BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ιθ.

Τί τὸ ἀμετάβλητον τῶν θεῶν· ἐν ὧι λέγεται

καὶ τίς ἡ αὐτάρκεια καὶ τίς ἡ ἄτρεπτος ἀπάθεια καὶ

πῶς τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως

ἔχειν ἀκουστέον ἐπὶ τῶν θεῶν.

 

λλὰ δὴ τὸ ἀμετάβλητον τῶν θεῶν καὶ τὸ ἁπλοῦν μετὰ τοῦτο θεωρήσωμεν οἷόν ποτε τυγχάνει ὂν ἑκάτερον καὶ πῶς ἀμφότερα ταῦτα τῆι τῶν θεῶν ὑπάρξει προσήκοντα φαίνεται κατὰ τὴν τοῦ Πλάτωνος ὑφήγησιν. Οὐκοῦν ἐξήιρηνται μὲν οἱ θεοὶ τῶν ὅλων ταῦτα δὲ πληροῦντες ὥσπερ εἴπομεν ἀγαθῶν αὐτοὶ πανάγαθοι τυγχάνουσιν ὄντες· καὶ ἕκαστος αὐτῶν κατὰ τὴν οἰκείαν τάξιν ἔχει τὸ ἄριστον καὶ πᾶν ὁμοῦ τὸ τῶν θεῶν γένος τὸ πρωτεῖον ἔλαχε κατὰ τὴν τῶν ἀγαθῶν περιουσίαν. Πάλιν δὲ κἀνταῦθα παραιτησόμεθα τοὺς μεριστῶς ἐν τοῖς θεοῖς τὸ ἄριστον ἐξηγουμένους καὶ λέγοντας ὡς εἰ τὸ πρῶτον ἄριστον τὸ μετὰ τοῦτο οὐκ ἄριστον· ἀνάγκη γὰρ εἶναι τοῦ παράγοντος τὸ παραγόμενον καταδεέστερον. Τοῦτο μὲν γὰρ ὀρθῶς λέγουσι· δεῖ γὰρ ἐν τοῖς θεοῖς τὴν τάξιν τῶν αἰτίων ἀσύγχυτον φυλάττειν καὶ τὰς δευτέρας αὐτῶν καὶ τρίτας προόδους διακεκριμένας ἀφορίζειν· ὁμοῦ δὲ τῆι τοιαύτηι προόδωι καὶ τῆι τῶν δευτέρων ἀπὸ τῶν πρώτων ἐκφάνσει θεωρητέον καὶ τὸ ἄριστον ἐν ἑκάστωι τῶν θεῶν. Ἐν γὰρ τῆι ἑαυτοῦ ἰδιότητι πρωτουργὸν καὶ πανάγαθον ἕκαστος ὑπεροχὴν κεκλήρωται καὶ ὁ μέν ἵν' ἐπί τινος γνωρίμου ποιήσωμαι τὸν λόγον ὡς μαντικός ὁ δὲ ὡς δημιουργικός ὁ δὲ ὡς τελεσιουργὸς ἄριστος. Ὃ καὶ ὁ Τίμαιος ἡμῖν ἐνδεικνύμενος ἄριστον τῶν αἰτίων τὸν πρῶτον συνεχῶς ἀποκαλεῖ δημιουργόν ὁ μὲν γὰρ τῶν αἰτίων ἄριστος ὁ δὲ τῶν γεγονότων κάλλιστος καίτοι πρὸ τοῦ δημιουργοῦ τὸ παράδειγμα τὸ νοητὸν ἦν καὶ τὸ τῶν νοουμένων ἁπάντων κάλλιστον· ἀλλὰ καὶ τοῦτο κάλλιστον ἅμα καὶ ἄριστον ὡς παράδειγμα δημιουργικόν καὶ ὁ τοῦ παντὸς ποιητὴς ἅμα καὶ πατὴρ ἄριστος ὡς δημιουργικὸς θεός. Καὶ δὴ καὶ ὁ ἐν Πολιτείαι Σωκράτης εἰκότως ἐπὶ θεῶν ποιούμενος τὸν λόγον ἀλλ' ὡς ἔοικε φησί κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῆι αὑτοῦ μορφῆι. Τὸ μὲν γὰρ πρῶτον καὶ τὸ ἄκρον ἐν τῆι ἑαυτοῦ σειρᾶι κληρωσάμενος ἕκαστος οὐκ ἐξίσταται τῆς ἑαυτοῦ τάξεως ἀλλὰ καὶ τὸ μακάριον καὶ τὸ εὔδαιμον τῆς οἰκείας δυνάμεως συνέχει· καὶ οὔτε χείρονα τάξιν ἀλλάττεται τῆς παρούσης τὸ γὰρ πᾶσαν ἀρετὴν ἔχον οὐ θέμις μεταβάλλειν εἰς τὴν χείρονα μοῖραν οὔτε ἐπὶ τὸ κρεῖττον μεθίσταται ποῦ γὰρ τοῦ ἀρίστου κρεῖττον ἂν γένοιτο; Πάρεστι δὲ καὶ ἑκάστωι τοῦτο κατὰ τὴν αὐτοῦ τάξιν ὡς εἴπομεν καὶ τῶι παντὶ γένει τῶν θεῶν. Ἀναγκαῖον ἄρα τὸ θεῖον πᾶν ἀμετάβλητον ἱδρῦσθαι μένον ἐν τῶι ἑαυτοῦ κατὰ τρόπον ἤθει. Τό τε οὖν αὔταρκες ἐκ τούτων ἀναφαίνεται τῶν θεῶν καὶ τὸ ἄχραντον καὶ τὸ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον. Εἰ γὰρ μὴ μεταβάλλουσιν ἐπὶ τὸ κρεῖττον ὡς ἔχοντες τὸ τῆς οἰκείας φύσεως ἄριστον αὐτάρκεις εἰσὶ καὶ οὐδενὸς ἐνδεεῖς τῶν ὅλων ἀγαθῶν· καὶ εἰ μὴ μεθίστανταί ποτε πρὸς τὴν χείρονα μοῖραν ἄχραντοι διαμένουσιν ἐν ταῖς ἑαυτῶν ὑπεροχαῖς ἱδρυμένοι· καὶ εἰ φρουροῦσιν ἀμεταστάτως τὴν ἑαυτῶν τελειότητα κατὰ τὰ αὐτὰ ἀεὶ καὶ ὡσαύτως ἔχουσι. Τί οὖν τὸ αὔταρκές ἐστι τὸ τῶν θεῶν καὶ τί τὸ ἄτρεπτον καὶ τί τὸ ὡσαύτως ἔχον ἐφεξῆς τοῖς εἰρημένοις λάβωμεν. Λέγεται μὲν οὖν καὶ ὁ κόσμος αὐτάρκης ὅτι τέλειος ἐκ τελείων καὶ ὅλος ἐξ ὅλων ὑπέστη καὶ συμπεπλήρωται τοῖς οἰκείοις ἅπασιν ἀγαθοῖς ὑπὸ τοῦ γεννήσαντος αὐτὸν πατρόσ· ἀλλ' ἡ τοιαύτη τελειότης καὶ αὐτάρκεια μεριστὴ καὶ ἐκ πολλῶν εἰς ἓν συνιοῦσα λέγεται καὶ κατὰ μετοχὴν ἀποπληροῦται τῶν χωριστῶν αἰτίων. Λέγεται δὲ καὶ ὁ τῶν θείων ψυχῶν διάκοσμος αὐτάρκης ὡς ἂν δὴ πλήρης τῶν οἰκείων ἀρετῶν καὶ τῆς ἑαυτοῦ μακαριότητος τὸ μέτρον ἀεὶ φυλάττων ἀνενδεές· ἀλλὰ κἀνταῦθα τὸ αὔταρκες ἐνδεές ἐστι δυνάμεων οὐ γὰρ πρὸς τὰ αὐτὰ νοητὰ τὰς νοήσεις ἔχουσιν ἀλλὰ καὶ κατὰ χρόνον ἐνεργοῦσι καὶ τὸ παντελὲς τῆς θεωρίας ἐν ταῖς ὅλαις κέκτηνται περιόδοις· ἡ τοίνυν αὐτάρκεια τῶν θείων ψυχῶν καὶ τελειότης τῆς ζωῆς οὐχ ὁμοῦ πᾶσα σύνεστι. Λέγεται δὲ αὖ καὶ ὁ νοερὸς κόσμος αὐτάρκης ὡς ἐν αἰῶνι τὸ ὅλον ἀγαθὸν ἱδρυσάμενος καὶ πᾶσαν ὁμοῦ τὴν ἑαυτοῦ μακαριότητα συλλαβὼν καὶ μηδενὸς ὢν ἐνδεής τῶι πᾶσαν αὐτῶι παρεῖναι ζωήν πᾶσαν δὲ νόησιν ἐλλείπειν δὲ μηδὲν μηδὲ ποθεῖν ὡς ἀπόν· ἀλλὰ καὶ οὗτος αὐτάρκης μὲν ἐν τῆι ἑαυτοῦ τάξει τῆς δὲ τῶν θεῶν αὐταρκείας ἀπολείπεται· πᾶς γὰρ νοῦς ἀγαθοειδής ἐστιν ἀλλ' οὐκ αὐτοαγαθότης οὐδὲ πρώτως ἀγαθόν· ἕκαστος δὲ τῶν θεῶν ἑνάς ἐστι καὶ ὕπαρξις καὶ ἀγαθότης ἡ δὲ ἰδιότης τῆς ὑπάρξεως ἐξαλλάττει τὴν ἑκάστης ἀγαθότητος πρόοδον ὁ μὲν γάρ ἐστιν ἀγαθότης τελεσιουργός ὁ δὲ ἀγαθότης συνεκτικὴ τῶν ὅλων ὁ δὲ ἀγαθότης συναγωγός ἕκαστος δὲ ἁπλῶς ἀγαθότης αὐτάρκειά ἐστιν ἢ οὕτως οὐ κατὰ μέθεξιν οὐδὲ κατ' ἔλλαμψιν οὐδὲ καθ' ὁμοιότητα τὸ αὔταρκες ἔχουσα καὶ τὸ παντελές ἀλλ' αὐτῶι τῶι εἶναι ὅ ἐστι. Νοῦς μὲν γὰρ κατὰ μέθεξιν ψυχὴ δὲ κατ' ἔλλαμψιν τὸ δὲ πᾶν τοῦτο κατὰ τὴν πρὸς τὸ θεῖον ὁμοιότητα αὔταρκες αὐτοὶ δὲ οἱ θεοὶ δι' ἑαυτοὺς καὶ παρ' ἑαυτῶν αὐτάρκεις ἑαυτοὺς πεπληρωκότες μᾶλλον δὲ πληρώματα τῶν ὅλων ἀγαθῶν ὑπάρχοντες. Τοῦτο μὲν οὖν τοιαύτην ἂν ἔχοι φύσιν τὸ αὔταρκες. Τὸ δέ γε ἄτρεπτον τῶν θεῶν ὁποῖον εἶναι φήσομεν; Ἆρ' οἷον τὸ τοῦ κυκλοφορητικοῦ σώματος; Οὐδὲ γὰρ τοῦτο παρὰ τῶν χειρόνων οὐδὲν εἰσδέχεσθαι πέφυκεν οὐδὲ τῆς γενεσιουργοῦ μεταβολῆς ἀναπίμπλαται καὶ τῆς ἐνταῦθα παρεμπιπτούσης ἀταξίας· ἄυλος γὰρ καὶ ἀμετάβλητος ἡ τῶν οὐρανίων σωμάτων φύσις. Ἀλλὰ τοῦτο μέγα μὲν καὶ σεμνὸν ὡς ἐν ταῖς σωματικαῖς ὑποστάσεσι καταδεέστερον δὲ αὖ τῶν θεῶν ἐστί· πᾶν δὲ σῶμα καὶ τὸ εἶναι καὶ τὸ ἀεὶ ἀτρέπτως εἶναι παρ' ἄλλων ἔχει τῶν προηγουμένων αἰτίων. Ἀλλ' οὐδὲ τοιοῦτόν ἐστιν οἷον τὸ ἄτρεπτον τῶν ψυχῶν ἐπὶ τῶν θεῶν τὸ ἀπαθὲς καὶ ἀμετάβλητον· καὶ γὰρ αὗται κοινωνοῦσί πως σώμασι καί εἰσι μέσαι τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίασ. Οὐδὲ αὖ τὸ τῶν νοερῶν οὐσιῶν ἄτρεπτον ἐξισοῦται τοῖς θεοῖς· κατὰ γὰρ τὴν πρὸς τοὺς θεοὺς ἕνωσιν καὶ ὁ νοῦς ἄτρεπτος καὶ ἀπαθὴς καὶ ἀμιγὴς πρὸς τὰ δεύτερα· καὶ ὡς μὲν ἑνοειδὴς τοιοῦτός ἐστιν ὡς δὲ πληθυόμενος ἔχει τὸ μὲν κρεῖττον ἐν ἑαυτῶι τὸ δὲ καταδεέστερον. Μόνοι δὲ οἱ θεοὶ κατὰ ταύτην τὴν ὑπεροχὴν τῶν ὄντων ἱδρυσάμενοι τὰς ἑαυτῶν ἑνώσεις ἄτρεπτοι κυριώτατα καὶ πρώτως εἰσὶ καὶ ἀπαθεῖς. Οὐδὲν γάρ ἐστιν ἐν αὐτοῖς ὃ μή ἐστιν ἓν καὶ ὕπαρξις· ἀλλ' ὥσπερ τὸ πῦρ παντός ἐστι τοῦ ἀλλοτρίου καὶ τῆς ἐναντίας δυνάμεως ἀφανιστικόν καὶ ὥσπερ τὸ φῶς πᾶν ἐξελαύνει τὸ σκότος καὶ ὡς οἱ κεραυνοὶ διὰ πάντων χωροῦσιν ἀχράντως οὕτω δὴ καὶ αἱ τῶν θεῶν ἑνάδες πᾶν μὲν τὸ πλῆθος ἑνίζουσι πᾶν δὲ τὸ εἰς σκεδασμὸν καὶ μερισμὸν παντελῆ φερόμενον ἀφανίζουσι πᾶν δὲ τὸ μετέχον αὐτῶν ἐκθεοῦσιν οὐδὲν ἀπὸ τῶν μετεχόντων εἰσδεχόμεναι καὶ τὴν ἕνωσιν τὴν οἰκείαν οὐκ ἐλαττοῦσαι κατὰ τὴν μέθεξιν. Διὸ δὴ καὶ πανταχοῦ παρόντες οἱ θεοὶ πάντων ὁμοίως ἐξήιρηνται καὶ πάντα συνέχοντες ὑπ' οὐδενὸς κρατοῦνται τῶν συνεχομένων ἀλλ' εἰσὶν ἀμιγεῖς πρὸς πάντα καὶ ἄχραντοι. Τὸ δὴ τρίτον λέγεται μὲν καὶ ὁ κόσμος οὗτος ὡσαύτως ἔχειν καθ' ὅσον ἄλυτον ἀεὶ κρατουμένην ἔλαχε τὴν ἐν αὑτῶι τάξιν· ἀλλ' ὅμως ἐπεὶ σωματοειδής ἐστι μεταβολῆς ἄμοιρος οὐκ ἔστιν ὥς φησιν ὁ Ἐλεάτης ξένος. Λέγεται δὲ καὶ ἡ ψυχικὴ διακόσμησις ἀεὶ κατὰ ταὐτὰ τὴν οὐσίαν ἑστῶσαν κεκτῆσθαι καὶ ὀρθῶς λέγεται πάντηι γάρ ἐστιν ἀπαθὴς κατὰ τὴν οὐσίαν· ἀλλὰ τὰς ἐνεργείας εἰς χρόνον παρεκτεινομένας ἔχει καί ὥς φησιν ὁ ἐν Φαίδρωι Σωκράτης ἄλλοτε ἄλλα νοεῖ νοητὰ καὶ ἐν ἄλλοις καὶ ἄλλοις εἴδεσιν γίνεται περιπορευομένη τὸν νοῦν. Λέγεται δὴ πρὸς τούτοις καὶ αὐτὸς ὁ πολυτίμητος νοῦς καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως εἶναι καὶ νοεῖν ἐν αἰῶνι τήν τε οὐσίαν ὁμοῦ καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας τὰς ἑαυτοῦ πηξάμενος· ἀλλὰ διὰ τὸ πλῆθος τῶν νοήσεων καὶ διὰ τὴν ποικιλίαν τῶν νοητῶν εἰδῶν τε καὶ γενῶν οὐ τὸ ὡσαύτως ἐστὶν ἐν τῶι νῶι μόνον ἀλλὰ καὶ τὸ ἑτέρως· ὁμοῦ γὰρ ἡ ἑτερότης ἐκεῖ τῆι ταὐτότητι συνυφέστηκε. Καὶ οὐ τῶν σωματικῶν ἐστὶ κινήσεων πλάνη μόνον οὐδὲ τῶν ψυχικῶν περιόδων ἀλλὰ καὶ αὐτοῦ τοῦ νοῦ καθ' ὅσον ἑαυτοῦ τὴν νόησιν εἰς πλῆθος προήγαγε καὶ τὸ νοητὸν ἀνελίξας ἔχει· ψυχὴ μὲν γὰρ ἀνελίττει τὸν νοῦν νοῦς δὲ αὑτὸν ἀνείλιξεν ὥσπερ καὶ ὁ Πλωτῖνος ὀρθῶς πού φησι περὶ τῶν νοητῶν ὑποβάσεων εἰπών. Τοιαῦται γάρ εἰσιν αἱ νοῦ πλάναι καὶ ἃς ἐκείνωι πλανᾶσθαι θεμιτόν. Εἰ δὴ καὶ τὸ ἀεὶ ὡσαύτως ἐν μόνοις τοῖς θεοῖς πρώτως καὶ μάλιστα φήσαιμεν ὑπάρχειν οὔτ' ἂν τῆς ἀληθείας ἁμάρτοιμεν καὶ τῶι Πλάτωνι συμφωνήσαιμεν ὅς πού φησιν ἐν τῶι Πολιτικῶι τὸ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ τοῖς πάντων θειοτάτοις μόνοις προσήκειν. Θεοὶ δὴ οὖν ἡμῖν καὶ τῆς τοιαύτης ταὐτότητος εἰς ἑαυτοὺς τὰς αἰτίας ἀνεδήσαντο καὶ κατὰ τὴν ἕνωσιν ἑαυτῶν τὴν ἄγνωστον ἱδρυμένην φρουροῦσιν ὡσαύτως τὴν οἰκείαν ὕπαρξιν.