BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

κα.

Τίς ἡ ἐν τοῖς θεοῖς ἀλήθεια καὶ

πόθεν παρεμπίπτει τὸ ψεῦδος ἐν ταῖς εἰς

τὰ δεύτερα μεθέξεσι τῶν θεῶν.

 

Περὶ δὲ τῆς ἐν αὐτοῖς ἀληθείας μετὰ ταῦτα λέγωμεν· καὶ γὰρ τοῦτο πρὸς τοῖς εἰρημένοις ὁ Σωκράτης συλλελόγισται διότι τὸ θεῖον ἀψευδές καὶ οὔτε ἀπάτης οὔτε ἀγνοίας ἐστὶν ἡμῖν ἢ ἄλλοις τισὶ τῶν ὄντων αἴτιον. Τῆς μὲν οὖν ἐν λόγοις ὑφεστώσης ἀληθείας τὴν θείαν ἐξηιρημένην νοήσωμεν καθ' ὅσον αὕτη πολυσύνθετός ἐστι καὶ τρόπον τινὰ τῶι ἐναντίωι συμπέφυρται καὶ διότι δὴ τὴν ὑπόστασιν ἐκ μὴ ἀληθῶν ἔσχηκε· τὰ γὰρ μόρια τὰ πρῶτα τῆς τοιαύτης ἀληθείας ἄδεκτα εἰ μή τις ἄλλον καὶ ταῦτα τρόπον ἀληθεύειν λέγοι τῶι ἐν Κρατύλωι Σωκράτει πειθόμενος. Τῆς δὲ αὖ ψυχικῆς ἐν δόξαις εἴτε καὶ ἐπιστήμαις θεωρουμένης καθ' ὅσον μεριστή πώς ἐστι καὶ οὐκ αὐτὰ τὰ ὄντα ἐστίν ἀλλ' ὁμοιοῦται καὶ συναρμόζεται τοῖς οὖσι καὶ ὡς ἐν κινήσει καὶ μεταβάσει τελουμένη τῆς ἑστώσης ἀεὶ καὶ μονίμου καὶ ἀρχηγικῆς ἀληθείας ἀπολείπεται. Τῆς δὲ αὖ νοερᾶς διότι κατ' οὐσίαν ὑφέστηκε καὶ λέγεται μὲν εἶναι τὰ ὄντα καὶ ἔστι διὰ τὴν τῆς ταὐτότητος δύναμιν πάλιν δὲ αὖ κατὰ τὴν ἑτερότητα διακρίνεται τῆς οὐσίας αὐτῶν καὶ τὴν ἰδίαν ὑπόστασιν ἀσύγχυτον πρὸς αὐτὰ διαφυλάττει. Μόνη τοίνυν ἡ τῶν θεῶν ἀλήθεια ἕνωσις αὐτῶν ἐστὶν ἀδιαίρετος καὶ παντελὴς κοινωνία καὶ διὰ ταύτην ἥ τε τῶν θεῶν ἄρρητος γνῶσις ὑπερέχει πάσης γνώσεως καὶ πάντα τὰ δεύτερα τῶν γνώσεων εἴδη τελειότητος μεταλαγχάνει τῆς προσηκούσης. Μόνη δὲ αὕτη καὶ πάντα τὰ ὄντα καθ' ἕνωσιν ἄφραστον συνηιρημένως περιέχει καὶ διὰ ταύτην οἱ θεοὶ τὰ πάντα γινώσκουσιν ὁμοῦ τά τε ὅλα καὶ τὰ μέρη τά τε ὄντα καὶ τὰ μὴ ὄντα τά τε αἰώνια καὶ τὰ ἔγχρονα· οὐχ ὥσπερ ὁ νοῦς τῶι καθόλου τὸ μέρος καὶ τῶι ὄντι τὸ μὴ ὄν ἀλλ' αὐτόθεν ἕκαστα καὶ ὅσα κοινὰ καὶ ὅσα καθ' ἕκαστα κἂν τὰ τῶν πάντων ἀτομώτατα λέγηις κἂν τὴν ἀπειρίαν τῶν ἐνδεχομένων κἂν τὴν ὕλην αὐτήν. Εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς τῆς τῶν θεῶν περὶ πάντα τὰ ὁπωσοῦν ὑφεστηκότα γνώσεως καὶ ἀληθείας ἄρρητός ἐστι καὶ ἄληπτος ἀνθρωπίναις ἐπιβολαῖς μόνοις δὲ αὐτοῖς γνώριμος τοῖς θεοῖς. Καὶ ἔγωγε θαυμάζω μὲν καὶ τῶν Πλατωνικῶν τοὺς πάντων τὴν γνῶσιν ἀποδόντας τῶι νῶι καὶ τῶν ἀτόμων λέγω καὶ τῶν παρὰ φύσιν καὶ ὅλως τῶν κακῶν καὶ διὰ τοῦτο νοερὰ καὶ τούτων παραδείγματα θεμένους. Πολλῶι δ' ἂν μᾶλλον ἀγασθείην τοὺς διακρίνοντας μὲν τὴν νοερὰν ἰδιότητα τῆς θείας ἑνώσεως καὶ γὰρ ὁ νοῦς δημιούργημα καὶ γέννημα τῶν θεῶν ἐστὶ τὸ πρώτιστον τῶι δὲ νῶι τὰ ὅλα καὶ πρώτιστα καὶ κατὰ φύσιν ἀποδόντας αἴτια καὶ τοῖς θεοῖς τὴν πάντων κοσμητικὴν καὶ γεννητικὴν δύναμιν· τὸ γὰρ ἓν πανταχοῦ τὸ δὲ ὅλον οὐ πανταχοῦ· καὶ τοῦ μὲν ἑνὸς καὶ ἡ ὕλη μετέσχε καὶ ἕκαστον τῶν ὄντων νοῦ δὲ καὶ τῶν νοερῶν εἰδῶν τε καὶ γενῶν οὐ πάντα. Πάντα οὖν μόνως ἐκ τῶν θεῶν καὶ ἡ ὄντως ἀλήθεια παρ' ἐκείνοις οἳ πάντα γινώσκουσιν ἑνιαίως. Καὶ διὰ τοῦτο καὶ ἐν τοῖς χρησμοῖς ὁμοίως οἱ θεοὶ τὰ πάντα διδάσκουσιν τά τε ὅλα καὶ τὰ μερικά καὶ τὰ αἰώνια καὶ τὰ εἰς ἅπαντα τὸν χρόνον γιγνόμενα· καὶ γὰρ τῶν αἰωνίως ὄντων καὶ τῶν ἐν χρόνοις ἐξηιρημένοι κατὰ μίαν καὶ ἡνωμένην ἀλήθειαν τὴν ἑκάστου καὶ πάντων γνῶσιν ἐν ἑαυτοῖς συνηιρήκασιν. Εἰ δ' ἄρα τι καὶ παρεμπίπτοι ψεῦδος εἰς τὰ χρηστήρια τῶν θεῶν οὐκ ἀπὸ τῶν θεῶν τὸ τοιοῦτο γεννᾶσθαι φήσομεν ἀλλ' ἀπὸ τῶν δεχομένων ἢ τῶν ὀργάνων ἢ τῶν τόπων ἢ τῶν καιρῶν· ἅπαντα γὰρ ταῦτα συντελεῖ πρὸς τὴν μετουσίαν τῆς θείας γνώσεως καὶ συναρμοζόμενα μὲν οἰκείως τοῖς θεοῖς καθαρὰν ὑποδέχεται τῆς ἐν αὐτοῖς ἱδρυμένης ἀληθείας τὴν ἔλλαμψιν ἀφιστάμενα δὲ δι' ἀνεπιτηδειότητος τῶν θεῶν καὶ ἀνάρμοστα γινόμενα πρὸς αὐτοὺς ἐπηλυγάζει τὴν ἀπ' αὐτῶν προϊοῦσαν ἀλήθειαν. Ποῖον οὖν ψεῦδος ἐκ θεῶν τῶν πάντα τὰ τῆς γνώσεως εἴδη παραγόντων; Τίς ἀπάτη παρὰ τῶν τὴν ὅλην ἀλήθειαν ἐν ἑαυτοῖς ἱδρυσαμένων; Καθάπερ γὰρ οἶμαι πᾶσι μὲν τὰ ἀγαθὰ προτείνουσιν οἱ θεοί δέχεται δὲ ἀεὶ ὁ ἐθέλων τε καὶ δυνάμενος φησὶν ὁ ἐν Φαίδρωι Σωκράτης καὶ τὸ μὲν θεῖον ἀναίτιον τῶν κακῶν τὸ δὲ ἀφιστάμενον ἐκείνου καὶ βρῖθον εἰς τὸ κάτω δι' ἑαυτοῦ κακύνεται τὸν αὐτὸν δὴ τρόπον καὶ θεοὶ μὲν ἀεὶ τῆς ἀληθείας εἰσὶ χορηγοί προσλάμπεται δὲ ὑπ' αὐτῶν οἷς θέμις μετέχειν ἐκείνων. Τὰ γὰρ τῶν πολλῶν τῆς ψυχῆς ὄμματα καρτερεῖν πρὸς τὸ ἀληθὲς ἀφορῶντα ἀδύνατα φησὶν ὁ Ἐλεάτης σοφός. Ταύτην δὴ τὴν ἐν τοῖς θεοῖς πρώτως ὑφεστηκυῖαν ἀλήθειαν καὶ ὁ Ἀθηναῖος ξένος ἀνύμνησεν ἀλήθεια δή φάς πάντων μὲν ἀγαθῶν θεοῖς ἡγεῖται πάντων δὲ ἀνθρώποισ. Ὡς γὰρ τὰς ψυχὰς ἡ ἐν αὐταῖς ἀλήθεια συνάπτει πρὸς νοῦν ὡς τὰς νοερὰς πάσας τάξεις ἡ νοερὰ ἀλήθεια συνάγει πρὸς τὸ ἕν οὕτω δὴ καὶ ἡ τῶν θεῶν ἀλήθεια τὰς θείας ἑνάδας ἑνοῖ τῆι πηγῆι τῶν ὅλων ἀγαθῶν πρὸς ἣν δὴ συνενιζόμεναι πληροῦνται πάσης ἀγαθοειδοῦς δυνάμεως. Πανταχοῦ γὰρ δὴ συναγωγὸν ἔχει τοῦ πλήθους εἰς τὸ ἓν αἰτίαν ἡ τῆς ἀληθείας ὕπαρξις· ἐπεὶ καὶ τὸ ἐν Πολιτείαι προϊὸν ἀπὸ τοῦ ἀγαθοῦ φῶς τὸ συνάπτον τῶι νοητῶι τὸν νοῦν ἀλήθειαν ὁ Πλάτων καλεῖ.