσορ τὰ μὲν δεσμὰ τῶν τριῶν παίδων καῦσαν, αὐτοὺς δὲ ἕως τριχὸς ἢ ἱματίων μὴ διαφθεῖραν; Ἠλίαν τὸν τηλικοῦτον ἅρματι πυρίνωι τὸν οὐρανὸν διατρέχοντα καὶ νεκρὸν ἐγείραντα καὶ τὸν ὑετὸν τῆι γλώσσηι ἐπὶ τεσσαράκοντα καὶ δύο μῆνας κατασχόντα; Τὸν τούτου μαθητὴν Ἐλισσαῖον, τὸν ῥίψαντα εἰς τὸ ὕδωρ τὸ ξύλον καὶ τὸν σίδηρον ἀνασπάσαντα, οὗ καὶ ἡ κόνις νεκρὸν ἀνέστησεν;

γ.60

Ὁμοίως καὶ τὰ ἐπὶ τοῦ Δεσπότου τῶν ὅλων Χριστοῦ γενόμενα θαύματα, τὴν παράδοξον ἐκ Παρθένου γένεσιν, τὴν τοῦ φανέντος ἀστέρος μαρτυρίαν, τῶν μάγων τὴν προσκύνησιν, τῶν ποιμένων τὸν ὑπὸ τοῦ ἀγγέλου μετὰ χαρᾶς εὐαγγελισμόν, τοῦ πλήθους τῆς στρατιᾶς τῶν ἀγγέλων τὴν δοξολογίαν, τοῦ Συμεῶνος τὴν μετ᾽ εὐχαριστίας προσευχήν, τῆς Ἄννης τὴν ἐξομολόγησιν, αὐτοῦ τοῦ Κυρίου τὸ πρῶτον θαῦμα ἐν Κανᾶι τῆς Γαλιλαίας, ὡς ἐν γάμωι παράδοξον οἰνοποσίαν φιλοτίμως ἐχορήγησε, τοῦ ἐκ γενετῆς τυφλοῦ τὸν ἀπὸ πηλοῦ διὰ πτύσματος ὀφθαλμῶν ἀναπλασμόν, τὴν τοῦ Λαζάρου τεταρταίαν καὶ πεπορθμευμένην καὶ ὄζουσαν ἤδη σπλάγχνων ἀναχάλκευσιν, τὸ πλῆθος τῶν ἀντικειμένων δαιμόνων τρεμόντων τὴν παρουσίαν καὶ βοώντων· «Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς», τὴν πρόσταξιν καὶ τὸν φιμὸν τῆς μαινομένης θαλάσσης, τὴν πορείαν τὴν ἐπὶ νώτου τῶν ὑδάτων, ὡς καὶ τὸν Πέτρον συμβαδίζειν ἐκέλευσε, κἀκείνου ἀπιστίαι κατασχεθέντος καὶ καταποντουμένου καὶ βοῶντος· «Κύριε, βοήθει μοι», καὶ τοῦ βυθοῦ ἀνασπάσαντος αὖθις συμβαδίσας ὑγιῆ ἐπὶ τὸ πλοῖον ἀποκατέστησε; Τὴν γενομένην ἔκλειψιν ἡλίου ἐπὶ ὥρας τρεῖς ἐν καιρῶι τοῦ πάθους, ἐν τεσσαρεσκαιδεκαταίαι τῆς σελήνης; Τὸν κλόνον τῆς γῆς καὶ τῶν πετρῶν καὶ τοῦ ναοῦ τὸ καταπέτασμα διαρραγέν;

γ.61

Καὶ τὰ ἄλλα πάντα, ἅπερ νῦν καταλέγειν οὐκ εὐχερές, παραλείψας ἐπ᾽ αὐτὴν τὴν ἀνάστασιν λοιπὸν δραμοῦμαι, τὸν τῶν ἀνθρώπων καὶ παντὸς τοῦ κόσμου ἀνακαινισμόν, τὴν δωρεὰν τῆς ἀφθαρσίας καὶ τῆς ἀθανασίας καὶ τῆς ἀτρεπτότητος τῆς δωρουμένης παρὰ τοῦ Θεοῦ παντὶ τῶι κόσμωι, τὴν ἄνοδον αὐτῶν πάλιν τὴν εἰς τὸν οὐρανόν, ἔνθα καὶ πρῶτος εἰσελήλυθε κατὰ σάρκα ὁ Δεσπότης Χριστός, τῶν ἀποστόλων τὰς σκιάς, αἳ τοὺς ἀρρώστους ἀνερρώννυον, τοῦ ἀποστόλου Παύλου τὴν ἁρπαγὴν τὴν ἕως τρίτου οὐρανοῦ γενομένην, τουτέστι παρὰ τὸ τρίτον τοῦ διαστήματος τοῦ ὕψους τοῦ οὐρανοῦ, τοῦ ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος, καὶ πάλιν τὴν ἐν τῶι παραδείσωι, ἔνθα καὶ τῶν ἀρρήτων ῥημάτων ἠξιώθη ἀκουστὴς γενέσθαι, ἅπερ οὐκ ἐξὸν ἀνθρώπωι λαλῆσαι. Ἅπερ πάντα παράδοξα τυγχάνει καὶ τὴν ἡμετέραν φύσιν ἤτοι κατάστασιν ὑπερβαίνει.

γ.62

Καὶ ταῦτα μὲν τοὺς τότε ἀνθρώπους γινόμενα παρεσκεύασαν πείθεσθαι καὶ περὶ τῶν προρρήσεων· ἡμᾶς δὲ αἱ ἐκβάσεις τῶν προφητειῶν παρασκευάζουσι πείθεσθαι περὶ τῶν σημείων καὶ περὶ πάντων ὧν ἐλάλησαν, οἷον γέγονε καὶ ἐπὶ τοῦ Δεσπότου Χριστοῦ· κατερχόμενος τότε ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν καὶ προσέχων τῆι Ἱερουσαλὴμ ἀπέναντι, ταλανίζων αὐτήν φησιν οὕτως· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τοὺς νεοσσοὺς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.»

γ.63

Εἶτα ἀποφηναμένου αὐτοῦ κατὰ τοῦ ναοῦ, οἱ μαθηταὶ ἐδάκνοντο ἔτι ἰουδαϊκώτερον διακείμενοι καί, φησὶ μετὰ ταῦτα, «κατελθόντες ἐκ τοῦ ὄρους ὑπέδειξαν αὐτῶι τὴν οἰκοδομὴν τοῦ ναοῦ», ἵνα δῆθεν εἰς οἶκτον αὐτὸν κινήσωσι καὶ τὴν φωνὴν τὴν κατὰ τοῦ ναοῦ ἀνακαλέσηται· ἤιδεσαν γὰρ καὶ ἐπίστευον πάντα τὰ προλαλούμενα παρ᾽ αὐτοῦ γίνεσθαι. Ὁ δὲ γνοὺς πρὸς αὐτούς φησι· «Βλέπετε πάντα ταῦτα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῆι λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.» Ἐκεῖνοι δὲ φοβηθέντες ἡσύχασαν, μηκέτι εἰπόντες τι περὶ τούτου. Ἔκτοτε οὖν ἐλθόντες οἱ Ῥωμαῖοι καὶ τὸν ναὸν καὶ τὴν πόλιν κατέσκαψαν καὶ ἔρημον παντελῶς εἰργάσαντο, ὥσπερ ἐκ συνθήματος Δεσπότου τὸ προσταχθὲν ἐκπληρώσαντες· καὶ ὁρῶμεν αὐταῖς ὄψεσι μέχρι τοῦ νῦν, ἰδοὺ πλέον πεντακοσίων ἐτῶν ἐξότε ἔρημος γέγονε, μὴ δυνάμενος ἀνανεωθῆναι.

γ.64

Ἔτι εἶπε τοῖς ἰδίοις μαθηταῖς· «Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον», καὶ πάλιν· «Πύλαι ἅιδου οὐ κατισχύσουσι τῆς Ἐκκλησίας», καὶ πάλιν πᾶσαν τὴν οἰκουμένην τῆς αὐτοῦ πλησθήσεσθαι διδασκαλίας, ὥσπερ ζύμην «λαβοῦσα γυνὴ κρύψει εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ζυμωθῆι ὅλον» καὶ γένηται ἕν, καὶ πάλιν «κηρυχθήσεσθαι τὸ Εὐαγγέλιον ἐν ὅλωι τῶι κόσμωι», μεθ᾽ οὗ καὶ γυναῖκα εὔνουν αὐτῶι συγκηρύττεσθαι. Καὶ ὁρῶμεν τὰς ἐκβάσεις πάντων γενομέναςδιωκόμενοι γάρ ποτε πάνυ οἱ χριστιανοὶ ἐξ Ἑλλήνων καὶ Ἰουδαίων νενικήκασι καὶ τοὺς διώκοντας εἰς ἑαυτοὺς εἵλκυσαν, ὁμοίως καὶ τὴν Ἐκκλησίαν ποτὲ μὴ καταβαλλομένην, ἀλλὰ πληθυνομένην, καὶ ὁμοίως πᾶσαν τὴν γῆν τῆς διδασκαλίας τοῦ Δεσπότου Χριστοῦ πληρωθεῖσαν καὶ ἔτι πληρουμένην, καὶ τὸ Εὐαγγέλιον κηρυττόμενον ἐν ὅλωι τῶι κόσμωι· ὅπερ ἐν πλείοσι τόποις παρὼν εἶδον, καὶ μεμαθηκὼς ὡς ἐπὶ τῆς ἀληθείας ἀπαγγελῶ.

γ.65

Ἐν Ταπροβάνηι νήσωι ἐν τῆι ἐσωτέραι Ἰνδίαι, ἔνθα τὸ Ἰνδικὸν πέλαγός ἐστι, καὶ Ἐκκλησία χριστιανῶν ἐστιν ἐκεῖ καὶ κληρικοὶ καὶ πιστοί, οὐκ οἶδα δὲ εἰ καὶ περαιτέρω. Ὁμοίως καὶ εἰς τὴν λεγομένην Μαλέ, ἔνθα τὸ πέπερι γίνεται, καὶ ἐν τῆι Καλλιάναι δὲ τῆι καλουμένηι, καὶ ἐπίσκοπός ἐστιν ἀπὸ Περσίδος χειροτονούμενος. Ὁμοίως καὶ ἐν τῆι νήσωι τῆι καλουμένηι Διοσκορίδους κατὰ τὸ αὐτὸ Ἰνδικὸν πέλαγος, ἔνθα καὶ οἱ παροικοῦντες ἑλληνιστὶ λαλοῦσι, πάροικοι τῶν Πτολεμαίων τῶν μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα ὑπάρχοντες, καὶ κληρικοί εἰσιν ἐκ Περσίδος χειροτονούμενοι καὶ πεμπόμενοι ἐν τοῖς αὐτόθι καὶ χριστιανοὶ πλῆθος· ἣν νῆσον παρέπλευσα μέν, οὐ κατῆλθον δὲ ἐν αὐτῆι· συνέτυχον δὲ ἀνδράσι τῶν ἐκεῖ ἑλληνιστὶ λαλοῦσιν, ἐλθοῦσιν ἐν τῆι Αἰθιοπίαι. Ὁμοίως δὲ καὶ ἐπὶ Βάκτροις καὶ Οὔννοις καὶ Πέρσαις καὶ λοιποῖς Ἰνδοῖς καὶ Περσαρμενίοις καὶ Μήδοις καὶ Ἐλαμίταις καὶ πάσηι τῆι χώραι Περσίδος καὶ ἐκκλησίαι ἄπειροι καὶ ἐπίσκοποι καὶ χριστιανοὶ λαοὶ πάμπολλοι καὶ μάρτυρες πολλοὶ καὶ μονάζοντες ἡσυχασταί.

γ.66

Ὁμοίως δὲ καὶ ἐπὶ τὴν Αἰθιοπίαν, Ἀξώμην τε καὶ πᾶσαν τὴν περίχωρον, Ἄραβάς τε τοὺς Εὐδαίμονας, τοὺς νῦν καλουμένους Ὁμηρίτας, πᾶσαν Ἀραβίαν καὶ Παλαιστίνην, Φοινίκην τε καὶ πᾶσαν Συρίαν καὶ Ἀντιόχειαν μέχρι Μεσοποταμίας, Νοβάτας τε καὶ Γαραμάντας, Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν, Ἀφρικὴν καὶ Μαυριτανίαν ἕως Γαδείρων τὰ πρὸς νότον. Πανταχοῦ ἐκκλησίαι χριστιανῶν εἰσι καὶ ἐπίσκοποι, μάρτυρες, μονάζοντες ἡσυχασταὶ διαπαντὸς ὅπηι ἐστὶ κηρυττόμενον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ὁμοίως πάλιν Κιλικίαν, Ἀσίαν, Καππαδοκίαν, Λαζικὴν καὶ Πόντον καὶ τὰ ὑπερβόρεια μέρη Σκυθῶν καὶ Ὑρκάνων, Ἑρούλλων, Βουλγάρων, Ἑλλαδικῶν τε καὶ Ἰλλυρίων, Δαλμάτων, Γότθων, Σπανῶν, Ῥωμαίων, Φράγγων καὶ λοιπῶν ἐθνῶν μέχρι τῶν Γαδείρων τοῦ Ὠκεανοῦ κατὰ τὸ βόρειον μέρος, πιστευσάντων καὶ καταγγελλόντων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν ὁμολογούντων. Καὶ πληρουμένας ὁρῶμεν τὰς προρρήσεις εἰς πάντα τὸν κόσμον.

γ.67

Ποῖος Σωκράτης ἢ Πυθαγόρας ἢ Πλάτων ἢ Ἀριστοτέλης ἢ ἕτερός τις τῶν διαπρεψάντων παρὰ τοῖς ἔξωθεν φιλοσόφων ἠξιώθη προειπεῖν ἢ κηρύξαι τι τοιοῦτον, ὠφέλιμον τῶι κόσμωι, ἀνάστασιν νεκρῶν καὶ βασιλείαν ἀσάλευτον χαριζομένην τοῖς ἀνθρώποις; Εἰ μὴ μόνον ἐκ ψήφου καὶ κοσμικῆς μαθήσεως, ὡς εἴ γε καὶ αὐτὸ ἀληθεύσουσι, τὰς ἐκλείψεις τὰς ἡλιακὰς καὶ τὰς σεληνιακάς, ὅπερ κἂν ἀληθεύσωσι κηρύττοντες, οὐδὲν ἐκ τούτου τῶι κόσμωι προσγενήσεται ὄφελος, ἢ μᾶλλον καὶ τῦφος, σιωπῶντες δὲ οὐδεμίαν βλάβην προστρῖψαι δυνήσονται.

γ.68

Ποῖον γὰρ παιδίον παραλαβὸν τὴν ψῆφον ἀμοιρήσει τῆς διδαχῆς; Ἢ ποία γραῦς ἢ ἐν ἀγρῶι τις ἀνατεθραμμένος ἀμοιρήσει φυσικῶν τινων; Ἢ ποῖον ἔθνος ἢ βάρβαρος οὐκ ἐπίσταται τὰ τοιαῦτα, λέγω δὴ ἀστρονομίαν, γεωμετρίαν καὶ ἐπιστήμας διαφόρους, ἰατρικήν, τεκτονικήν, λαξευτικήν, ὑφαντικήν, χαλκευτικήν, γεωργικήν, καὶ ἑτέρας, ἃς οὔτε ἐνθυμεῖσθαι τοὺς Ἕλληνας δυνατόν; Ἢ ποῖον ἔθνος ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, ἄρκτου τε καὶ μεσημβρίας, πιστεῦσαν εἰς Χριστόν, οὐ προλέγει ἐκ μεθόδων καὶ διαφόρων ψήφων πολλῶν ἐτῶν πασχαλίας ἑορτάς; Καὶ πάντες προλέγοντες ἀληθεύουσιν, ἐν μιᾶι ἡμέραι ἀπ᾽ ἄκρων γῆς ἕως ἄκρων ἑορτάζοντες συμφώνως κατὰ τὰς διαφόρους ψήφους καὶ μεθόδους.

γ.69

Σοφίσας γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον καὶ λόγου αὐτῶι μεταδοὺς ἐφευρίσκειν πεποίηκεν ὅσα δ᾽ ἂν ὁ νοῦς ἐπιβαλεῖν δυνηθείη, ἢ καὶ ἀπὸ μαθήσεως παραλάβηι. Τοιοῦτο γὰρ φύσει ζῶιον λογικὸν ὁ ἄνθρωπος. Οἱ πρῶτοι γὰρ ἐπινοοῦντες ἄνθρωποι τέχνην, πολλὰ διασφαλλόμενοι, τῶι χρόνωι καὶ τῆι πείραι καὶ τῆι τριβῆι ἢ αὐτοὶ ἢ οἱ μετ᾽ αὐτοὺς ὕστερον κατορθοῦσιν· ὁμοίως καὶ οἱ ἐξ αὐτῶν παραλαμβάνοντες ἀσφαλῶς τὸ παραδιδόμενον παραλαμβάνουσιν.

γ.70

Τὰ δὲ θεῖα μαθήματα οὐχ οὕτως ἐξ ἐπινοίας ἀνθρωπίνης κατορθοῦται, ἀλλ᾽ ἀσφαλῶς ἐκ πρώτης παρὰ τοῦ Θεοῦ διδόμενα, κἄν τε δόγματα, κἂν τέχναι, ἀσφαλῶς τις παραλαμβάνει, ὥσπερ καὶ πεποιήκασιν ἐν τῆι σκηνῆι τῆι ἐπὶ Μωϋσέως σοφισθέντες παρὰ τοῦ Θεοῦ, αὐτὸς καὶ Βεσελεὴλ ὁ τοῦ Οὐρίου, υἱοῦ Ὢρ τῆς φυλῆς Ἰούδα, καὶ ὁ Ἐλιὰβ ὁ Ἀχισαμαἐκ φυλῆς Δᾶν, καὶ πᾶσιν οἷς δέδωκε σύνεσιν καὶ πνεῦμα θεῖον ἐνέπλησε καὶ ἐπιστήμης ἐν παντὶ ἔργωι διανοεῖσθαι, καὶ ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα ὅσα συνέταξε ποιῆσαι ὁ Θεὸς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ᾽ αὐτῆς, καὶ τὴν διασκευὴν τῆς σκηνῆς καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ἀαρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὸ ἱερατεύειν τῶι Θεῶι, καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου, κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῶι ποιεῖν. Ἀμέλει ἕως τῆς σήμερον ἡμέρας τὰς πλείστας τῶν τεχνῶν τούτων παρὰ Ἰουδαίοις ὡς ἐπὶ τὸ πλεῖστον εὑρήσεις.

Παραγραφή

γ.71

Τοῦ πρώτου ἀνθρώπου ἁμαρτήσαντος καὶ εἰς αἴσθησιν τοῦ πλημμελήματος ἐλθόντος καὶ παρὰ Θεοῦ συμφερόντως ἐλεγχόμενος, καὶ αἰσχύνην καὶ αἰδῶ κομισάμενος διελογίζετο λοιπὸν τὴν ἑαυτοῦ γύμνωσιν σκεπάσαι· τεχναζόμενος δὲ καὶ παρὰ Θεοῦ ὡς λογικὸς νυττόμενος ἐφεῦρε τὴν ῥαπτικὴν τέχνην φύλλα συκῆς ἑαυτῶι συρράπτων διὰ σκολόπων δένδρων· ἐν ταὐτῶι δὲ καὶ χιτῶνας πάλιν ὑπὸ Θεοῦ σοφισθεὶς ἐκ δερμάτων ξύλων ποιεῖν ἐδιδάχθη. Κάϊν δὲ γηπονίαν καὶ Ἄβελ ποιμενικὴν τέχνην, ἤτοι ἐπιστήμην, ἐφευρηκότες μαρτυροῦνται παρὰ τῆι Γραφῆι. Εἶτα πάλιν μετὰ τὴν ἀδελφοκτονίαν ὁ Κάϊν ὡς παρὰ Θεοῦ ἐκβληθείς, καθὰ γέγραπται, «ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ κατώικησεν ἐν γῆι Ναΐδ», ἵνα εἴπηι ὅτι ἐξεβλήθη ὁ Κάϊν ἀπὸ τοῦ Θεοῦ καὶ ἐπέμφθη ἐν ἐξορίαι εἰς γῆν μοχθηράν.

γ.72

Κατοικητήριον γὰρ τοῦ Θεοῦ ὑπενόουν εἶναι τὸν παράδεισον, ὡς ἐκεῖθεν ἐξερχομένου καὶ συχνότερον αὐτοῖς ὀπτανομένου. Οἱ ἐγγύθεν οὖν τοῦ παραδείσου ὄντες υἱοὶ τοῦ Σήθ, ὡς ὑπὸ τὴν ἐπιμέλειαν τοῦ Θεοῦ ὄντες καὶ πυκνότερον τῶι Θεῶι ὁμιλοῦντες, διαπαντὸς υἱοὶ τοῦ Θεοῦ ἐκαλοῦντο· οἱ δὲ περὶ τὸν Κάϊν, ὡς μακράν που τοῦ παραδείσου ἀπωικισμένοι καὶ μὴ ὄντες ἀεὶ ὑπὸ τὴν ἐπιμέλειαν τοῦ Θεοῦ, ἀλλ᾽ ἐν μοχθηρᾶι γῆι πάνυ οἰκοῦντες καὶ τεθηριωμένηι καὶ ἑαυτῶν μᾶλλον ἐπιμελούμενοι, ἐκαλοῦντο υἱοὶ τῶν ἀνθρώπων. Ἐν φόβωι οὖν διάγοντες ὅ τε Κάϊν καὶ οἱ ἐξ αὐτοῦ ἐφεῦρον ἑτέρας τέχνας πρὸς ἑαυτῶν ἀσφάλειαν, οἵας εἰπεῖν τεκτονικήν, λαξευτικήν, χαλκευτικήν, μουσικήν· τεκτονικὴν μὲν πρὸς τὸ σκηνὰς ποιεῖν καὶ θύρας καὶ στέγας, ἑαυτοὺς φυλάττοντες καὶ τὰ ἑαυτῶν κτήνη· λαξευτικὴν δὲ πρὸς τὸ οἴκους καὶ πόλεις κτίζειν, ἀσφάλειαν καὶ φρουρὰν ἑαυτοῖς προνοούμενοι·

γ.73

χαλκευτικὴν δὲ πρὸς τὸ γηπονεῖν καὶ τέμνειν τὴν γῆν ἀρότρωι καὶ θερίζειν τὰ σπέρματα μαχαί ραις, καὶ πρὸς τὸ αὐλοὺς καὶ ἕτερά τινα ποιεῖν· μουσικὴν δὲ πρὸς τὸ αὐλοῖς καὶ κιθάραις καὶ ὠιδαῖς ἀγρυπνεῖν νυκτὸς καὶ φυλάττειν ἑαυτούς τε καὶ τὰ ἑαυτῶν κτήνη ἀπὸ βλάβης θηρίων. Ἐν φόβωι οὖν διάγοντες καὶ ἐν ἐξορίαι ὑπάρχοντες πᾶσαν μηχανὴν ἐπενόουν πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν. Οὕτως γὰρ γέγραπται περὶ αὐτῶν, περὶ μὲν τοῦ Κάϊν· «Καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὸ ὄνομα τῆς πόλεως ἐπὶ τῶι ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ», περὶ δὲ Ἰωβέλ, τοῦ υἱοῦ Λάμεχ τοῦ ἐκ τῆς Ἀδαᾶς, φησίν· «Οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων»· περὶ δὲ τοῦ Ἰουβάλ, τοῦ ἀδελφοῦ Ἰωβέλ, οὕτως φησίν· «Οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν»· χαλκευτικὴν δέ, ὡς ὅταν λέγηι περὶ Θόβελ τοῦ ἐκ τῆς Σελλᾶς· «Οὗτος ἦν σφυροκόπος, χαλκεὺς χαλκοῦ τε καὶ σιδήρου.»

γ.74

Οὕτως οὖν ἐξ ἀρχῆς ὁ Θεὸς σοφίσας τὸν ἄνθρωπον ἐφευρίσκειν πεποίηκε τὰς τέχνας· καὶ οἱ μὲν πρῶτοι ἀρχῆι ἐφεῦρον αὐτάς, οἱ δὲ μετέπειτα ἐκ τῶν πρώτων τὰς ἀφορμὰς λαβόντες καὶ πολυπραγμονοῦντες ἐπέτειναν αὐτὰς ἀκριβέστερον. Καλὸν οὖν συνᾶραι λόγον πρὸς τοὺς σοφιζομένους καὶ λέγοντας ἀΐδιον εἶναι τὸν κόσμον καὶ ἄναρχον καὶ ὑπομνῆσαι ὡς σφάλλονται, μὴ συνιέντες ἐξ αὐτῶν τῶν πραγμάτων, ἤτοι καὶ τῶν τεχνῶν, ὡς οὐκ ἔστιν ἀΐδιος καὶ ἄναρχος, ἀλλὰ πρόσφατος.

γ.75

Εἰ γὰρ αἱ τέχναι κατὰ μέρος ἐφευρέθησαν, πᾶσα δὲ πολιτεία ἀνθρώπων διὰ τέχνης καὶ ἐπιστήμης λογικῆς συνίσταται, πῶς οἷόν τέ ἐστι κόσμον συνίστασθαι ἄνευ τεχνῶν καὶ ἐπιστήμης λογικῆς; Μὴ οὔσης γὰρ λαξευτικῆς καὶ τεκτονικῆς, πῶς δυνήσονται οἶκοι καὶ φρούρια καὶ πόλεις γενέσθαι πρὸς παραφυλακὴν ἀνθρώπων καὶ πολιτείας; Ὁμοίως ὑφαντικῆς μὴ οὔσης, πόθεν ἀρκετὰ τοῖς ἀνθρώποις σκεπάσματα εἰς τὰ ψύχη καὶ τὰ κρύη; Ὁμοίως χαλκευτικῆς μὴ οὔσης, πόθεν τοῖς ἀνθρώποις γηπονεῖν καὶ τέμνειν ἀρότροις τὴν γῆν καὶ μαχαίραις τὰ σπέρματα, ἵνα τροφὰς περιποιήσωνται; Πάλιν ἰατρικῆς μὴ οὔσης, πόθεν τοῖς ἀνθρώποις τὰ συμβαίνοντα πάθη θεραπεύειν καὶ τὰς νόσους παραμυθεῖσθαι;

γ.76

Εὖ δῆλον τοίνυν ἐκ πάντων τούτων ὡς οὐκ ἀΐδιος ὁ κόσμος, ἀλλὰ πρόσφατος, ὥσπερ καὶ αἱ ἐπίνοιαι καὶ αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι τῶν ἀνθρώπων. Ποῦ γὰρ καὶ αὐτοὶ εὑρήσουσιν ἐν ἀστρονόμοις ἴσον ἢ κρείττω Πτολεμαίου, ἢ ἐν φιλοσόφοις Πλάτωνος καὶ Ἀριστοτέλους, ἢ Εὐκλείδους καὶ Ἀρχιμήδου, τοῦ μόνου ἐφευρηκότος τὸν τετραγωνισμὸν τοῦ κύκλου, γεωμέτρας καὶ ἀριθμητικούς; Εἰ δὲ οὗτοι ἀκριβέστεροι τῶν πρὸ αὐτῶν ἐγένοντο, πῶς οὐ πρόδηλον ὅτι κατὰ μέρος αἱ τέχναι ἐφευρέθησαν διὰ τῆς σοφίας τῆς δεδομένης παρὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις; Διὰ τοῦτο καὶ ἡ Γραφὴ τῶι Θεῶι τὸ πᾶν ἀνατιθεμένη βοᾶι· «Πᾶσα σοφία παρὰ Κυρίου.» Ψεύδονται τοίνυν, ἤτοι μωραίνουσιν, οἱ ἀΐδιον τὸν κόσμον ὑποτιθέμενοι, ἐλεγχόμενοι ἐξ αὐτῶν τῶν πραγμάτων· ἀληθεύει δὲ μᾶλλον ἡ θεία Γραφὴ λέγουσα· «Ἐν ἀρχῆι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»

γ.77

Ἡδέως ἂν πάλιν ἠρόμην τοὺς σοφούς· Πάσης χαλκευτικῆς τέχνης, σφύρας καὶ ἄκμονος καὶ λαβίδος προηγουμένων, τίς ὁ ταῦτα κατασκευάσας; Εἰπάτωσαν, μὴ φθονησάτωσαν ἡμῖν. Μὴ συνιέντες δὲ καταφυγεῖν πρὸς τὸν τῶν ὅλων ποιητὴν Θεόν, τὸν σοφίσαντα τὸ γένος τῶν ἀνθρώπων καὶ δόντα αὐτοῖς τὴν ἀρχὴν τῆς ἐπινοίας, ἀλλ᾽ ἰδίαις ἐνθυμή σεσι θέλοντες ἀνασκευάζειν καὶ κατασκευάζειν τοὺς λόγους, ἀπορίαι πολιορκούμενοι καὶ τρικυμίαις λογισμῶν, ἀλαζονευόμενοι λοιπὸν ἀΐδιον τὸν κόσμον λέγουσι καὶ ἀρχὴν μὴ ἔχειν.

γ.78

Τὰ τοιαῦτα γὰρ αὐτοῖς τῆς ἀπορίας ἐγένοντο τεκμήρια, οἷον πάσχουσι καὶ ἐπὶ τοῦ ἀνθρώπου καὶ ἐπὶ τῶν ὀρνιθίων, ὅτι ὁ μὲν ἐκ σπέρματος, τὰ δὲ ἐξ ὠιῶν; Καὶ εἰ τοῦτο ἀληθές, ἅμα τῶι Θεῶι ἄνθρωποι καὶ ὄρνιθες ἐκ σπέρματος καὶ ὠιοῦ ἦσαν, ἢ οὐκ ἦσαν; Καὶ εἰ μὲν ἦσαν, ἐξ ἀνάγκης εὑρεθήσεται τὸ σπέρμα καὶ τὰ ὠιὰ προϋπάρχοντα τοῦ τε Θεοῦ καὶ τῶν ἀνθρώπων καὶ τῶν ὀρνίθων· εἰ δὲ οὐκ ἦσαν, ὑποκύψωσι τῆι θείαι Γραφῆι διδασκόμενοι παρὰ μὲν Μωϋσέως· «Εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν», παρὰ δὲ τῶι Ἀποστόλωι ἐν Ἀθήναις ἐν τῶι Ἀρείωι πάγωι· «Οὗτος ὁ Θεὸςὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῶι· οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος ἐποίησέ τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεόν, εἰ ἆρα γε ψηλαφήσειεν αὐτόν, εἰ εὕροιεν, καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα· ἐν αὐτῶι γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν.»

γ.79

Ὡς προείρηται οὖν, οἱ υἱοὶ τοῦ Σήθ, τουτέστιν οἱ καλούμενοι υἱοὶ τοῦ Θεοῦ, παρὰ τὴν βουλὴν τοῦ Θεοῦ αὐτονόμως καὶ αὐθαιρέτως ὥρμησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, τουτέστι τὰς ἐκ τοῦ γένους τοῦ Κάϊν οὔσας, καὶ συνήφθησαν αὐταῖς πρὸς γάμον. Πρὸς ταῦτα ἀφορμῆς αὐτῶν δραξάμενος ὁ Θεὸς πεποίηκε πάλιν οἰκονομίαν· καὶ τοὺς μὲν ἁμαρτήσαντας κατακλυσμῶι διέφθειρε, διὰ δὲ τῆς κιβωτοῦ τὸν δίκαιον διασώσας ἐν τῆι γῆι ταύτηι μετέστησε, κρείττονι ὑπαρχούσηι καὶ σχεδὸν ἴσηι τοῦ παραδείσου.

Τὸ κείμενον

γ.80

Θεῖα δὲ πάλιν δόγματα καὶ κατασκευὴν κόσμου ἢ προφητείαν ἀμήχανον εἰπεῖν, εἰ μὴ ἐκ θείας ἀποκαλύψεώς τις μάθηι, ἢ ἐκ τῶν θεοφόρων ἀνδρῶν, αὐτῶν τῶν προφητῶν καὶ ἀποστόλων, καὶ πάσης τῆς θεοπνεύστου Γραφῆς παραλάβηι· ἀμήχανον γὰρ ἢ ἐκ στοχασμῶν ἢ ἀπὸ γνάθων ἢ ἐκ σοφίας ἀνθρωπίνης μαθεῖν τι τοιοῦτον. Ὅτι δὲ ἡ κατασκευὴ τοῦ κόσμου ἁρμόζει τῶι δόγματι τῶν χριστιανῶν, πᾶσα, ὡς εἴρηται, κηρύττει ἡ θεία Γραφή, Μωϋσῆς τε καὶ οἱ προφῆται, ὁ Δεσπότης Χριστὸς καὶ οἱ ἀπόστολοι, ὡς πολλάκις ἐμνημονεύσαμεν.

γ.81

Διεῖλε γὰρ ὁ Θεὸς τὸν ἕνα χῶρον ἀπὸ τῆς γῆς ἕως τοῦ ἀνωτέρου οὐρανοῦ μεσάσας τὸν δεύτερον οὐρανόν, ποιήσας χώρους δύο· καὶ ἀπένειμε τῆι θνητῆι καὶ τρεπτῆι ταύτηι καταστάσει τὸν κατάγαιον χῶρον, τῆι δὲ ἀθανάτωι καὶ ἀτρέπτωι τὸν ἀνάγαιον χῶρον, ὃς καὶ βασιλεία οὐρανῶν κέκληται, ὥσπερ καὶ ὁ Δεσπότης Χριστὸς λέγει περὶ τούτου ἐν τῶι κατὰ Ματθαῖον Εὐαγγελίωι οὕτως· «Ἐν γὰρ τῆι ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾽ ὡς ἄγγελοι Θεοῦ εἰσὶν ἐν τῶι οὐρανῶι.» Καὶ πάλιν· «Καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», ὡσανεὶ ἐκ τότε ἡτοιμασμένην.

γ.82

Καὶ πάλιν· «Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ πάλιν· «Εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται»· τὸ «εἷς παραλαμβάνεται», ἵνα εἴπηι ἐν τῶι οὐρανῶι, καὶ «εἷς ἀφίεται», ἵνα εἴπηι ἐν τῆι γῆι. Καὶ πάλιν· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου», ὡσανεὶ εἰς τὸν οὐρανόν. Καὶ πάλιν· «Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ ἐν τῆι βασιλείαι τοῦ Θεοῦ· οἱ δὲ υἱοὶ τῆς Βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον.» Ὁμοίως δὲ καὶ ὁ ἀπόστολος Παῦλος συμφώνως λέγει· «Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν», ἵνα εἴπηι ἐν τῶι οὐρανῶι. Καὶ πάλιν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῶι σώματι τῆς δόξης αὐτοῦ.» Καὶ πάλιν· «Εἰ συμπάσχομεν, καὶ συμβασιλεύσομεν.» Καὶ πάλιν· «Συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῶι Ἰησοῦ».

γ.83

Καὶ πάλιν· «Κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως.» Καὶ πάλιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Καὶ πάλιν· «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι.» Καὶ πάλιν· «Οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ.» Καὶ πάλιν· «Πίστει Ἀβραὰμ παρώικησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Καὶ πάλιν· «Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευσαν, ἀφ᾽ ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.»

γ.84

Καὶ πάλιν· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίωι καὶ μυριάσιν ἀγγέλων, πανηγύρει, καὶ ἐκκλησίαι πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῆι Θεῶι πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης νέας μεσίτηι Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.» Καὶ πάλιν· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν», ἔνθα καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα εἰσῆλθε, καθὼς καὶ ἐν Εὐαγγελίοις λέγει ἐν τῶι κατὰ Λουκᾶν οὕτως· «Καὶ ἐξήγαγεν αὐτοὺς ἕως πρὸς Βηθανίαν καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς· καὶ ἐν τῶι εὐλογεῖν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν» καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.

γ.85

Καὶ πάλιν ἐν ταῖς Πράξεσί φησι· «Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ᾽ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.» Πάλιν γὰρ λέγει ὁ ἀπόστολος Παῦλος· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν.» Καὶ πάλιν· «Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.» Καὶ πάλιν· «Ἰσχυρὰν παράκλησιν ἔχομεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχοντες τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» Καὶ πάλιν· «Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῶι αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίαι πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῶι· κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος.»

γ.86

Πῶς οὖν οὐ τάλας καὶ τρισάθλιος ὁ ἀπιστῶν ταῖς τοιαύταις ἐπαγγελίαις καὶ ταῖς τοιαύταις ἀληθέσι προρρήσεσιν, αἳ καὶ ἐκ τῶν ἐξ ἀρχῆς κτισθέντων καὶ ἡτοιμασμένων, ὡς εἶπεν, ἀπὸ καταβολῆς κόσμου παρὰ τοῦ Θεοῦ χώρων δύο, καὶ τῆς τοιαύτης κατασκευῆς δείκνυνται ἀληθιναὶ καὶ συμφωνοῦσαι τῶι δόγματι τῶν χριστιανῶν, αἱ ὑποθέσεις καὶ τὰ τέλη; Ὡς ὅτι ὁ Θεὸς πρῶτον ὁρίσας τὴν νῦν κατάστασιν θνητὴν καὶ τρεπτὴν πρὸς γυμνασίαν τοῦ λογικοῦ, καὶ διὰ πείρας ἀγαγὼν εἰς ὕστερον παύει τῶν μόχθων καὶ τῆς παιδείας τὸν κόσμον καὶ ἀναδείκνυσι τὸν μέλλοντα, χαριζόμενος ἀγαθὰ αἰώνια, ἀνένδειαν, ἀπάθειαν, ἀθανασίαν, ἀφθαρσίαν, ἀτρεπτότητα, γνῶσιν τελείαν, δικαιοσύνην, ἁγιασμόν, ἀπολύτρωσιν, μακαριότητα εἰς τοὺς αἰῶνας. Ἀμήν.

γ.87

Οὐ γὰρ καθὼς οἱ ἔξωθεν ληρωδοῦντες λέγουσιν ἀϊδίως μένειν τὴν νῦν κατάστασιν, χαιρεσίκακον μᾶλλον ἢ ἀδύναμον ἢ φθονερὸν τὸν Θεὸν ὑποτιθέμενοι, τῶν ἀγώνων τούτων καὶ τῆς φθορᾶς μὴ δυνάμενόν ποτε παῦλαν δοῦναι τῶι κόσμωι, ἀλλ᾽ ὁσημέραι καὶ προστιθέντα φθορὰν καὶ πάθη καὶ θάνατον καὶ ἀγῶνας, καὶ μὴ ἰσχύοντα ἆθλα τῶν ἀγώνων ἢ στεφάνους χαρίσασθαι, καταπαῦον τὸ γυμνάσιον. Ὥσπερ γὰρ αὐτὸν ὑποτίθενται ἧς ηὐπόρησεν ὕλης δημιουργὸν γεγενῆσθαι μόνον, οὕτως αὐτὸν καὶ νῦν ὑποτίθενται μὴ εὐποροῦντα τούτου βέλ τιον ποιῆσαι, ἀπιστοῦντες καὶ τῆι ἀναστάσει τῶν σωμάτων, ὡς οὐ δυνατοῦ ὄντος, καὶ πάσηι τῆι θείαι Γραφῆι. Διὰ τοῦτο οἱ τάλανες καὶ τὸ σφαιρικὸν σχῆμα τοῦ οὐρανοῦ ὡς ἀληθὲς παραδέχονται, ἀπιστοῦντες καὶ βδελυττόμενοι πᾶσαν τὴν θείαν Γραφήν, καὶ ὡς γραώδεις μύθους ἀποστρεφόμενοι τὴν ἀλήθειαν.

γ.88

Ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν πάσηι τῆι θείαι Γραφῆι, δι᾽ ἧς κόσμος ὁ ἔξωθεν ἡμῖν ἐσταύρωται καὶ ἡμεῖς τῶι ἔξωθεν κόσμωι. Γένοιτο δὲ ἡμᾶς, ὦ θεοφιλέστατε καὶ φιλόχριστε πάτερ Πάμφιλε, σὺν εὐζωΐαι ἀγαθῆι τὰ θεῖα λόγια ἀσπάζεσθαι, τὰ δὲ τῶν ἐναντίων ἀποσείεσθαι, βουλήσει τοῦ Κρείττονος καὶ συνεργείαι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, μεθ᾽ οὗ τῶι Πατρὶ δόξα ἅμα τῶι ἁγίωι καὶ προσκυνητῶι αὐτοῦ Πνεύματι, νῦν καὶ πάντοτε καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.