BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ιη.

Τίς ἡ ἀγαθότης τῶν θεῶν καὶ πῶς αἴτιοι λέγονται

πάντων ἀγαθῶν· ἐν ὧι καὶ ὅτι τὸ κακὸν κατὰ παρυπόστασίν ἐστι

κοσμούμενον καὶ αὐτὸ καὶ ταττόμενον ὑπὸ τῶν θεῶν.

 

Τὸ τοίνυν ἐν τῶι ἀγαθῶι τὴν ὕπαρξιν τὴν ἑαυτοῦ καὶ τὴν οὐσίαν πᾶσαν ἀφορίζον καὶ αὐτῶι τῶι εἶναι τὰ πάντα παράγον οὐκ ἀνάγκη παντὸς μὲν ἀγαθοῦ παρεκτικὸν εἶναι κακοῦ δὲ οὐδενός; Εἰ μὲν γὰρ ἦν τι πρώτως ἀγαθὸν ὃ μή ἐστι θεός ἴσως ἄν τις ἡμῖν ἀγαθῶν μὲν αἴτιον τὸ θεῖον ἀλλ' οὐχ ἁπάντων εἶναι τῶν ἀγαθῶν χορηγὸν ἀπέφηνε τοῖς οὖσιν. Εἰ δὲ μὴ μόνον τῶν θεῶν ἕκαστος ἀγαθός ἀλλὰ καὶ τὸ πρώτως ἀγαθοειδὲς καὶ τὸ ἀγαθουργὸν θεός οὐ γὰρ ἂν εἴη πρώτως ἀγαθόν δεύτερον ὂν μετὰ θεούς διότι δὴ πανταχοῦ τὰ δευτέρως ὑφιστάμενα παρὰ τῶν πρώτως ὄντων ὑποδέχεται τὴν τῆς ὑπάρξεως ἰδιότητα πάντως ἀνάγκη καὶ ἀγαθῶν αἴτιον εἶναι τὸ θεῖον καὶ πάντων ἀγαθῶν ὅσα πρόεισιν εἰς δευτέρας ὑποβάσεις μέχρι καὶ τῶν ἐσχάτων. Ὡς γὰρ ἡ τῆς ζωῆς αἰτία δύναμις πᾶσαν ὑφίστησι ζωήν ὡς ἡ τῆς γνώσεως πᾶσαν γνῶσιν ὡς ἡ τοῦ καλοῦ πᾶν τὸ καλόν τό τε ἐν λόγοις ἱδρυμένον καὶ ὅσον ἐστὶν ἐν τῶι φαινομένωι τοιοῦτον ἕκαστον γὰρ τῶν πρωτουργῶν αἰτίων ἀφ' ἑαυτοῦ πάντα παράγει τὰ ὅμοια καὶ εἰς αὑτὸ τὴν μίαν ὑπόστασιν τῶν καθ' ἓν εἶδος ὑφεστηκότων ἀνεδήσατο τὸν αὐτὸν οἶμαι τρόπον καὶ ἡ τῶν ἀγαθῶν πρωτίστη καὶ ἀρχηγικωτάτη καὶ ἑνοειδὴς ὕπαρξις ἁπάντων ὁμοῦ τῶν ἀγαθῶν τὰς αἰτίας καὶ τὰς περιοχὰς ἐν ἑαυτῆι καὶ περὶ ἑαυτὴν ἱδρύσατο καὶ οὐδέν ἐστι τῶν ὄντων ἀγαθόν ὃ μὴ παρ' αὐτῆς κέκτηται τὴν τοιαύτην δύναμιν οὐδὲ ἀγαθουργόν ὃ μὴ πρὸς αὐτὴν ἐπιστρέφον τῆς αἰτίας ταύτης μεταλαγχάνει. Πάντα γὰρ ἐκεῖθεν καὶ παράγεται καὶ τελειοῦται καὶ σώιζεται τὰ ἀγαθά καὶ ἡ μία τῶν ὅλων ἀγαθῶν σειρὰ καὶ τάξις εἰς ἐκείνην ἀνήρτηται τὴν πηγήν. Διὰ τὴν αὐτὴν ἄρα τῆς ὑπάρξεως αἰτίαν καὶ πάντων εἰσὶν ἀγαθῶν οἱ θεοὶ χορηγοὶ καὶ τῶν κακῶν οὐδενός· τὸ γὰρ πρώτως ἀγαθὸν καὶ παρ' ἑαυτοῦ πᾶν τὸ ἀγαθὸν ὑφίστησι καὶ τῆς ἐναντίας πρὸς αὐτὸ μοίρας οὐκ ἔστιν αἴτιον ἐπεὶ καὶ τὸ ζωῆς παρεκτικὸν ἀζωΐας αἴτιον οὐκ ἔστι καὶ τὸ κάλλους ποιητικὸν τῆς ἀκαλλοῦς καὶ αἰσχρᾶς φύσεως ἐξήιρηται καὶ τῶν ταύτης αἰτίων. Καὶ τοίνυν τὸ τῶν ἀγαθῶν πρώτως ὑποστατικὸν τῶν ἐναντίων εἶναι γεννημάτων αἴτιον οὐ θέμις ἀλλ' ἄχραντος καὶ ἀμιγὴς καὶ μονοειδὴς ἐκεῖθεν πρόεισιν ἡ τῶν ἀγαθῶν φύσις. Καὶ τὸ μὲν θεῖον τῶν ἀγαθῶν αἴτιον ἵδρυται διαιωνίως ἐν ἑαυτῶι πᾶσι τοῖς δευτέροις προτεῖνον τὴν μετουσίαν ἄφθονον τῶν ἀγαθῶν· τῶν δὲ μετεχόντων τὰ μὲν ἀκήρατον φυλάττει τὴν μέθεξιν καὶ τὸ οἰκεῖον ἀγαθὸν ἐν καθαροῖς ὑποδεξάμενα κόλποις ἀναπόδραστον ἔχει διὰ περιουσίαν δυνάμεως τὴν προσήκουσαν αὐτοῖς τῶν ἀγαθῶν μοῖραν τὰ δὲ ἐν ἐσχάτοις τῶν ὅλων τεταγμένα πάντως μὲν καὶ αὐτὰ κατὰ τὴν αὐτῶν φύσιν ἀπολαύει τῆς ἀγαθότητος τῶν θεῶν οὐδὲ γὰρ εἶναι δυνατὸν οὐδὲ τὴν πρώτην ὑποστῆναι τὰ παντελῶς ἄμοιρα τῆς τοῦ ἀγαθοῦ παρουσίας δεξάμενα δὲ τὴν τοιαύτην ἀπορροήν οὔτε ἀκραιφνῆ καὶ ἄμικτον πέφυκε τηρεῖν τὴν εἰς αὐτὰ καθήκουσαν δόσιν οὔτε κατέχειν μονίμως καὶ ἀεὶ ὡσαύτως τὸ οἰκεῖον ἀγαθόν ἀλλ' ἀσθενῆ καὶ μερικὰ καὶ ἔνυλα γενόμενα καὶ τῆς ὑποκειμένης ἀζωΐας ἀναπλησθέντα τῆι μὲν τάξει τὴν ἀταξίαν παρυφίστησι τῶι δὲ λόγωι τὴν ἀλογίαν τῆι δὲ ἀρετῆι τὴν ἐναντίαν πρὸς ταύτην κακίαν. Καὶ τῶν μὲν ὅλων ἕκαστον τῆς τοιαύτης ἐστὶ παρατροπῆς ἐξηιρημένον κρατούντων ἀεὶ τῶν κατὰ φύσιν ἐν αὐτοῖς τελειοτέρων· τὰ δὲ μερικὰ διὰ τὴν τῆς δυνάμεως ὕφεσιν εἰς πλῆθος ἀεὶ καὶ μερισμὸν καὶ διάστασιν ἐκβαίνοντα τῶν ὅλων ἀμυδροῖ μὲν τὴν τοῦ ἀγαθοῦ μέθεξιν παρυφίστησι δὲ τὸ ἐναντίον ἐν τῆι πρὸς τὸ ἀγαθὸν μίξει καὶ διαπλοκῆι κρατούμενον. Οὐδὲ γὰρ ἐνταῦθα τὸ κακὸν ἀμιγὲς καὶ τοῦ ἀγαθοῦ παντελῶς ἔρημον ὑποστῆναι θεμιτόν ἀλλ' εἰ καὶ τῶι μέρει τὸ τοιόνδε κακόν τῶι γε ὅλωι καὶ παντὶ πάντως ἀγαθόν· ἀεὶ γὰρ εὔδαιμον τὸ πᾶν καὶ ἐκ μερῶν ἐστὶ τελείων ἀεὶ καὶ κατὰ φύσιν ἐχόντων· τὸ δὲ παρὰ φύσιν ἀεὶ τοῖς μερικοῖς ἦν κακόν καὶ τὸ αἰσχρὸν καὶ τὸ ἀσύμμετρον καὶ ἡ παρατροπὴ καὶ ἡ παρυπόστασις ἐν τούτοις. Καὶ γὰρ τὸ φθειρόμενον ἑαυτῶι μὲν φθείρεται καὶ τῆς οἰκείας τελειότητος ἐξίσταται τῶι παντὶ δὲ ἄφθαρτόν ἐστι καὶ ἀνώλεθρον· καὶ πᾶν τὸ τοῦ ἀγαθοῦ στερισκόμενον ὡς μὲν πρὸς αὑτὸ καὶ τὴν οἰκείαν ὑπόστασιν ἐστέρηται δι' ἀσθένειαν φύσεως τῶι δὲ ὅλωι καὶ ὡς τοῦ παντὸς μέρος ἀγαθόν ἐστιν. Οὔτε γὰρ ἀζωΐαν οὐδὲ αἰσχρότητα καὶ ἀμετρίαν οὔτε ὅλως στέρησιν τῶι παντὶ παρεμπίπτειν δυνατόν ἀλλ' ἀεὶ τέλειος ὁ σύμπας ἀριθμὸς τῆι τῶν ὅλων ἀγαθότητι συνεχόμενος καὶ ζωὴ πανταχοῦ πάρεστι καὶ τὸ εἶναι καὶ τὸ τελείοις εἶναι καθ' ὅσον ἕκαστα συμπληροῖ τὸ πᾶν. Τὸ μὲν οὖν θεῖον ὥσπερ εἴρηται πάντων ἐστὶν αἴτιον τῶν ἀγαθῶν ἡ δὲ τῶν κακῶν παρυπόστασις οὐκ ἐκ δυνάμεως ὑφέστηκεν ἀλλ' ἐκ τῆς ἀσθενείας τῶν δεχομένων τὰς τῶν θεῶν ἐλλάμψεις οὐδὲ ἐν τοῖς ὅλοις ἀλλ' ἐν τοῖς μερικοῖς οὐδὲ ἐν τούτοις ἅπασι. Καὶ γὰρ τῶν μερικῶν τὰ μὲν πρώτιστα καὶ νοερὰ γένη διαιωνίως ἐστὶν ἀγαθοειδῆ· τὰ δὲ μέσα καὶ κατὰ χρόνον ἐνεργοῦντα τὴν τοῦ ἀγαθοῦ μέθεξιν τῆι κατὰ χρόνον μεταβολῆι καὶ κινήσει συμπλέκοντα τὴν τῶν θεῶν δόσιν ἀκίνητον καὶ μονοειδῆ καὶ ἁπλῆν διαφυλάττειν ἀδυνατεῖ τῶι μὲν ἑαυτῶν ποικίλωι τὸ ἁπλοῦν αὐτῆς παρασκιάζοντα τῶι δὲ πολυειδεῖ τὸ μονοειδές τῶι δὲ συμμιγεῖ τὸ ἀκήρατον· οὐδὲ γὰρ ἦν ἐξ ἀκηράτων ὑποστάντα τῶν πρώτων γενῶν οὐδὲ ἁπλῆν εἶχε τὴν οὐσίαν οὐδὲ τὰς δυνάμεις μονοειδεῖς ἀλλ' ἐξ ἐναντίων συμφυομένας ὥς πού φησιν ὁ ἐν τῶι Φαίδρωι Σωκράτης. Τὰ δὲ ἔσχατα καὶ ἔνυλα πολλῶι δήπου μειζόνως παρατρέπει τὸ οἰκεῖον ἀγαθόν· καὶ γὰρ ἀζωΐαι συγκέκραται καὶ τὴν ὑπόστασιν εἰδωλικὴν ἔχει πολλοῦ τοῦ μὴ ὄντος ἀναπεπλησμένα καὶ ἐκ μαχομένων ὑφέστηκε κἀκ τῶν περιεςτώτων μεταβαλλόμενα καὶ σκιδνάμενα τὸν ἀεὶ χρόνον οὐδὲν παύεται κατὰ πάντα δηλοῦντα ὡς φθορᾶι καὶ ἀσυμμετρίαι καὶ αἰσχρότητι καὶ τροπαῖς ἐκδίδοται παντοίαις οὐ ταῖς ἐνεργείαις μόνον κακυνόμενα καθάπερ οἶμαι τὰ πρὸ αὐτῶν ἀλλὰ καὶ ταῖς δυνάμεσι καὶ ταῖς οὐσίαις ἀναπιμπλάμενα τοῦ παρὰ φύσιν καὶ τῆς ὑλικῆς ἀσθενείας. Τὰ γὰρ ἐν ἀλλοτρίαι γενόμενα χώραι τὸ μὲν ὅλον τῶι εἴδει συνεπιφέροντα κρατεῖ τῆς ὑποκειμένης φύσεως εἰς δὲ αὖ τὸ μερικὸν ἀπὸ τῆς οἰκείας ὁλότητος ἐξιστάμενα μερισμοῦ καὶ ἀσθενείας καὶ πολέμου καὶ τῆς γενεσιουργοῦ διαιρέσεως μετασχόντα παντοίως μεταβάλλειν ἀναγκαῖον. Οὔτ' οὖν πανάγαθον τῶν ὄντων ἕκαστον οὐ γὰρ ἂν ἦν φθορὰ καὶ γένεσις σωμάτων οὐδὲ κάθαρσις καὶ κόλασις ψυχῶν· οὔτε ἐν τοῖς ὅλοις τὸ κακόν οὐ γὰρ ἂν ἦν ὁ κόςμος εὐδαίμων θεός ἐκ μερῶν τῶν κυριωτάτων ἀτελῶν ὑφιστάμενοσ· οὔτε οἱ θεοὶ τῶν κακῶν αἴτιοι καθάπερ δὴ τῶν ἀγαθῶν ἀλλ' ἡ τῶν δεχομένων τὸ ἀγαθὸν ἀσθένεια καὶ ἡ ἐν ἐσχάτοις αὐτῶν ὑπόστασις· οὔτε ἄμικτον τὸ παρυφιστάμενον ἐν τοῖς μερικοῖς κακὸν καὶ ὁπωσοῦν πρὸς τὸ ἀγαθόν ἀλλὰ καὶ τοῦτο μετέχει πως τῶι εἶναι τῶι ἀγαθῶι κατεχόμενον· οὔθ' ὅλως ὑποστῆναι δυνατὸν τὸ παντὸς ἀγαθοῦ παντελῶς ἔρημον κακόν ἐπέκεινα γὰρ καὶ τοῦ μηδαμῶς ὄντος τὸ αὐτοκακόν ὥσπερ δὴ καὶ τοῦ παντελῶς ὄντος τὸ αὐτοαγαθόν· οὔτε ἄτακτον ἀφεῖται τὸ ἐν τοῖς μερικοῖς κακόν ἀλλὰ καὶ τοῦτο κατευθύνεται παρὰ τῶν θεῶν καὶ διὰ ταῦτα καθαρτικὴ μὲν τῆς ἐν ψυχαῖς πονηρίας ἡ Δίκη καθαρτικὴ δὲ τῆς ἐν σώμασιν ἄλλη τάξις θεῶν. Πάντα δὲ ἐπιστρέφεται κατὰ δύναμιν πρὸς τὴν ἀγαθότητα τῶν θεῶν· καὶ μένει μὲν ἐν τοῖς οἰκείοις ὅροις τὰ ὅλα καὶ τέλεια καὶ ἀγαθουργὰ τῶν ὄντων γένη κοσμεῖται δὲ καὶ τάττεται δεόντως τὰ μερικώτερα καὶ ἀτελέστερα καὶ δουλεύει τῆι τῶν ὅλων συμπληρώσει καὶ ἀνακαλεῖται πρὸς τὸ καλὸν καὶ μεταβάλλεται καὶ πάντα τρόπον τῆς τοῦ ἀγαθοῦ μετουσίας ἀπολαύει καθ' ὅσον αὐτοῖς δυνατόν. Οὐδὲν γὰρ ἂν μεῖζον ἀγαθὸν ἑκάστοις γένοιτο ὧν οἱ θεοὶ κατὰ μέτρα πορίζουσι τοῖς ἑαυτῶν γεννήμασιν· ἀλλὰ πάντα καὶ χωρὶς ἕκαστον καὶ κοινῆι πάντα τοσαύτην ὑποδέχεται τῶν ἀγαθῶν μοῖραν ὅσης μετέχειν αὐτοῖς δυνατόν. Εἰ δὲ τὰ μὲν μειζόνων τὰ δὲ ἐλαττόνων ἀγαθῶν πληροῦνται τὴν τῶν δεχομένων δύναμιν καὶ τὰ μέτρα τῆς διανομῆς αἰτιατέον ἄλλα γὰρ ἄλλοις προσήκει κατὰ τὴν αὐτῶν φύσιν· θεοὶ δὲ ἀεὶ πάντα τὰ ἀγαθὰ προτείνουσιν ὥσπερ ἥλιος ἀνίσχων τὸ φῶς· δέχεται γὰρ ἄλλος ἄλλως κατὰ τὴν ἑαυτοῦ τάξιν καὶ δέχεται τοσοῦτον τοῦ φωτὸς οὗ μεῖζον οὐκ ἂν δύναιτο δέξασθαι. Πάντα γὰρ κατὰ δίκην ἄγεται τὰ ὄντα καὶ οὐδενὸς μὲν ἀποστατεῖ τὸ ἀγαθόν πάρεστι δὲ ἑκάστοις κατὰ τὸν προσήκοντα τῆς μεταλήψεως ὅρον καί ἧι φησὶν ὁ Ἀθηναῖος ξένος πάντα καλῶς ἔχει καὶ τέτακται ἐκ τῶν θεῶν. Μὴ τοίνυν ἡμῖν τῶν κακῶν ἢ προηγουμένους λόγους ἐν τῆι φύσει λεγέτω τις ἢ παραδείγματα νοερὰ κατὰ τὰ αὐτὰ τοῖς ἀγαθοῖς ἢ ψυχὴν κακεργάτιν ἢ κακοποιὸν αἰτίαν ἐν θεοῖς ὑποτιθέσθω καὶ πρὸς τὸ ἀγαθὸν τὸ πρῶτον διάστασιν καὶ πόλεμον εἰσαγέτω διαιώνιον· ἅπαντα γὰρ ταῦτα τῆς τοῦ Πλάτωνός ἐστιν ἐπιστήμης ἀλλότρια καὶ πορρώτερόν ποι τῆς ἀληθείας εἰς βαρβαρικὰς ἀπονοίας καὶ δραματουργίαν Γιγαντικὴν ἀποπλανᾶται. Μηδ' εἴ τινες ἐν ἀπορρήτοις λόγοις αἰνιττόμενοι τὰ τοιαῦτα πλάττουσι τῆς ἐνδείξεως ἡμεῖς τὴν φαινομένην ἀλλαξώμεθα σκευωρίαν· ἀλλ' ἐκείνων μὲν τὴν ἀλήθειαν ζητητέον τοῦ δὲ Πλάτωνος τὴν ἐπιστήμην ἐν τοῖς καθαροῖς τῆς ψυχῆς κόλποις εἰλικρινῶς ὑποδεκτέον ἀκηλίδωτον αὐτὴν καὶ ἄμικτον πρὸς τὰς ἐναντίας δόξας φυλάττουσιν.