Proklos Diadochos
8. 2. 412 - 17. 4. 485 p. Chr. n.
Εἰς τὴν Πλάτονος θεολογίαν
Βιβλίον Αʹ
|
|
____________________________________________________________
|
|
ιζ.Τίνα τὰ ἐν Πολιτείαιπαραδοθέντα περὶ θεῶν ἀξιώματα καὶτίνα ἔχει πρὸς ἄλληλα τάξιν.
Τὴν μὲν ὕπαρξιν τῶν θεῶν καὶ τὴν ἐπὶ πάντα διατείνουσαν κηδεμονίαν καὶ τὴν ἄτρεπτον ἐνέργειαν διὰ τούτων ἡμῖν ὁ Πλάτων ἐν Νόμοις τῶν ἀποδείξεων παραδέδωκεν· ἃ δὴ κοινὰ μέν ἐστιν ἅπασι τοῖς θεοῖς ἀρχικώτατα δὲ καὶ πρώτιστα κατὰ φύσιν ἐν τῆι αὐτῶν διδασκαλίαι. Μέχρι γὰρ τῶν μερικωτάτων ἐν τοῖς θείοις διακόσμοις ἄνωθεν ἀπὸ τῶν κρυφίων γενῶν ἡ τριὰς αὕτη διήκουσα φαίνεται· καὶ γὰρ ὕπαρξις ἑνοειδὴς καὶ δύναμις προνοητικὴ τῶν δευτέρων ἁπάντων καὶ νοῦς ἀκλινὴς καὶ ἄτρεπτός ἐστιν ἐν ἅπασι τοῖς τε πρὸ τοῦ κόσμου καὶ τοῖς ἐν τῶι κόσμωι θεοῖς. Πάλιν δὲ ἀπ' ἄλλης ἀρχῆς τῶν ἐν Πολιτείαι θεολογικῶν ἀποδείξεων ἀντιλαβώμεθα. Κοιναὶ γὰρ δὴ καὶ αὗται πάντων εἰσὶ τῶν θείων διακόσμων καὶ διατείνουσιν ὁμοίως εἰς ἅπασαν τὴν περὶ θεῶν ὑφήγησιν καὶ συνεχῆ τὴν ἀλήθειαν τοῖς προειρημένοις ἡμῖν ἐκφαίνουσιν. Ἐν τοίνυν τῶι δευτέρωι τῆς Πολιτείας τύπους δή τινας θεολογικοὺς ὁ Σωκράτης ὑπογράφων τοῖς μυθοπλάσταις τῆς ποιητικῆς δραματουργίας τοῖς ἑαυτοῦ τροφίμοις καθαρεύειν παρακελευόμενος καὶ τῶν τραγικῶν ἐκείνων παθημάτων ἃ τῶι θείωι προσφέρειν οὐκ ὤκνησάν τινες τὴν ἀπόρρητον περὶ αὐτῶν μυσταγωγίαν ἐν τούτοις ὥσπερ παραπετάσμασι κρύπτοντες τύπους δὴ οὖν ὥσπερ ἔφην καὶ νόμους τῆς θεομυθίας ὑφηγούμενος οἳ καὶ τὸ φαινόμενον δὴ τοῦτο καὶ τὸν εἴσω κεκρυμμένον σκοπὸν ἐν τοῖς περὶ θεῶν πλάσμασι τοῦ καλοῦ καὶ τοῦ κατὰ φύσιν ἐστοχασμένον παρέξονται πρῶτον μὲν ἀξιοῖ κατὰ τὴν ἀδιάστροφον περὶ θεῶν ἔννοιαν καὶ τῆς ἀγαθότητος αὐτῶν ἁπάντων μὲν αὐτοὺς ἀγαθῶν χορηγοὺς ἀποφαίνειν κακοῦ δὲ οὐδενὸς οὐδενί ποτε τῶν ὄντων αἰτίους· δεύτερον κατ' οὐσίαν ἀμεταβλήτους καὶ μήτε αὐτοὺς ποικίλας μορφὰς ἴσχειν ἐξαπατῶντας καὶ γοητεύοντας μήτ' ἐν ἔργοις ἢ λόγοις τοῦ μεγίστου κακοῦ ψεύδους ἢ καὶ πλάνης καὶ ἀνοίας εἶναι ποιητικούς. Δύο δὴ τούτων ὄντων νόμων ὁ μὲν πρότερος ἔχει συμπεράσματα δύο τό τε ἀναιτίους εἶναι τῶν κακῶν τοὺς θεοὺς καὶ τὸ τῶν ἀγαθῶν πάντων αἰτίους· ὁ δὲ δεύτερος αὖ παραπλησίως ἕτερα ἄττα διττὰ καὶ ταῦτα τό τε ἀμετάβλητον εἶναι τὸ θεῖον πᾶν καὶ τὸ ψεύδους καὶ ποικιλίας μεμηχανημένης καθαρὸν ἱδρῦσθαι. Πάντα τοίνυν τὰ δεικνύμενα τριῶν τούτων ἤρτηται περὶ τὸ θεῖον κοινῶν ἐννοιῶν τῆς ἀγαθότητος τῆς ἀμεταβλησίας τῆς ἀληθείας· καὶ γὰρ ἡ τῶν ἀγαθῶν πρωτίστη πηγὴ καὶ ἄρρητος παρ' αὐτοῖς καὶ ὁ αἰὼν ὁ τῆς αὐτῆς καὶ ὡσαύτως ἐχούσης δυνάμεως αἴτιος καὶ ὁ πρώτιστος νοῦς ὅς ἐστιν αὐτὰ τὰ ὄντα καὶ ἡ ἐν τοῖς ὄντως οὖσιν ἀλήθεια. |