Proklos Diadochos
8. 2. 412 - 17. 4. 485 p. Chr. n.
Εἰς τὴν Πλάτονος θεολογίαν
Βιβλίον Αʹ
|
|
____________________________________________________________
|
|
ιγ.Τίνας κοινοὺς κανόνας περὶ θεῶν ὁ Πλάτωνἐν Νόμοις παραδίδωσι περί τε ὑπάρξεως θεῶν καὶ περὶπρονοίας καὶ περὶ τῆς ἀτρέπτου τελειότητος.
Ἀλλὰ περὶ μὲν τῶν ὑποθέσεων τοῦ Παρμενίδου καὶ τῆς ἐν αὐτῶι διαιρέσεως καὶ τῆς καθ' ἕκαστα θεωρίας ἐν τοῖς εἰς αὐτὸν γεγραμμένοις ἡμῖν ἱκανῶς ἐξείργασται καὶ οὐδὲν ἐν τῶι παρόντι μηκύνειν προσήκει περὶ τούτων· ἐπειδὴ δὲ ἐκ τῶν εἰρημένων τήν τε σύμπασαν θεολογίαν πόθεν καὶ ἐκ τίνος παραληψόμεθα καὶ τὴν κατὰ μέρη διωρισμένην ἐκ ποίων διαλόγων εἰς ἓν συνάγειν ἐπιχειρήσομεν περὶ τῶν κοινῶν πρῶτον καὶ διατεινόντων εἰς πάντας τοὺς θείους διακόσμους ἱεροπρεπῶν τοῦ Πλάτωνος δογμάτων διαπραγματευσώμεθα καὶ δείξωμεν ὅτι ἕκαστα παρ' αὐτῶι κατὰ τὴν τελεωτάτην ἐπιστήμην διώρισται. Τὰ γὰρ κοινὰ τῶν ἰδίων πρότερα καὶ γνωριμώτερα κατὰ φύσιν ἐστί. Λαβώμεθα δὴ οὖν πρῶτον τῶν ἐν Νόμοις ἀποδεδειγμένων καὶ θεωρήσωμεν ὅπως ἐκεῖνα τῆς περὶ τῶν θεῶν ἀληθείας ἡγεῖται καὶ ὡς πάντων ἐστὶ πρεσβύτερα τῶν ἄλλων περὶ τοῦ θείου μυστικῶν νοημάτων. Λέγεται δὲ ἄρα καὶ λέγεται παρὰ τοῦ Πλάτωνος ἐν ἐκείνοις τρία ταῦτα τὸ εἶναι τοὺς θεούς τὸ προνοεῖν πάντων τὸ κατὰ δίκην τὰ πάντα ἄγειν καὶ μηδεμίαν ἐκ τῶν χειρόνων εἰσδέχεσθαι παρατροπήν. Ταῦτ' οὖν ὅτι μὲν ἁπάντων ἐστὶ τῶν ἐν θεολογίαι δογμάτων ἀρχοειδέστερα παντὶ καταφανές· τί γὰρ ἢ τῆς ὑπάρξεως τῶν θεῶν ἢ τῆς ἀγαθοειδοῦς προνοίας ἢ τῆς ἀτρέπτου καὶ ἀκλινοῦς δυνάμεώς ἐστιν ἡγεμονικώτερον δι' ὧν καὶ παράγουσι τὰ δεύτερα μονοειδῶς καὶ σώιζουσιν ἀχράντως καὶ πρὸς ἑαυτοὺς ἐπιστρέφουσιν αὐτοὶ δὲ τὰ μὲν ἄλλα διακοσμοῦντες πάσχοντες δὲ ὑπὸ τῶν χειρόνων οὐδὲν οὐδὲ τῆι ποικιλίαι τῶν προνοουμένων συμμεταβάλλοντες; Ὅπως δὲ καὶ κατὰ φύσιν διώρισται μάθοιμεν ἂν εἰ καθ' ἕκαστον αὐτῶν τὴν ἐπιστημονικὴν τοῦ Πλάτωνος ἔφοδον τῶι λογισμῶι περιλαβεῖν ἐπιχειρήσαιμεν καὶ πρὸ τῶν ἄλλων τὸ εἶναι τοῦτο τοὺς θεοὺς ποίοις δή τισιν ἀνελέγκτοις ἐκεῖνος λόγοις κατεδήσατο καὶ ὅσα τούτωι συνήρτηται προβλήματα μετὰ τοῦτο νοήσαιμεν. |