BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ια.

Ἀποδείξεις πλείους περὶ τῶν τῆς δευτέρας

ὑποθέσεως συμπερασμάτων καὶ τῆς κατὰ τὰς

θείας τάξεις αὐτῆς διαιρέσεως.

 

Πάλιν δὴ οὖν αὐτὸ καθ' ἑτέραν ὁδὸν περικρούσωμεν καὶ ὅπηι σαθρὸν φθέγγεται τῆι διανοίαι θεωρήσωμεν. Λεγέσθω γὰρ εἰ βούλει τὰ τῆς ὑποθέσεως ταύτης συμπεράςματα περὶ τοῦ ὄντως ὄντος καὶ συγκεχωρήσθω παρ' ἡμῶν τὴν πρώτην. Ἀλλ' ἐπειδὴ τοῦτο πλῆθός ἐστι καὶ οὐχ ἓν αὐτὸ μόνον ὥσπερ τὸ πρὸ τῶν ὄντων ἕν τὸ γὰρ ὂν πεπονθός ἐστι τὸ ἕν ὥσπερ καὶ ὁ Ἐλεάτης ξένος ἡμᾶς ἐν Σοφιστῆι περὶ τούτων ἀνεδίδαξε καὶ παρ' αὐτοῖς εἴωθε θρυλλεῖσθαι τὸ μὲν πρῶτον ἓν τιθεμένοις τὸν δὲ νοῦν ἓν πολλά τὴν δὲ ψυχὴν ἓν καὶ πολλά τὰ δὲ σώματα πολλὰ καὶ ἕν ἐπειδὴ τοίνυν τὸ μὲν μυριόλεκτον τοῦτο μετὰ τῆς ἑνώσεως καὶ πλῆθός ἐστιν ἐν τῶι ὄντως ὄντι πότερον τῶι μὲν ὅλωι ταῦτα φήσουσιν ἐφαρμόζειν τοῖς δὲ μέρεσιν οὐκέτι τοῦ ὄντος ἢ καὶ τῶι ὅλωι καὶ τοῖς μέρεσι; Καὶ εἰ τῶι ὅλωι καὶ τοῖς μέρεσι πάλιν αὐτοὺς ἐρησόμεθα πότερον ἑκάστωι πάντα τῶν τοῦ ὄντος μερῶν ἀποδώσουσιν ἢ τὰ μὲν ἄλλοις διανεμοῦσι τὰ δὲ ἄλλοις τῶν ἐν αὐτῶι μερῶν. Εἰ μὲν τοίνυν τῶι ὅλωι μόνον ἀξιώσουσιν ἕκαστον προσαρμόττειν τὸ ὂν ἐξ οὐκ ὄντων ἔσται καὶ τὸ κινούμενον ἐξ ἀκινήτων καὶ τὸ ἑστὼς ἐκ τῶν ἐστερημένων τῆς στάσεως καὶ πάντα ἁπλῶς ἐκ τῶν ἀντικειμένων καὶ οὐκ ἂν ἔτι τῶι Παρμενίδου λόγωι συνάιδοιμεν ὃς καὶ τὰ μέρη τοῦ ἑνὸς ὄντος ὅλα πως εἶναί φησι καὶ ἕκαστον αὐτῶν ἕν τε καὶ ὂν ὑπάρχειν τῶι ὅλωι παραπλησίως. Εἰ δὲ ἑκάστωι τὰ πάντα δώσομεν καὶ οὐδὲν ὅτι μὴ πάντα ποιήσομεν πῶς τὸ ἀκρότατον τοῦ ὄντος καὶ τὸ ἑνικώτατον ὁλότητα καὶ μερῶν ἕξει πλῆθος ἀπερίληπτον; Πῶς δὲ ὁμοῦ καὶ ἀριθμὸν τὸν ὅλον καὶ σχῆμα καὶ κίνησιν καὶ στάσιν καί ὡς συνελόντι φάναι τὰ εἴδη πάντα καὶ τὰ γένη; Ταῦτα γὰρ διαφέρει τε ἀλλήλων καὶ ἀδύνατα λέγειν. Ἔσται δὴ οὖν ἡμῖν ὁμοίως πεπληθυσμένα τά τε ἐγγὺς τοῦ ἑνὸς καὶ τὰ πόρρω καὶ οὐ παρ' ἔλαττον πλῆθος τοῦ ἐσχάτου τὸ πρώτιστον οὐδὲ αὖ παρ' ἔλαττον ἓν ἔσται τοῦ πρωτίστου τὸ ἔσχατον καὶ τὰ μέσα τῶν ἄκρων κατὰ τὴν διαίρεσιν ἀδιάφορα. Ὅτε τοίνυν μήτε τῶι ὅλωι μόνωι ἀποδιδόναι προσήκει τῶν συμπερασμάτων τὸ σύμπαν τοῦτο πλῆθος μήτε ἐν πᾶσι πάντα παραπλησίως ποιεῖν τῶν τοῦ ὄντος μερῶν λείπεται δήπου τὰ μὲν ἄλλοις τὰ δὲ ἄλλοις ἐφαρμόζειν. Οὐκοῦν ἀναγκαῖον ἢ ἄτακτον εἶναι τὴν τῶν συμπεραςμάτων ἀπαρίθμησιν ἢ τεταγμένην· ἀλλ' εἰ μὲν ἄτακτον φήσουσιν οὔτε τῆι διαλεκτικῆι προσήκοντα λόγον ἐροῦσιν οὔτε τῶι τρόπωι τῶν ἀποδείξεων ἐκ τῶν προτέρων ἀεὶ τοῖς δευτέροις διδόντι τὴν γέννησιν οὔτε τῆι τοῦ Πλάτωνος ἐπιστήμηι πανταχοῦ συνοδεύοντος τῆι τάξει τῶν πραγμάτων· εἰ δὲ τεταγμένην ἀναγκαῖον οἶμαι πάντως ἢ ἀπὸ τῶν πρώτων ἄρχεσθαι κατὰ φύσιν ἢ ἀπὸ τῶν ἐσχάτων· ἀλλ' εἰ μὲν ἀπὸ τῶν ἐσχάτων ἔσται τὸ μὲν ἓν ὂν ἔσχατον τὸ δὲ κατὰ χρόνον κινούμενον πρώτιστον. Τοῦτο μὴν ἀδύνατον· τὸ μὲν γὰρ χρόνου μετέχον καὶ τοῦ ἑνὸς ὄντος πολλῶι πρότερον ἀνάγκη μετέχειν τὸ δὲ τοῦ ἑνὸς ὄντος μετειληφὸς οὐκ ἀνάγκη καὶ τοῦ χρόνου μετέχειν· ἐπέκεινα ἄρα τοῦ χρόνου τὸ ἓν ὄν ἐστιν. Εἰ τοίνυν ἄρχεται μὲν ἀπὸ τοῦ ἑνὸς ὄντος καταλήγει δὲ εἰς τὸ τοῦ χρόνου μετέχον ἄνωθεν κἀκ τῶν πρωτίστων ἄχρι τῶν ἐσχάτων πρόεισι τοῦ ὄντως ὄντος μερῶν· ὥστε τὰ μὲν πρώτιστα τῶν συμπερασμάτων ἐπὶ τὰς πρωτίστας ἀνενεκτέον τάξεις τὰ δὲ μέσα κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τὰς μέσας τὸ δὲ ἔσχατον δῆλον ὡς ἐπὶ τὰς ἐσχάτας ἐπείπερ ἀναγκαῖον ὡς ὁ λόγος ἀπέφηνεν ἄλλα μὲν ἄλλαις διανέμειν καὶ ἄρχεσθαι ἀπὸ τῶν ἀκροτάτων τὴν τοιαύτην διανομήν. Καὶ μὴν καὶ ἡ τῶν ὑποθέσεων τάξις ἱκανόν οἶμαι τεκμήριόν ἐστιν ὧν λέγομεν· ἡ μὲν γὰρ περὶ τοῦ ἑνὸς ὃ πλήθους ἐστὶ παντὸς ἐξηιρημένον πρωτίστην ἔλαχε τάξιν καὶ ἀπ' αὐτῆς ἡ τῶν λόγων ἁπάντων ἀνέλιξις ὥρμηται δευτέραν δὲ ἄρα μετὰ ταύτην ἡ περὶ τῶν ὄντως ὄντων καὶ τῆς μετεχομένης ὑπὸ τούτων ἑνάδος τρίτην δὲ ἐφεξῆς ἡ περὶ τῆς ψυχῆς εἴτ' οὖν ἁπάσης εἴτε καὶ μή· καὶ γὰρ τοῦτο παγκάλως τῶι ἡμετέρωι καθηγεμόνι δέδεικται καὶ ὡς προείληπται ὁ περὶ τῶν ὅλων ψυχῶν λόγος κατὰ τὴν δευτέραν ὑπόθεσιν. Εἰ τοίνυν κατὰ τὴν τῶν πραγμάτων φύσιν ἡ τῶν τριῶν τούτων ὑποθέσεων τάξις προελήλυθε δῆλον ὅτι τὰ μὲν πρῶτα τῆς δευτέρας τῆι πρὸ αὐτῆς συμφυόμενα τὰ δὲ ἔσχατα τῆι μετ' αὐτήν. Καὶ τί γὰρ ἂν φανείη τοῖς μὴ παντάπασι τῶν τοιούτων λόγων ἀπείροις ἢ τοῦ ἑνὸς ὄντος ὃ πρῶτον ἐκφαίνεται τῶν τῆς δευτέρας συμπερασμάτων τῶι ἑνὶ συγγενέστερον ἢ τοῦ χρόνου μεριστῶς μετέχοντος ὃ τῶν ἐν αὐτῆι δεικνυμένων ἐστὶν ἔσχατον τῆι ψυχῆι προσεχέστερον; Καὶ γὰρ ταῖς μερικαῖς ψυχαῖς τὸ ζῆν κατὰ χρόνον ὥσπερ καὶ ταῖς ὅλαις καὶ τὸ ἓν ὂν τὸ πρώτως ἐστὶ μετασχὸν τοῦ ἑνὸς καὶ τῆι τοῦ ὄντος συναρτήσει τῆς ἀμεθέκτου πλεονάσαν ἑνάδος. Εἰ δὲ μέσης οὔσης ταύτης τῆς ὑποθέσεως τὰ ἄκρα τοῖς ἄκροις οἰκεῖα καὶ τὰ μέσα δήπου τοῖς μέσοις ἐφαρμόσομεν· ἀρχομένη γὰρ ἀπὸ τοῦ ἑνὸς ὄντος διὰ πάντων πρόεισι τῶν μετ' αὐτὸ γενῶν ἄχρις ἂν εἰς τὴν τοῦ χρόνου μετέχουσαν καταλήξηι φύσιν. Καὶ μὲν δὴ καὶ ἐκ τῶν κοινῶν ὁμολογημάτων τοῖς τὰ θεῖα δεινοῖς τῶν τὰ Πλάτωνος ἐξηγουμένων ἡγούμεθα τὸ αὐτὸ δεικνύναι τοῖς ἔμπροσθεν εἰρημένοις. Πλωτῖνος μὲν γὰρ ἐν τῶι Περὶ τῶν ἀριθμῶν βιβλίωι ζητήσας πότερον τὰ ὄντα πρὸ τῶν ἀριθμῶν ὑφέστηκεν ἢ πρὸ τῶν ὄντων οἱ ἀριθμοί λέγει διαρρήδην ὅτι τὸ πρώτιστον ὂν πρὸ τῶν ἀριθμῶν ὑπέστη καὶ ὡς γεννᾶι τὸν θεῖον ἀριθμόν. Εἰ δὲ ταῦτα ἐκεῖνος ὀρθῶς διατάττεται καὶ γεννητικὸν μέν ἐστι τὸ ὂν τοῦ ἀριθμοῦ τοῦ πρώτου παράγεται δὲ ὁ ἀριθμὸς ὑπὸ τοῦ ὄντος οὐ δεῖ συγχεῖν τὴν τάξιν τῶν γενῶν τούτων οὐδὲ εἰς μίαν ὑπόστασιν συνάγειν οὐδὲ τοῦ Πλάτωνος ἰδίαι μὲν τὸ ἓν ὂν παράγοντος ἰδίαι δὲ τὸν ἀριθμόν ἑκάτερον τῶν συμπερασμάτων εἰς τὴν αὐτὴν τάξιν ἀναφέρειν· τὸ γὰρ αἴτιον καὶ τὸ αἰτιατὸν οὐδαμῶς θέμις ἢ δύναμιν τὴν αὐτὴν ἢ τάξιν ἔχειν ἀλλὰ διώρισται μὲν ταῦτα ἀπ' ἀλλήλων διακέκριται δὲ καὶ ἡ περὶ αὐτῶν ἐπιστήμη καὶ οὔτε μία φύσις αὐτῶν οὔτε λόγος εἷς. Πορφύριος δὲ αὖ μετὰ τοῦτον ἐν τῆι Περὶ ἀρχῶν πραγματείαι τὸν νοῦν εἶναι μὲν αἰώνιον ἐν πολλοῖς καὶ καλοῖς ἀποδείκνυσι λόγοις ἔχειν δὲ ὅμως ἐν ἑαυτῶι καὶ προαιώνιόν τι· καὶ τὸ μὲν προαιώνιον τοῦ νοῦ τῶι ἑνὶ συνάπτειν ἐκεῖνο γὰρ ἦν ἐπέκεινα παντὸς αἰῶνος τὸ δὲ αἰώνιον δευτέραν ἔχειν μᾶλλον δὲ τρίτην ἐν ἐκείνωι τάξιν· δεῖ γάρ οἶμαι τοῦ προαιωνίου καὶ τοῦ αἰωνίου τὸν αἰῶνα μέσον ἱδρῦσθαι. Ἀλλὰ μήπω τοῦτο· τοσόνδε δὲ ὅμως ἐκ τῶν εἰρημένων λάβωμεν ὅτι δὴ καὶ ὁ νοῦς ἔχει τι κρεῖττον ἐν ἑαυτῶι τοῦ αἰωνίου· καὶ τοῦτο λαβόντες ἐρώμεθα τὸν τοῦ λόγου πατέρα πότερον καὶ τοῦτο οὐ μόνον ἓν ὄν ἐστιν ἀλλὰ καὶ ὅλον καὶ μέρη καὶ πλῆθος πᾶν καὶ ἀριθμὸς καὶ σχῆμα καὶ κινούμενον καὶ ἑστώς ἢ τὰ μὲν αὐτῶι τῶν συμπερασμάτων προσοίσομεν τὰ δὲ οὔ. Πάντα μὲν γὰρ ἀδύνατον· πᾶσα γὰρ νοερὰ κίνησις ἐν αἰῶνι καὶ στάσις ὡσαύτως· εἰ δὲ τὰ μέν τὰ δ' οὔ δῆλον ὅτι καὶ τὰς ἄλλας ἐν τῶι νῶι τάξεις διερευνητέον καὶ τῶν συμπερασμάτων ἕκαστον ἀνενεκτέον ἐπ' ἐκείνην ἧι ἂν μάλιστα φαίνηται προσῆκον· ὁ γὰρ νοῦς οὐχ ἕν ἐστιν ἀριθμῶι καὶ ἄτομον ὥς πού τισι τῶν παλαιῶν δοκεῖ ἀλλὰ σύμπασαν περιέχει τὴν τοῦ ἑνὸς ὄντος πρόοδον. Ἐκ τρίτων δὴ οὖν ἡμῖν μετὰ τούτους ὁ θεῖος Ἰάμβλιχος ἐν τῆι Περὶ θεῶν πραγματείαι τοὺς τὰ γένη τοῦ ὄντος ἐν τοῖς νοητοῖς ἀποτιθεμένους ἠιτιάσατο· καὶ γὰρ τὸν ἀριθμὸν αὐτῶν καὶ τὴν ποικιλίαν πορρωτέρω βεβλῆσθαι τοῦ ἑνός. Ποῦ τοίνυν ταῦτα πρώτως ὑποτίθεσθαι προσήκει διδάσκων ἐπήνεγκε· πρὸς γὰρ τῶι τέλει τῆς νοερᾶς τάξεως ὑπὸ τῶν ἐκεῖ θεῶν ταῦτα παράγεται. Πῶς μὲν οὖν τὰ γένη τοῦ ὄντος καὶ ἔστιν ἐν ἐκείνοις καὶ οὐκ ἔστιν ἐν τοῖς ὕστερον ἔσται καταφανές. Εἰ δ' ὥσπερ ἐκεῖνος διατάττεται τὰ νοητὰ τῶν γενῶν τούτων ἐξήιρηται πολλῶι δήπου μᾶλλον καὶ ὁμοιότητος καὶ ἀνομοιότητος καὶ ἰσότητος καὶ ἀνισότητοσ. Οὐκ ἄρα ἦν ἕκαστον τῶν συμπερασμάτων ἅπασιν ὡσαύτως ἐφαρμόζειν οὐδὲ ἐπὶ πᾶν τὸ νοητὸν πλάτος ἢ νοερὸν ἀναπέμπειν. Ὥστε καὶ ἐξ ὧν εἰρήκασιν ἰδίαι φιλοσοφοῦντες οἱ τῶν ἐξηγητῶν ἄριστοι τό τε πλῆθος ἀναφαίνεται τῶν θείων διακόσμων καὶ ἡ τῶν Πλατωνικῶν λόγων κατ' ἄρθρα προϊοῦσα διάκρισις. Πρὸς δὲ τοῖς εἰρημένοις εἰ χρὴ καὶ τοῦτο φάναι περὶ πολλῶν διαποροῦντες οὐκ ἂν ἔχοιμεν αἰτίαν εὔλογον οὐδεμίαν τῶν ἀπορημάτων εἰπεῖν ἀλλὰ λήσομεν ἡμᾶς αὐτοὺς τὸ εἰκῆι καὶ μάτην ἐπὶ τὴν τοῦ Πλάτωνος πραγματείαν ἀναφέροντες. Πρῶτον γὰρ διὰ τί τοσαῦτα μόνα συμπεράσματα καὶ οὔτε πλείω οὔτε ἐλάττω; Ἔστι μὲν γὰρ δὶς ἑπτὰ τὰ σύμπαντα· τοσούτων δὲ ὄντων τίς ὁ τῆς αἰτίας ἀπολογισμὸς εἰπεῖν οὐχ ἕξομεν μὴ τοῖς πράγμασιν αὐτοῖς τοὺς λόγους ἑκάστους συνδιαιροῦντες. Δεύτερον δὲ οὐδὲ τῆς πρὸς ἄλληλα τάξεως αὐτῶν τὴν αἰτίαν ἀνευρεῖν δυνησόμεθα καὶ πῶς τὰ μὲν πρότερα τὰ δὲ ὕστερα κατὰ λόγον ἐτάχθη τὸν τῆς ἐπιστήμης εἰ μὴ τῆι προόδωι τῶν ὄντων συνοδεύοι τῶν συμπερασμάτων ἡ τάξις. Τὸ δὲ αὖ τρίτον ἐπὶ τούτοις τί δήποτε τὰ μὲν ἐκ τῶν προσεχῶς ἀποδεδειγμένων γνώριμα γίνεται τὰ δὲ ἐκ τῶν ἀνωτέρω; Τὸ μὲν γὰρ ὅλον εἶναι καὶ μέρη ἔχειν ἐκ τοῦ ἑνὸς ὄντος τὸ δὲ ἐν αὐτῶι καὶ ἐν ἄλλωι τέτακται μὲν προσεχῶς μετὰ τὸ σχῆμα ἔχον δείκνυται δὲ ἔκ τε τοῦ ὅλου καὶ τῶν μερῶν. Ἢ διὰ τί πολλάκις τὰ μὲν ἐκ δύο τῶν πρότερον δεδειγμένων πρόεισι τὰ δὲ ἐξ ἑνός; Ἕκαστα γὰρ τούτων ἀγνοήσομεν καὶ οὔτε τὸν ἀριθμὸν αὐτῶν οὔτε τὴν τάξιν οὔτε τὴν πρὸς ἄλληλα συγγένειαν μετ' ἐπιστήμης θεωρήσομεν εἰ μὴ τοῖς πράγμασιν ἑπόμενοι κόσμον διαλεκτικὸν ἀποφήναιμεν τὴν ὅλην ταύτην ὑπόθεσιν ἄνωθεν ἄχρι τῆς ἀποπερατώσεως τοῦ ἑνὸς ὄντος προερχομένην διὰ πάντων τῶν μέσων γενῶν. Ἔτι τοίνυν εἰ μὲν συλλογιστικῶς μόνον τὰ σύμπαντα συμπεράσματα δείκνυσθαι λέγοιμεν τί διοίσομεν τῶν τὰς ἐπιχειρήσεις ἐνδόξους ποιούντων καὶ πρὸς γυμνασίαν ψιλὴν τὴν ὅλην πραγματείαν ἀποβλέπειν λεγόντων; Εἰ δὲ μὴ μόνον συλλογιστικῶς ἀλλὰ καὶ ἀποδεικτικῶς ἀνάγκη δήπου τὸ μέσον αἴτιον εἶναι καὶ τῆι φύσει πρότερον τοῦ συμπεράσματος. Ὅτε τοίνυν τὰ τῶν ἡγουμένων λόγων συμπεράσματα μέσα ποιούμεθα τῶν ἑπομένων ἔσται δήπου καὶ τὰ πράγματα περὶ ὧν οἱ λόγοι τὴν ὁμοίαν ἔχοντα κατὰ τὸ εἶναι τάξιν καὶ τὰ γεννήματα τῶν ὑποκειμένων ἔσται αἴτια καὶ γεννητικὰ τῶν δευτέρων. Εἰ δὲ τοῦτο πῶς τὴν αὐτὴν ἰδιότητα καὶ φύσιν ἁπάντων εἶναι συγχωρήσομεν; Διώρισται γὰρ ἀπ' ἀλλήλων αἰτία καὶ τὸ ἀπ' αἰτίας γινόμενον. Ἀλλὰ μὴν κἀκεῖνο συμβαίνει τοῖς λέγουσι μίαν εἶναι τὴν ἐν ἅπασι τοῖς λόγοις ἐξεταζομένην φύσιν τὸ μὴ διορᾶν ὅπως ἐν μὲν τοῖς τρισὶ τοῖς πρώτοις συμπεράσμασιν ἀδιάκριτον μένει τοῦ ὄντος τὸ ἕν ἐν δὲ τῶι τετάρτωι διακρίνεται πρώτως ἐν δὲ τοῖς ἑξῆς ἅπασι χωρὶς τοῦ ὄντος αὐτὸ καθ' ἑαυτὸ θεωρούμενον ἐξήτασται. Πῶς οὖν οὐκ ἀνάγκη τὰς τάξεις ταύτας διαφέρειν ἀλλήλων; Τὸ μὲν γὰρ ἀδιάκριτον ἅτε κρυφίως ὂν καὶ ἀδιαιρέτως συγγενέστερόν ἐστι πρὸς τὸ ἕν τὸ δὲ διακρινόμενον δευτέραν ἔχει μετὰ τοῦτο τάξιν τὸ δὲ διακεκριμένον πορρώτερον ἤδη προελήλυθεν ἀπὸ τῆς πρωτίστης. Εἰ δὲ καὶ τὸ πλῆθος τῶν λόγων ἀνασκέψασθαι καὶ τὸ τῆς ὑποθέσεως μῆκος ἐθέλοις ὁπόσωι διαφέρει τῆς μετ' αὐτήν οὐδὲ ταύτηι σοι φανεῖται περὶ μιᾶς εἶναι φύσεως αὐτὴν καὶ ἀδιακρίτου παντελῶς. Οἱ γὰρ περὶ τῶν θείων λόγοι συνήιρηνται μὲν ἐν τοῖς ἀρχηγικωτέροις αἰτίοις διότι τὸ κρύφιον ἐκείνων τοῦ φανοῦ καὶ τὸ ἄρρητον τοῦ γνωστοῦ πλεονάζει πληθύονται δὲ καὶ ἀνελίττονται προϊόντες ἐπὶ τὰς προσεχεστέρας ἡμῖν τῶν θείων διακοσμήσεις. Τὰ μὲν γὰρ τοῦ ἀρρήτου καὶ ἀγνώστου καὶ ἐν ἀβάτοις ἐξηιρημένου συγγενῆ πρὸς τὴν διὰ λόγων μήνυσιν ἀλλοτριωτέραν ἔλαχε τὴν ὕπαρξιν τὰ δὲ εἰς τὸ πρόσω προεληλυθότα καὶ ἡμῖν γνωριμώτερα καὶ τῆι φαντασίαι καταφανέστερα τῶν πρὸ αὐτῶν ἐστί.