BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κ.

Τίς ἡ ἁπλότης τῶν θεῶν

καὶ πῶς τὸ ἁπλοῦν αὐτῶν ποικίλον ἐν

τοῖς δευτέροις φαντάζεται.

 

Τὸ μὲν οὖν ἀμετάβλητον τῶν θεῶν ἐν αὐταρκείαι καὶ ἀπαθείαι καὶ ταὐτότητι συνεχόμενον τοιοῦτόν ἐστι· τὸ δὲ ἁπλοῦν ἐπὶ τούτοις νοήσωμεν ἥντινα δύναμιν ἔχει. Καὶ γὰρ τοῦτο προστίθησιν ὁ Σωκράτης ἐν τοῖς περὶ τοῦ θείου λόγοις τὸ μὲν ποικίλον καὶ πολύμορφον καὶ ἄλλοτε ἀλλοῖον φανταζόμενον οὐ προσιέμενος τὸ δὲ μονοειδὲς καὶ ἁπλοῦν εἰς τὸ θεῖον ἀναπέμπων· μένει γοῦν ὥς φησιν ἕκαστος ἁπλῶς ἐν τῆι ἑαυτοῦ μορφῆι. Τί δὴ οὖν ἡμεῖς καὶ περὶ ταύτης διοριζόμεθα τῆς ἁπλότητος; Ὡς οὐκ ἔστιν οἷον τὸ κατ' ἀριθμὸν ἓν ἀφωριςμένη· τὸ γὰρ τοιοῦτον πολυσύνθετόν ἐστι καὶ πολυμιγές δοκεῖ δὲ ἁπλοῦν εἶναι καθ' ὅσον διηιρημένον ἔχει τὸ κοινὸν εἶδος. Οὐδ' οἷον τὸ ἐν τοῖς πολλοῖς κατατεταγμένον εἶδος ἢ γένος· καὶ γὰρ ταῦτα τῶν μὲν ἀτόμων ἐν οἷς ἐστὶν ἁπλούστερα τυγχάνει ὄντα ποικιλίας δὲ ἀναπέπλησται τῆι ὕληι κοινωνήσαντα καὶ προσλαβόντα τὰς τῶν ἐνύλων διαφορότητας. Οὐδὲ οἷον τὸ τῆς φύσεως εἶδος· μερίζεται γὰρ καὶ ἡ φύσις περὶ τὰ σώματα καὶ δύνει κατὰ τῶν σωματικῶν ὄγκων καὶ πολλὰς προβάλλει δυνάμεις περὶ τὴν ὑποκειμένην αὐτῆι σύστασιν καὶ ἔστι τῶν μὲν σωμάτων ἁπλουστέρα συμμιγῆ δὲ τὴν οὐσίαν ἔχουσα πρὸς τὴν ἐν αὐτοῖς ποικιλίαν. Οὐδὲ ὁποῖον τὸ ψυχικόν· καὶ γὰρ ἡ ψυχὴ μέση τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ὑπάρχουσα κοινωνεῖ πρὸς ἀμφοτέρας τοῖς ἄκροις καὶ τῶι μὲν πολυειδεῖ τῶι ἑαυτῆς συνάπτει τοῖς χείροσι κάρα δὲ αὐτῆς ἐστήρικται ἄνω καὶ ἔστι κατ' ἐκεῖνο μάλιστα θεία καὶ τῶι νῶι συγγενής. Οὐδ' οἷον τὸ νοερόν· ἀμέριστος γὰρ ἅπας νοῦς καὶ ἑνοειδής πλῆθος δὲ ὅμως ἔχει καὶ πρόοδον καθὸ δηλονότι σχέσιν ἔχει πρὸς τὰ δεύτερα εἰς ἑαυτὸν καὶ περὶ ἑαυτόν καὶ ἔστιν ἐν ἑαυτῶι καὶ οὐ μονοειδὴς μόνον ἀλλὰ καὶ πολυειδὴς καί ὥσπερ εἰώθασι λέγειν ἓν πολλά· τῆς οὖν πρωτίστης ἁπλότητος ὑποδεεστέραν ἔλαχεν οὐσίαν. Οἱ δέ γε θεοὶ μόνως ἐν ἁπλότητι μιᾶι τὴν ὕπαρξιν ἀφωρισμένην ἔχουσι παντὸς μὲν πλήθους ἐξηιρημένοι καθ' ὅσον εἰσὶ θεοί πάσης δὲ διαιρέσεως καὶ μερισμοῦ καὶ διαστάσεως ἢ σχέσεως πρὸς τὰ δεύτερα καὶ πάσης συνθέσεως ὑπερέχοντες. Καὶ αὐτοὶ μέν εἰσιν ἐν ἀβάτοις τῶν ὅλων ὑπερηπλωμένοι καὶ πᾶσιν ἐποχούμενοι τοῖς οὖσιν αἰωνίως· αἱ δὲ ἀπ' αὐτῶν ἐλλάμψεις εἰς τὰ δεύτερα συμμιγνύμεναι πολλαχοῦ τοῖς μετέχουσι συνθέτοις οὖσι καὶ ποικίλοις ἀναπίμπλανται τῆς ὁμοίας αὐτῶν ἰδιότητος. Μὴ τοίνυν θαυμαζέτω τις εἰ τῶν θεῶν ἐν ἁπλότητι μιᾶι καθ' ὑπεροχὴν οὐσιωμένων ποικίλα προβέβληται τῆς παρουσίας αὐτῶν φαντάσματα μηδ' εἰ μονοειδῶν ἐκείνων ὄντων πολυειδῆ τὰ φαινόμενα καθάπερ ἐν ταῖς τελεωτάταις τῶν τελετῶν μεμαθήκαμεν. Καὶ γὰρ ἡ φύσις καὶ ὁ δημιουργικὸς νοῦς τῶν ἀσωμάτων σωματοειδῆ καὶ τῶν νοητῶν εἴδωλα προτείνουσιν αἰσθητὰ καὶ τῶν ἀδιαστάτων διαστατά. Τοιαῦτα γὰρ δὴ καὶ ὁ ἐν τῶι Φαίδρωι Σωκράτης ἐνδεικνύμενος καὶ τῶν ψυχῶν τὰς ἄνευ σωμάτων τελετὰς μακαριωτάτας εἶναι καὶ τελείας ὄντως ἀποφαινόμενος ὁλόκληρα καὶ ἁπλᾶ καὶ ἀτρεμῆ φάσματα μυεῖσθαί φησιν αὐτὰς ἐκεῖ γενομένας καὶ τοῖς θεοῖς αὐτοῖς ἑνιζομένας ἀλλ' οὐ τοῖς ἀπ' αὐτῶν εἰς τὰ τῆιδε προβαλλομένοις ἰνδάλμασιν ἐντυγχανούσας. Ταῦτα μὲν γὰρ μερικώτερα καὶ συνθετώτερα καὶ ἐν κινήσει προφαίνεται· τὰ δὲ ταῖς τῶν θεῶν ὀπαδοῖς καὶ τὸν πολὺν ὄχλον τῆς γενέσεως ἀπολιπούσαις καὶ γυμναῖς πρὸς τὸ θεῖον καὶ καθαρὸν ἀνηγμέναις ἐλλαμπόμενα φάσματα μονοειδῆ καὶ ἁπλᾶ καί ὥς φησιν ὁ Σωκράτης ἀτρεμῆ πρόεισιν εἰς αὐτάς. Τοσαῦτα καὶ περὶ τῆς ἁπλότητος τῆς ἐν τοῖς θεοῖς ἡμῖν ἀφωρίσθω. Δεῖ γὰρ δὴ τὸ τῶν πολυμόρφων γεννητικὸν ἁπλοῦν προϋπάρχειν τῶν γεννωμένων καθάπερ δὴ καὶ τὸ τῶν πεπληθυσμένων ἑνοειδές. Εἰ τοίνυν οἱ θεοὶ πάσης συνθέσεώς εἰσιν αἴτιοι καὶ τὴν τῶν ὄντων ποικιλίαν ἀφ' ἑαυτῶν παρήγαγον δεῖ δήπου τὸ ἓν αὐτῶν τὸ τῶν ὅλων γεννητικὸν ἐν ἁπλότητι τὴν ὑπόστασιν ἔχειν. Καὶ γὰρ ὥσπερ τῶν σωμάτων ἀσώματα καὶ τῶν κινουμένων ἀκίνητα καὶ τῶν μεριστῶν ἀμέριστα προηγεῖται πάντων αἴτια τὸν αὐτὸν τρόπον καὶ τῶν πολυειδῶν μονοειδεῖς καὶ τῶν συμμεμιγμένων ἀμιγεῖς καὶ τῶν ποικίλων ἁπλαῖ προϋφεστήκασιν αἱ πρωτουργοὶ δυνάμεις.