BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ιβ.

Σκοποὶ τῶν ὑποθέσεων τὴν πρὸς

ἀλλήλας αὐτῶν συνέχειαν καὶ τὴν πρὸς τὰ

πράγματα συμφωνίαν δεικνύοντες.

 

Τοῦτο μὲν οὖν ἐνταῦθα κείσθω διὰ πλειόνων ἡμῖν ἀποπεφασμένον ὡς ἀνάγκη τὴν δευτέραν ὑπόθεσιν ἁπάσας μὲν τὰς θείας ἐκφαίνειν διακοσμήσεις ἄνωθεν δὲ ἀπὸ τῶν ἁπλουστάτων καὶ ἑνικωτάτων εἰς τὸ ὅλον πλῆθος τῶν θείων καὶ τὸν σύμπαντα χωρεῖν ἀριθμόν εἰς ὃν κατέληξε τῶν ὄντως ὄντων ἡ τάξις ὑπεστρωμένη μὲν ταῖς ἑνάσι τῶν θεῶν συνδιαιρουμένη δὲ ταῖς ἀρρήτοις αὐτῶν καὶ ἀφράςτοις ἰδιότησιν. Εἰ δὲ ταῦτα ἡμεῖς μὴ ἐξαπατώμενοι συγκεχωρήκαμεν ἐκ ταύτης δήπου τῆς ὑποθέσεως τήν τε τῶν θείων διακόσμων συνέχειαν καὶ τὴν τῶν δευτέρων ἀπὸ τῶν πρώτων πάροδον ληπτέον καὶ τὴν ἰδιότητα τῶν θείων ἁπάντων γενῶν καὶ τίς μὲν αὐτῶν ἡ πρὸς ἄλληλα κοινωνία τίς δὲ ἡ κατὰ μέτρα προϊοῦσα διάκρισις· καὶ τὰς ἐκ τῶν λοιπῶν διαλόγων ἀφορμὰς τῆς περὶ τῶν ὄντως ὄντων ἢ τῶν ἑνάδων τῶν ἐν αὐτοῖς ἀληθείας εἰς τήνδε τὴν ὑπόθεσιν ἀνενεκτέον. Τὰς γὰρ ὅλας προόδους τῶν θεῶν καὶ τὰς παντελεῖς αὐτῶν διακοσμήσεις ἐνταῦθα κατὰ τὴν θεολογικὴν ἐπιστήμην ἐκφαινομένας θεωρήσομεν. Ἐπεὶ γὰρ δέδεικται πρότερον ὅτι τῆς ἐν τοῖς πράγμασιν ἀληθείας στοχάζεται πᾶσα ἡ τοῦ Παρμενίδου πραγματεία καὶ οὐκ ἔστι διὰ κενῆς μεμηχανημένη τῶν λόγων ἀνέλιξις ἀνάγκη δήπου τὰς ἐννέα ταύτας ὑποθέσεις ἃς διέξεισι τῆι μὲν διαλεκτικῆι μεθόδωι χρώμενος ἐπιστήμηι δὲ τῆι θείαι θεωρῶν περὶ πραγμάτων εἶναι καὶ φύσεών τινων πρώτων ἢ μέσων ἢ ἐσχάτων. Εἰ τοίνυν ὁ Παρμενίδης περὶ τοῦ ἑνὸς αὐτῶι τὸν σύμπαντα λόγον ἔσεσθαι συνομολογεῖ καὶ πῶς ἔχει τοῦτο πρός τε αὑτὸ καὶ τὰ ἄλλα πάντα δῆλον ὡς καὶ τούτου ἀναγκαῖον ἄρχεσθαι μὲν τὴν θεωρίαν ἀπὸ τῶν ἀκροτάτων τελευτᾶν δὲ εἰς τὸ ἔσχατον τῶν πάντων· πρόεισι γὰρ ἡ τοῦ ἑνὸς ὕπαρξις ἄνωθεν ἄχρι τῆς ἀμυδροτάτης τῶν πραγμάτων ὑποστάσεως. Ἀλλ' ἐπείπερ ἡ πρωτίστη τῶν ὑποθέσεων τὴν ἀπεριήγητον τῆς πρωτίστης ἀρχῆς ὑπερβολὴν διὰ τῶν ἀποφάσεων ἐπιδείκνυσι καὶ πάσης μὲν οὐσίας αὐτὴν πάσης δὲ γνώσεως ἐξηιρημένην ἀφίησι δῆλον ὡς ἡ μετ' αὐτήν ἅτε προσεχῶς ἀπ' αὐτῆς ἐκφαινομένη τὸν σύμπαντα διάκοσμον ἐκφαίνει τῶν θεῶν. Οὐ γὰρ τὸ νοερὸν αὐτῶν οὐδὲ τὸ οὐσιῶδες μόνον ἀλλὰ καὶ τὸ θεῖον τῆς ὑπάρξεως ἰδίωμα παραλαμβάνει διὰ πάσης τῆς ὑποθέσεως. Τί γὰρ ἄλλο ἐστὶ τὸ ἓν τὸ μετεχόμενον ὑπὸ τοῦ ὄντος ἢ τὸ ἐν ἑκάστωι θεῖον καθ' ὃ καὶ ἥνωται πάντα πρὸς τὸ ἀμέθεκτον ἕν; Ὡς γὰρ τὰ σώματα τῆι ἑαυτῶν ζωῆι συνάπτεται πρὸς τὴν ψυχήν καὶ ὡς αἱ ψυχαὶ τῶι ἑαυτῶν νοητικῶι πρὸς τὸν ὅλον νοῦν ἀνατείνονται καὶ τὴν πρωτίστην νόησιν οὕτω δήπου καὶ τὰ ὄντως ὄντα τῶι ἑαυτῶν ἑνὶ πρὸς τὴν ἐξηιρημένην ἕνωσιν ἀνῆκται καὶ ταύτηι τῆς πρωτίστης αἰτίας ἐστὶν ἀνεκφοίτητα. Ἐπεὶ δὲ ἄρχεται μὲν ἀπὸ τοῦ ἑνὸς ὄντος ἡ ὑπόθεσις αὕτη καὶ τὴν ἀκρότητα τῶν νοητῶν πρώτην ἀπὸ τοῦ ἑνὸς ὑφίςτησι καταλήγει δὲ εἰς τὴν τοῦ χρόνου μετέχουσαν οὐσίαν καὶ τὰς θείας ψυχὰς ἐπ' ἐσχάτοις τῶν θείων διακόσμων παράγει τὴν τρίτην ἀναγκαῖον πάντως τὸ τῶν μερικῶν ψυχῶν πλῆθος ἅπαν καὶ τὰς ἐν αὐταῖς διαφορὰς τοῖς ποικίλοις συμπεράσμασιν ἐπιδεικνύναι. Καὶ μέχρι τούτων ἡ χωριστὴ καὶ ἀσώματος ὑπόστασις προελήλυθε. Μετὰ δὲ ταύτην ἡ μεριστὴ περὶ τὰ σώματα καὶ τῆς ὕλης ἀχώριστος ἣν ἡ τετάρτη παραδίδωσιν ἄνωθεν ἀπὸ τῶν θεῶν ἠρτημένην. ἡ Τελευταία δὲ ἡ τῆς ὕλης πρόοδος εἴτε μιᾶς εἴτε ποικίλης οὔσης ἣν ἡ πέμπτη διὰ τῶν ἀποφάσεων κατὰ τὴν πρὸς τὸ πρῶτον αὐτῆς ἀνόμοιον ὁμοιότητα δείκνυσιν. Ἀλλ' οὗ μὲν αἱ ἀποφάσεις στερήσεις εἰσίν οὗ δὲ αἰτίαι τῶν γενομένων ἁπάντων ἐξηιρημέναι. Καί ὃ πάντων ἐστὶ θαυμαστότατον αἱ μὲν ἄκραι μόνως ἀποφατικαί ἀλλ' ἡ μὲν καθ' ὑπεροχὴν ἡ δὲ κατὰ ἔλλειψιν· τῶν δὲ ὑπ' αὐτὰς ἑκατέρα καταφατική ἀλλ' ἡ μὲν παραδειγματικῶς ἡ δὲ εἰκονικῶς· ἡ δὲ μέση τῆι ψυχικῆι τάξει προσήκουσα·σύγκειται μὲν γὰρ ἐκ καταφατικῶν καὶ ἀποφατικῶν συμπερασμάτων ἔχει δὲ συστοίχους ταῖς καταφάσεσι τὰς ἀποφάσεις καὶ οὔτε ὡς τὰ ἄλλα πεπλήθυσται μόνον καὶ ἐπεισοδιῶδες ἔχει τὸ ἓν οὔτε ὡς τὰ πρὸ αὐτῆς ὑπερανενήνεκται τῆς οὐσίας τὸ ἕν ἀλλ' ἓν μέν ἐστιν ἔτι τὸ ἐν αὐτῆι προτεινόμενον ἕν κινήσει δὲ καὶ πληθυσμῶι τὸ ἓν τοῦτο καὶ οἷον ὑπὸ τῆς οὐσίας καταπινόμενον προελήλυθεν. Αἱ μὲν οὖν τὰ ὄντα πάντα τά τε χωριστὰ καὶ τὰ ἀχώριστα καὶ τὰς αἰτίας τῶν ὅλων τάς τε ἐξηιρημένας καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν οὔσας ἐκφαίνουσαι κατὰ τὴν ὕπαρξιν τοῦ ἑνός εἰσι τοιαίδε τινὲς ὑποθέσεις. Ἄλλαι δὲ πρὸς ταύταις τέτταρες αἳ τὸ ἓν ἀνελοῦσαι πάντα ἐκποδὼν φαίνουσι τὰ ὄντα καὶ γινόμενα καὶ οὐδὲν ἔτι οὐδαμοῦ ὄν ἵνα δὴ καὶ τοῦ εἶναι καὶ τοῦ σώιζεσθαι τὸ ἓν αἴτιον ἀποδειχθῆι καὶ δι' ἐκεῖνο πάντα τὰ ὄντα μετέχηι τῆς τοῦ ὄντος φύσεως καὶ πρὸς ἐκεῖνο τὴν ὕπαρξιν ἕκαστον ἀνηρτημένην ἔχηι. Καὶ ὡς συλλήβδην εἰπεῖν τοῦτο διὰ πάντων συλλογιζόμεθα τῶν ὄντων ὡς εἴτε ἔστι τὸ ἕν τὰ πάντα ἐστὶν ἄχρι καὶ τῆς ἐσχάτης ὑποστάσεως εἴτε μὴ ἔστι τὸ ἕν οὐδέν ἐστι τῶν ὄντων. Αἴτιον ἄρα καὶ τὸ ὑποστατικὸν καὶ σωστικὸν τῶν ὄντων ἁπάντων τὸ ἕν ὃ καὶ ὁ Παρμενίδης ἐπὶ τέλει τοῦ διαλόγου συνήγαγεν.