Proklos Diadochos
8. 2. 412 - 17. 4. 485 p. Chr. n.
Εἰς τὴν Πλάτονος θεολογίαν
Βιβλίον Αʹ
|
|
____________________________________________________________
|
|
ιδ.Πῶς κατεσκεύασται τῶν θεῶν ἡ ὕπαρξις ἐνΝόμοις καὶ διὰ ποίων μεσοτήτων ἀνέδραμεν ὁλόγος ἐπ' αὐτοὺς τοὺς ὄντως θεούς.
Ἁπάντων δὴ τῶν ὄντων ἀναγκαῖον τὰ μὲν κινεῖν μόνον τὰ δὲ κινεῖσθαι μόνον τὰ δὲ μεταξὺ τούτων ὄντα καὶ κινεῖσθαι καὶ κινεῖν· καὶ ταῦτα δὲ ἢ παρ' ἄλλων κινούμενα ἄλλα κινεῖν ἢ αὐτοκίνητα ἀναγκαῖον εἶναι καὶ τέτταρας ταύτας ἑξῆς ἀλλήλων ὑποστάσεις τετάχθαι τὴν κινεῖσθαι μόνον καὶ πάσχειν ἀπ' ἄλλων τῶν πρωτουργῶν αἰτίων λεγομένην καὶ πρὸ ταύτης τὴν ἄλλα μὲν κινοῦσαν ὑπ' ἄλλων δὲ κινουμένην καὶ τούτων ἐπέκεινα τὴν αὐτοκίνητον ἀφ' ἑαυτῆς ἀρχομένην καὶ τῶι ἑαυτὴν κινεῖν καὶ τοῖς ἄλλοις τὴν τοῦ κινεῖσθαι παρέχουσαν ἔμφασιν καὶ τελευταῖον ἁπάντων τῶν ὅσα μετέχει κινήσεως ποιητικῆς ἢ παθητικῆς τὴν ἀκίνητον. Τὸ μὲν γὰρ αὐτοκίνητον πᾶν ἅτε ἐν μεταβάσει καὶ διαστάσει ζωῆς τὴν τελειότητα κεκτημένον ἄλλης αἰτίας ἐξήρτηται πρεσβυτέρας τῆς ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης ἧς οὐ κατὰ χρόνον ἀλλ' ἐν αἰῶνι τὸ ζῆν· χρόνος γὰρ αἰῶνος εἰκών· εἰ τοίνυν τὰ ὑφ' ἑαυτῶν κινούμενα πάντα κατὰ χρόνον κινεῖται τὸ δὲ αἰώνιον τῆς κινήσεως εἶδος ἐπέκεινα τῆς κατὰ χρόνον φερομένης δεύτερον ἂν εἴη τάξει καὶ οὐ πρῶτον ἐν τοῖς οὖσι τὸ αὐτοκίνητον. Τὸ δὲ αὖ ἄλλα μὲν κινοῦν ὑπ' ἄλλων δὲ κινούμενον εἰς τὴν αὐτοκίνητον ἀνηρτῆσθαι φύσιν ἀναγκαῖον· καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ πᾶσαν τὴν ἑτεροκίνητον σύστασιν ὥσπερ ὁ Ἀθηναῖος ξένος ἀποδείκνυσιν. Εἰ γὰρ σταίη φησί τὰ κινούμενα πάντα τὸ πρῶτον κινηθησόμενον οὐκ ἔσται μὴ τῶν αὐτοκινήτων ἐν τοῖς οὖσιν ὑφεστηκότων· τὸ μὲν γὰρ ἀκίνητον οὐδαμῶς κινεῖσθαι πεφυκός οὐδ' ἂν τότε κινηθείη πρῶτον τὸ δὲ ἑτεροκίνητον ἄλλης ἂν δέοιτο κινούσης δυνάμεως· μόνον δὲ τὸ αὐτοκίνητον ὡς ἀφ' ἑαυτοῦ τῆς ἐνεργείας ἀρχόμενον ἑαυτό τε καὶ τὰ ἄλλα δευτέρως κινήσει. Καὶ γὰρ τοῖς ἑτεροκινήτοις τὸ τοιοῦτον ἐνδίδωσι τὴν τοῦ κινεῖσθαι δύναμιν ὥσπερ ἅπασι τοῖς οὖσι τὸ ἀκίνητον τὴν τοῦ κινεῖν. Τρίτον δὲ αὖ τὸ κινούμενον μόνον τῶν ὑπ' ἄλλου μὲν κινουμένων ἕτερα δὲ κινούντων πρώτως ἐξάψομεν· δεῖ γὰρ ταῖς οἰκείαις μεσότησιν συμπεπληρῶσθαι τά τε ἄλλα πάντα καὶ τὴν τῶν κινουμένων σειρὰν ἄνωθεν ἄχρι τῶν ἐσχάτων τάξει διατείνουσαν. Τὰ μὲν οὖν σώματα πάντα τῶν κινεῖσθαι μόνον καὶ πάσχειν ἐστὶ πεφυκότων· οὐδενὸς γάρ ἐστι ποιητικὰ κατ' αὐτὴν τὴν διαστατὴν καὶ μεγέθους καὶ ὄγκου μετασχοῦσαν ὑπόστασιν εἴπερ ἅπαν τὸ ποιητικὸν ἄλλων καὶ κινητικὸν ἀσωμάτωι δυνάμει χρώμενον ποιεῖν τε καὶ κινεῖν πέφυκε. Τῶν δὲ ἀσωμάτων τὰ μέν ἐστι μεριστὰ περὶ τοῖς σώμασιν τὰ δὲ ἐξηιρημένα τῆς τοιαύτης περὶ τὰ τῶν ὄντων ἔσχατα διαιρέσεως. Τὰ μὲν οὖν μεριζόμενα περὶ τοὺς ὄγκους τῶν σωμάτων εἴτε ἐν ποιότησιν εἴτε ἐν εἴδεσιν ἐνύλοις ὑφεστηκότα τῶν ὑπ' ἄλλου μὲν κινουμένων ἄλλα δὲ κινούντων ἐστί· διότι μὲν γὰρ τῆς ἀσωμάτου καὶ ταῦτα μοίρας ἐστί τῆς τοῦ κινεῖν μετέχει δυνάμεως διότι δὲ αὖ μερίζεται περὶ τοῖς σώμασιν παρηιρημένα τῆς εἰς αὑτὰ συννεύσεως καὶ τοῖς ὑποκειμένοις συνδιιστάμενα καὶ τῆς ἐκ τούτων ἀργίας ἀναπιμπλάμενα δεῖται τῆς κινούσης οὐκ ἐπ' ἀλλοτρίας ἕδρας φερομένης ἀλλ' ἐν ἑαυτῆι τὴν ὑπόστασιν ἐχούσης. Ποῦ τοίνυν τὸ ἑαυτὸ κινοῦν ἕξομεν; Τὰ μὲν γὰρ εἰς ὄγκους ἐκτεινόμενα καὶ διαστάσεις ἢ ἐν τούτοις διηιρημένα καὶ ἀχωρίστως περὶ αὐτοὺς ὑφεστῶτα δυεῖν τὸ ἕτερον ἢ κινεῖσθαι μόνον ἢ παρ' ἄλλων κινούμενα κινεῖν ἀνάγκη· δεῖ δέ ὡς πρότερον εἴρηται καὶ τὴν αὐτοκίνητον πρὸ τούτων εἶναι πάντως οὐσίαν ἐν ἑαυτῆι καὶ οὐκ ἐν ἄλλοις ἱδρυμένην καὶ πρὸς ἑαυτὴν ἀλλ' οὐ πρὸς ἄλλα τὰς ἐνεργείας ἀπερείδουσαν. Ἔστιν ἄρα τις φύσις ἄλλη σωμάτων ἐξηιρημένη καὶ ἐν οὐρανῶι καὶ ἐν τοῖσδε τοῖς πολυμεταβόλοις στοιχείοις παρ' ἧς τὸ κινεῖσθαι πρώτως τοῖς σώμασιν. Εἰ δὴ δέοι τὴν τοιαύτην οὐσίαν ἀνευρεῖν ἥτις ἐστίν ὀρθῶς ἂν ποιοῖμεν ἑπόμενοι τῶι Σωκράτει καὶ σκοποῦντες τί ποτέ ἐστι τῶν ὄντων ὃ τῶι παρεῖναι τοῖς ἑτεροκινήτοις αὐτοκινησίας αὐτοῖς ἔμφασιν δίδωσιν καὶ τοῖς ποίοις δή τισι τῶν ὁρωμένων τὸ παρ' ἑαυτῶν κινεῖσθαι προσφέρομεν. Τὰ μὲν γὰρ ἄψυχα πάντα μόνως ἐστὶν ἑτεροκίνητα καὶ ἅπερ ἂν πάσχηι διὰ δή τινα δύναμιν ἔξωθεν κινοῦσαν καὶ βιαζομένην πάσχειν πέφυκε. Λείπεται δὴ τὰ ἔμψυχα τὴν τοιαύτην ἔμφασιν ἔχειν καὶ εἶναι δευτέρως αὐτοκίνητα τὴν δὲ ἐν αὐτοῖς οὖσαν ψυχὴν πρώτως ἑαυτήν τε καὶ κινεῖν καὶ ὑφ' ἑαυτῆς κινεῖσθαι καὶ διὰ τὴν ὑφ' ἑαυτῆς δύναμιν ὥσπερ τοῦ ζῆν οὕτω δὴ καὶ τοῦ κινεῖσθαι παρ' ἑαυτῶν τοῖς σώμασιν ἰνδάλματα παρέχειν. Εἰ τοίνυν τῶν μὲν ἑτεροκινήτων πρεσβυτέραν εἶναι δεῖ τὴν αὐτοκίνητον οὐσίαν ἡ δὲ ψυχὴ τὸ πρώτως αὐτοκίνητον παρ' ἧς καὶ τοῖς σώμασιν ἐφήκει τὸ τῆς αὐτοκινησίας εἴδωλον ἐπέκεινα ἂν εἴη σωμάτων ἡ ψυχή καὶ παντὸς σώματος ἡ κίνησις ψυχῆς ἂν εἴη καὶ τῆς ἐν αὐτῆι κινήσεως ἔκγονος. Ἀναγκαῖον ἄρα καὶ τὸν ὅλον οὐρανὸν καὶ τὰ ἐν αὐτῶι πάντα ποικίλας ἔχοντα κινήσεις καὶ τὸ μὲν ἄλλην τὸ δὲ ἄλλην καὶ ταύτας κινούμενα κατὰ φύσιν παντὶ γὰρ τῶι τοιῶιδε κατὰ φύσιν ἡ ἐγκύκλιος φορά ψυχὰς ἡγεμονούσας ἔχειν καὶ κατ' οὐσίαν πρεσβυτέρας σωμάτων ἐν ἑαυταῖς κινουμένας αἳ καὶ τούτοις ἐκλάμπουσιν ἄνωθεν τὴν τοῦ κινεῖσθαι δύναμιν. Ταύτας δὴ οὖν τὰς ψυχάς αἳ τὸν σύμπαντα κόσμον καὶ τὰς ἐν αὐτῶι μοίρας διεκόσμησαν καὶ πᾶν τὸ σωματικὸν παρ' ἑαυτοῦ ζωῆς ἄμοιρον ὂν κινούμενον καὶ ζῶν ἀπέφηναν ἐμπνεύσασαι τὴν τῆς κινήσεως αὐτοῖς αἰτίαν ἀναγκαῖον ἢ κατὰ λόγον πάντα κινεῖν ἢ τὸν ἐναντίον τρόπον ὃ μὴ θέμις εἰπεῖν. Ἀλλ' εἰ μὲν ὁ κόσμος οὗτος καὶ πᾶν τὸ ἐν αὐτῶι τεταγμένον καὶ ὁμαλῶς κινούμενον καὶ φερόμενον ἀεὶ κατὰ φύσιν ὥσπερ δέδεικται τὰ μὲν ἐν τοῖς μαθήμασιν τὰ δὲ ἐν ταῖς περὶ φύσεως πραγματείαις εἰς ψυχὴν ἀνήρτηται τὴν ἀλόγως αὐτήν τε κινουμένην καὶ τὰ ἄλλα κινοῦσαν οὔτε ἡ τάξις αὕτη τῶν περιόδων οὔτε ἡ καθ' ἑαυτὸ καθ' ἕνα λόγον ὡρισμένη κίνησις οὔτε ἡ θέσις τῶν σωμάτων οὔτε ἄλλο τῶν κατὰ φύσιν γινομένων οὐδὲν αἰτίαν ἑστῶσαν ἕξει καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕκαστα διακοσμεῖν δυναμένην. Πᾶν γὰρ δὴ τὸ ἄλογον ὑπ' ἄλλου κοσμεῖσθαι πέφυκεν ἀόριστον ὂν τῆι ἑαυτοῦ φύσει καὶ ἄκοσμον. Τὸ δὴ τῶι τοιούτωι τὸν ὅλον οὐρανὸν ἐπιτρέψαι καὶ τὴν κατὰ λόγον ἀεὶ τὸν αὐτὸν ὡσαύτως ἀνακυκλουμένην περιφορὰν οὔτε τῆι φύσει τῶν πραγμάτων οὔτε ταῖς ἀδιδάκτοις ἡμῶν ἐννοίαις ἐστὶ προσῆκον οὐδαμῶς. Εἰ δὲ αὖ ψυχὴ νοερὰ καὶ λόγωι χρωμένη τὰ πάντα ποδηγετεῖ καὶ πᾶν τὸ τὴν ἀίδιον φερόμενον φορὰν ὑπὸ ψυχῆς κυβερνᾶται τοιαύτης καὶ μηδέν ἐστι τῶν ὅλων ἄμοιρον ψυχῆς οὐθὲν γὰρ τίμιον τῶν σωμάτων τῆς τοιαύτης δυνάμεως ἐστερημένον ὥς πού φησιν ὁ Θεόφραστος πότερον κατὰ μέθεξιν ἔχει τὸ νοερὸν τοῦτο καὶ τὸ τέλειον καὶ τὸ ἀγαθουργὸν ἢ κατ' οὐσίαν; Εἰ μὲν γὰρ κατ' οὐσίαν ἀνάγκη καὶ πᾶσαν εἶναι ψυχὴν τοιαύτην εἴπερ ἑκάστη κατὰ τὴν ἑαυτῆς φύσιν ἐστὶν αὐτοκίνητος· εἰ δὲ κατὰ μέθεξιν ἄλλος ἂν εἴη ψυχῆς πρεσβύτερος ὁ κατ' ἐνέργειαν νοῦς ὃς κατ' οὐσίαν ἔχει τὸ νοεῖν αὐτῶι τῶι εἶναι τὴν ἑνοειδῆ γνῶσιν τῶν ὅλων ἐν ἑαυτῶι προειληφώς· ἐπεὶ καὶ ἀνάγκη τὴν ψυχὴν κατὰ λόγον οὐσιωμένην τὸ κατὰ νοῦν διὰ μεθέξεως ἔχειν καὶ τὸ νοερὸν εἶναι διττόν τὸ μὲν πρώτως ἐν αὐτῶι τῶι θείωι νῶι τὸ δὲ ἀπ' ἐκείνου δευτέρως ἐν ψυχῆι· πρόσθες δέ εἰ βούλει καὶ τὴν εἰς τὸ σῶμα παρουσίαν τῆς νοερᾶς ἐλλάμψεως. Πόθεν γὰρ ὁ σύμπας οὗτος οὐρανὸς ἢ σφαιρικός ἐστιν ἢ κύκλωι φέρεται καὶ περὶ τὸ αὐτὸ κατὰ μίαν τάξιν ὡρισμένην ἀνακυκλοῦται; Πῶς δὲ ἀεὶ τὴν αὐτὴν ἰδέαν καὶ δύναμιν ἀτρέπτως ἔλαχε κατὰ φύσιν εἰ μὴ τῆς κατὰ νοῦν μετείληχεν εἰδοποιίας; Ψυχὴ μὲν γὰρ κινήσεώς ἐστι χορηγός τὸ δὲ τῆς μονίμου καταστάσεως αἴτιον καὶ τὴν ἀνίδρυτον τῶν κινουμένων παράλλαξιν εἰς ταὐτότητα τήν τε καθ' ἕνα λόγον πεπερασμένην ζωὴν καὶ ὡσαύτως ἔχουσαν περιφορὰν ἐπανάγον δῆλον ὡς ἐπέκεινα ἂν εἴη ψυχῆς. Σῶμα μὲν ἄρα καὶ πᾶν τὸ αἰσθητὸν τοῦτο τῶν ἑτεροκινήτων ἐστί ψυχὴ δὲ αὐτοκίνητος εἰς αὑτὴν ἁπάσας τὰς σωματικὰς κινήσεις ἀναδησαμένη πρὸ δὲ ταύτης ὁ νοῦς ἀκίνητος ὤν. Καί μοι τοῦτο τὸ ἀκίνητον μὴ τοιοῦτον ὑπολάβηις οἷον τὸ ἀργὸν καὶ ἄζων καὶ ἄπνευμον εἶναί φαμεν ἀλλὰ τὸ πάσης κινήσεως ἀρχηγικὸν αἴτιον καὶ τὴν πηγήν εἰ βούλει πάσης ζωῆς τῆς τε εἰς ἑαυτὴν ἐπιστρεφομένης καὶ τῆς ἐν ἑτέροις τὴν ὑπόστασιν ἐχούσης. Καὶ διὰ ταύτας ὁ κόσμος τὰς αἰτίας ζῶιον ἔμψυχον ἔννουν ὑπὸ τοῦ Τιμαίου προσείρηται κατὰ μὲν τὴν ἑαυτοῦ φύσιν καὶ τὴν εἰς αὐτὸν καθήκουσαν ζωὴν ἀπὸ ψυχῆς καὶ περὶ αὐτὸν μεριζομένην ζῶιον ἀποκαλούμενος κατὰ δὲ τὴν τῆς θείας ψυχῆς εἰς αὐτὸν παρουσίαν ἔμψυχον κατὰ δὲ τὴν νοερὰν ἐπιστασίαν ἔννουν· καὶ γὰρ ζωῆς χορηγία καὶ ψυχῆς ἡγεμονία καὶ νοῦ μετουσία συνέχει τὸν ὅλον οὐρανόν. Εἰ δὲ καὶ ὁ νοῦς οὗτος κατ' οὐσίαν μέν ἐστι νοῦς ἐπεὶ ταὐτόν ἐστι τὸ νοεῖν καὶ τὸ εἶναι φησὶν ὁ Παρμενίδης κατὰ μέθεξιν δὲ θεός ὅ μοι καὶ ὁ Ἀθηναῖος δοκεῖ ξένος ἐνδεικνύμενος θεῖον αὐτὸν προσειπεῖν· νοῦν γάρ φησιν θεῖον προσλαβοῦσαν τὴν ψυχὴν ὀρθὰ καὶ ἔμφρονα παιδαγωγεῖν ἀνάγκη δήπου καὶ τὸν ὅλον οὐρανὸν εἰς τὴν αὐτοῦ θεότητα καὶ ἕνωσιν ἀνηρτῆσθαι καὶ τῶιδε τῶι παντὶ κόσμωι τὴν μὲν κίνησιν ἀπὸ ψυχῆς παρεῖναι τὴν δὲ ἀίδιον διαμονὴν καὶ τὸ ὡσαύτως ἀπὸ νοῦ τὴν δὲ ἕνωσιν τὴν μίαν καὶ τὴν σύμπνοιαν τὴν ἐν αὐτῶι καὶ τὴν συμπάθειαν καὶ τὸ παντελὲς μέτρον ἐκ τῆς ἑνάδος ἀφ' ἧς καὶ ὁ νοῦς ἑνοειδὴς καὶ ἡ ψυχὴ μία καὶ ἕκαστον τῶν ὄντων ὅλον ἐστὶ καὶ τέλειον κατὰ τὴν αὑτοῦ φύσιν καὶ τῶν δευτέρων ἕκαστον μετὰ τῆς ἐν τῆι οἰκείαι φύσει τελειότητος κἀκ τῆς ὑπεριδρυμένης ἀεὶ τάξεως μεταλαμβάνει κρείττονος ἄλλης ἰδιότητος. Τὸ μὲν γὰρ σωματικὸν ἑτεροκίνητον ὂν αὐτοκινήτου δυνάμεως ἔμφασιν ἀπὸ ψυχῆς κομίζεται καὶ ζῶιόν ἐστι δι' ἐκείνην· ψυχὴ δὲ αὐτοκίνητος οὖσα τῆς κατὰ νοῦν μετέχει ζωῆς καὶ κατὰ χρόνον ἐνεργοῦσα τὸ τῆς ἐνεργείας ἄπαυστον καὶ τὴν ἄγρυπνον ζωὴν ἐκ τῆς πρὸς τὸν νοῦν ἔχει γειτνιάσεως· νοῦς δὲ ἐν αἰῶνι τὸ ζῆν ἔχων καὶ τῆι οὐσίαι ὢν ἐνέργεια καὶ πᾶσαν ὁμοῦ τὴν νόησιν ἐν τῶι νῦν ἑστῶσαν πηξάμενος ἔνθεός ἐστι διὰ τὴν πρὸ αὐτοῦ πάντως αἰτίαν. Διττὰς γὰρ ἔχει τὰς ἐνεργείας ὥς φησιν ὁ Πλωτῖνος τὰς μὲν ὡς νοῦς τὰς δὲ ὡς μεθύων τῶι νέκταρι· καὶ ἐν ἄλλοις ἐδείξαμεν ὅτι καὶ ὁ νοῦς οὗτος τῶι πρὸ ἑαυτοῦ μὴ νῶι θεός ὥσπερ ἡ ψυχὴ τῆι ἑαυτῆς ὑπὲρ ψυχὴν ἀκρότητι νοῦς καὶ τὸ σῶμα τῆι πρὸ τοῦ σώματος δυνάμει ψυχή. Πάντα δ' οὖν ὥσπερ εἴπομεν ἀνήρτηται τοῦ ἑνὸς διὰ μέσου νοῦ καὶ ψυχῆς· καὶ ὁ μὲν νοῦς ἑνοειδής ἐστιν ἡ δὲ ψυχὴ νοοειδής τὸ δὲ σῶμα τὸ τοῦ κόσμου ζωτικόν πᾶν δὲ εἰς τὸ πρὸ αὐτοῦ συνήιρηται. Καὶ τῶν μετὰ ταῦτα τὰ μὲν ἐγγύτερον τὰ δὲ πορρώτερον ἀπολαύει τοῦ θείου· καὶ ὁ μὲν θεὸς πρὸ νοῦ τῆι νοερᾶι φύσει πρώτως ἐποχούμενος ὁ δὲ νοῦς θειότατος ὡς πρὸ τῶν ἄλλων ἐκθεούμενος ἡ δὲ ψυχὴ θεία καθ' ὅσον τῆς νοερᾶς δεῖται μεσότητος τὸ δὲ σῶμα τὸ τῆς τοιαύτης ψυχῆς μετέχον ὡς μὲν σῶμα θεῖον δήπου καὶ αὐτό διήκει γὰρ ἄνωθεν ἄχρι τῶν ἐσχάτως ἐξηρτημένων ἡ τοῦ φωτὸς ἔλλαμψις ἁπλῶς δὲ οὐ θεῖον ἀλλὰ ψυχὴ τῶι πρὸς νοῦν βλέπειν καὶ παρ' ἑαυτῆς ζῆν θεία πρώτως ἐστίν. Ὁ αὐτὸς δή μοι λόγος ἐστὶ καὶ περὶ τῶν ὅλων σφαιρῶν ἑκάστης καὶ περὶ τῶν ἐν αὐταῖς σωμάτων. Πάντα γὰρ μιμεῖται τὸν ὅλον οὐρανόν ἐπείπερ καὶ αὐτὰ τῆς ἀιδίου μοίρας ἐστί καὶ τὰ ὑπὸ σελήνην στοιχεῖα τὸ μὲν πάντηι κατ' οὐσίαν ἀμετάβλητον οὐκ ἔχοντα μένοντα δὲ κατὰ τὰς αὐτῶν ὁλότητας ἐν τῶι παντὶ καὶ ζώιων ὄντα περιεκτικὰ μερικῶν. Πᾶσα γὰρ ὁλότης ἔχει μεθ' ἑαυτὴν τὰς μερικωτέρας ὑποστάσεις· ὥσπερ οὖν ἐν οὐρανῶι μετὰ τῶν ὅλων σφαιρῶν καὶ ὁ τῶν ἄστρων συμπροῆλθεν ἀριθμὸς καὶ ὥσπερ ἐν γῆι μετὰ τῆς ὁλότητος καὶ ζώιων γηΐνων μερικῶν ὑφέστηκε πλῆθος οὕτως ἀναγκαῖον οἶμαι κἀν τοῖς μεταξὺ τῶν ὅλων ἕκαστον στοιχεῖον συμπεπληρῶσθαι τοῖς οἰκείοις ἀριθμοῖς. Καὶ πῶς γὰρ ἂν ἐν τοῖς ἄκροις τὰ ὅλα μετὰ τῶν μερῶν ἐτέτακτο πρὸ τῶν μερῶν ὑφιστάμενα μὴ κἀν τοῖς μέσοις οὔσης τῆς αὐτῆς ἀναλογίας; Εἰ δὲ ἑκάστη τῶν σφαιρῶν καὶ ζῶιόν ἐστι καὶ ἀεὶ ὡσαύτως ἵδρυται καὶ συμπληροῖ τὸ πᾶν ὡς μὲν ζωὴν ἔχον ψυχῆς ἀεὶ μετέχον πρώτως ὡς δὲ τὴν ἑαυτοῦ τάξιν ἄτρεπτον ἐν τῶι κόσμωι διαφυλάττον ὑπὸ νοῦ συνεχόμενον ὡς δὲ ἓν καὶ ὅλον τῶν οἰκείων μερῶν ἡγεμονοῦν ὑπὸ τῆς ἑνώσεως τῆς θείας ἐλλαμπόμενον οὐ μόνον ἄρα τὸ πᾶν ἀλλὰ καὶ ἕκαστον τῶν ἀιδίων ἐν αὐτῶι μερῶν ἔμψυχόν ἐστι καὶ ἔννουν ὁμοιούμενον τῶι παντὶ κατὰ δύναμιν· καὶ γὰρ τούτων ἕκαστόν ἐστι πᾶν πρὸς τὸ συγγενὲς αὐτῶι πλῆθος. Ἵν' οὖν συνελόντες εἴπωμεν μία μὲν ἡ τοῦ παντὸς σωματοειδὴς ὁλότης πολλαὶ δὲ ὑπὸ ταύτην ἄλλαι τῆς μιᾶς ταύτης ἐξεχόμεναι· καὶ ψυχὴ μία τοῦ παντός καὶ μετὰ ταύτην ἄλλαι συνδιακοσμοῦσαι ταύτηι τὰς ὅλας μερίδας ἀχράντως· καὶ νοῦς εἷς καὶ νοερὸς ἀριθμὸς ὑπὸ τοῦτον μετεχόμενος ὑπὸ τῶν ψυχῶν τούτων· καὶ θεὸς εἷς ἁπάντων ὁμοῦ τῶν ἐγκοσμίων συνοχεύς καὶ πλῆθος ἄλλων θεῶν τάς τε νοερὰς οὐσίας καὶ τὰς ψυχὰς τὰς τούτων ἠρτημένας καὶ τὰς μοίρας τοῦ κόσμου πάσας κατανειμαμένων. Οὐ γὰρ δήπου τῶν μὲν φύσει γεγονότων ἕκαστον τῶν ὁμοίων ἐστὶ γεννητικόν τὰ δὲ ὅλα καὶ πρώτιστα τῶν ἐγκοσμίων οὐ πολλῶι μειζόνως τῆς τοιαύτης ἀπογεννήσεως ἐν ἑαυτοῖς προτείνει τὸ παράδειγμα· τὸ γὰρ ὅμοιον τοῦ ἀνομοίου καθάπερ δὴ καὶ τὸ ταὐτὸν τοῦ θατέρου καὶ τὸ πέρας τοῦ ἀπείρου τῶι τῆς αἰτίας λόγωι συγγενέστερόν ἐστι καὶ κατὰ φύσιν προσῆκον. |