BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ιε.

Πῶς ἀποδέδεικται τῶν θεῶν

ἡ πρόνοια ἐν Νόμοις καὶ τίς ὁ τρόπος τῆς

προνοίας αὐτῶν ἐστὶ κατὰ Πλάτωνα.

 

Ταῦτα μὲν οὖν κἀν τοῖς ὕστερον δι' ἀκριβείας θεωρήσομεν· ἐπὶ δὲ τὸ δεύτερον τραπώμεθα τῶν ἐν Νόμοις ἀποδεδειγμένων τὸ τοὺς θεοὺς προνοεῖν τῶν τε ὅλων ὁμοῦ καὶ τῶν μερῶν καὶ τίνα περὶ τῆς προνοίας τῶν θεῶν ἀνέλεγκτον ἔννοιαν ὁ Πλάτων ἡμῖν παραδίδωσι τῶι λογισμῶι συνέλωμεν. Οὐκοῦν ἐκ τῶν προειρημένων παντὶ καταφανὲς ὅτι θεοὶ κινήσεως αἴτιοι πάντες ὄντες οἱ μὲν οὐσιώδεις καὶ ζωτικοὶ κατὰ τὴν αὐτοκίνητον καὶ αὐτόζωον καὶ αὐτενέργητον δύναμιν οἱ δὲ νοεροὶ καὶ αὐτῶι τῶι εἶναι τὰ δεύτερα πάντα πρὸς τὴν τελειότητα τῆς ζωῆς ἀνεγείροντες κατὰ τὴν πηγήν τε καὶ ἀρχὴν πασῶν τῶν δευτέρων τε καὶ τρίτων τῆς κινήσεως προόδων οἱ δὲ ἑνιαῖοι καὶ πάντα τὰ ὅλα γένη ταῖς ἑαυτῶν μεθέξεσιν ἐκθεοῦντες κατὰ τὴν πρωτουργὸν καὶ παντελῆ καὶ ἄγνωστον τῆς ἐνεργείας δύναμιν οὐ τῆσδε μέν εἰσιν ἡγεμόνες τῆς κινήσεως τῆς δὲ ἄλλοις ἀφεῖσαν τὴν ἀρχήν οὐδ' αὖ τὴν μὲν κατὰ τόπον ἢ κατὰ ποιότητα κίνησιν χορηγοῦσι τοῖς δευτέροις τὴν δὲ κατ' οὐσίαν ἢ κατὰ ποσότητα παρ' ἑαυτῶν ἔχει τὰ τῆιδε. Πᾶν γὰρ τὸ τῆς οὐσίας αἴτιον ἑαυτῶι πολλῶι πρότερόν ἐστι καὶ τῶν ἐνεργειῶν τῶν οἰκείων καὶ τῆς τελειότητος αἴτιον. Ἔτι τὸ αὐτοκίνητον πᾶσίν ἐστιν ἀρχὴ κινήσεως καὶ τὸ εἶναι τοῖς ἐν τῶι κόσμωι πᾶσι καὶ τὸ ζῆν ἀπὸ ψυχῆς καὶ οὐχ ἡ τοπικὴ μόνον οὐδὲ αἱ ἄλλαι κινήσεις ἀλλὰ καὶ ἡ εἰς τὸ εἶναι πάροδος ἀπὸ ταύτης καὶ πολλῶι πρότερον ἐκ τῆς νοερᾶς οὐσίας ἣ καὶ τὴν τῶν αὐτοκινήτων ζωὴν εἰς ἑαυτὴν ἀνεδήσατο καὶ προηγεῖται κατ' αἰτίαν ἁπάσης χρονικῆς ἐνεργείας καὶ ἔτι μειζόνως ἐκ τῆς ἑνιαίας ὑπάρξεως ἣ καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν συνέχει καὶ πληροῖ τῶν ὅλων ἀγαθῶν καὶ πρόεισιν ἄχρι τῶν ἐσχάτων. Ζωῆς μὲν γὰρ οὐ πάντα τὰ τοῦ κόσμου μέρη μετέχειν δυνατὸν οὐδὲ νοῦ καὶ τῆς γνωστικῆς δυνάμεως τοῦ δὲ ἑνὸς πάντα μετείληχεν ἄχρι τῆς ὕλης τά τε ὅλα καὶ τὰ μέρη τά τε κατὰ φύσιν καὶ τὰ τούτοις ἐναντία καὶ οὐδέν ἐστιν ἄμοιρον τῆς τοιαύτης αἰτίας οὐδ' ἂν τοῦ ὄντος μετάσχοι τί ποτε τοῦ ἑνὸς ἐστερημένον. Εἰ τοίνυν πάντα μὲν παράγουσιν οἱ θεοί πάντα δὲ συνέχουσι ταῖς ἑαυτῶν ἀγνώστοις περιοχαῖς τίς μηχανὴ μὴ οὐχὶ καὶ πρόνοιαν εἶναι τῶν πάντων ἐν αὐτοῖς διήκουσαν ἄνωθεν ἄχρι τῶν μερικωτάτων; Τὰ γὰρ ἔκγονα πανταχοῦ προσήκει τῆς τῶν αἰτίων ἀπολαύειν κηδεμονίας· τὰ δὲ ἑτεροκίνητα πάντα τῶν αὐτοκινήτων ἔκγονα καὶ τὰ κατὰ χρόνον ἢ τὸν ὅλον ἢ τὸν τοῦδε μερικώτερον ὑφιστάμενα τῶν αἰωνίων ἐστὶν ἀποτελέσματα διότι τὸ ἀεὶ ὂν τοῦ ποτὲ ὄντος αἴτιον καὶ τὰ θεῖα καὶ ἑνιαῖα γένη τῶν πεπληθυςμένων ἁπάντων ὑποστατικὰ προϋπάρχει καὶ οὐδέν ἐστιν ὅλως οὐσιῶν ἢ δυνάμεων πλῆθος ὃ μὴ τὴν γένεσιν ἐκ τοῦ ἑνὸς ἔλαχε. Ταῦτα τοίνυν πάντα καὶ τῆς προνοίας ἀνάγκη τυγχάνειν τῶν προηγουμένων αἰτίων ζωοποιούμενα μὲν ἐκ τῶν ψυχικῶν θεῶν καὶ κατὰ τὰς χρονικὰς περιόδους ἀνακυκλούμενα τοῦ δὲ εἶναι καὶ τῆς οὐσίας ἐκ τῶν νοερῶν ἀποπληρούμενα καὶ ταὐτότητος ὁμοῦ καὶ τῆς μονίμου τῶν εἰδῶν καταστάσεως μεταλαγχάνοντα τῆς δὲ ἑνώσεως καὶ τοῦ μέτρου καὶ τῆς τοῦ ἀγαθοῦ διανομῆς ἐκ τῶν πρωτίστων θεῶν καταδεχόμενα τὴν εἰς αὐτὰ παρουσίαν. Ἀνάγκη τοίνυν ἢ γινώσκειν τοὺς θεοὺς ὅτι κατὰ φύσιν ἐστὶν αὐτοῖς ἡ τῶν οἰκείων γεννημάτων πρόνοια καὶ τὸ μὴ μόνον ὑφιστάνειν τὰ δεύτερα καὶ ζωὴν χορηγεῖν καὶ οὐσίαν καὶ ἕνωσιν ἀλλὰ καὶ τῶν ἀγαθῶν τῶν ἐν τούτοις προειληφέναι τὴν πρωτουργὸν αἰτίαν ἢ τὸ προσῆκον αὐτοὺς θεοὺς ὄντας ὃ μηδὲ θέμις εἰπεῖν ἀγνοεῖν. Ποία γὰρ ἄγνοια τῶν καλῶν παρὰ τοῖς τῆς καλλονῆς αἰτίοις ἢ τῶν ἀγαθῶν παρὰ τοῖς ἐν τῆι τοῦ ἀγαθοῦ φύσει τὴν ὕπαρξιν ἀφωριςμένην λαχοῦσιν; Ἀλλ' εἰ μὲν ἀγνοοῦσιν οὔτε κατὰ νοῦν αἱ ψυχαὶ ποδηγοῦσι τὸ πᾶν οὔτε νόες εἰσὶν ἐπιβατεύοντες ταῖς ψυχαῖς οὔτε πρὸ τούτων αἱ τῶν θεῶν ἑνάδες τὰς ἁπάσας γνώσεις ἐν αὐτοῖς συνηιρήκασιν ἃ δὴ διὰ τῶν ἔμπροσθεν ἀποδείξεων ἡμεῖς ὡμολογήκαμεν. Εἰ δὲ γινώς κουσι πατέρες ὄντες τῶν ἐν τῶι κόσμωι πάντων καὶ ἡγεμόνες καὶ ἄρχοντες ὡς τοιούτοις οὖσιν αὐτοῖς ἡ τῶν ἀρχομένων καὶ ἑπομένων καὶ γενομένων παρ' αὐτῶν ἐπιμέλεια προσήκει πότερον αὐτοὺς καὶ δύνασθαι γινώςκοντας τὸν κατὰ φύσιν νόμον ἀποπληροῦν φήσομεν ἢ δι' ἀσθένειαν τῆς προνοίας παρηιρῆσθαι τῶν οἰκείων εἴτε βούλει κτημάτων εἴτε γεννημάτων λέγειν; Οὐδὲν ἡμεῖς γε διοισόμεθα πρὸς τὸν παρόντα λόγον. Εἰ μὲν γὰρ ἀδυνατοῦντες τῆς τῶν ὅλων κηδεμονίας ἀπολείπονται τί τὸ τῆς ἀδυναμίας ταύτης αἴτιον; Οὐ γὰρ ἔξωθεν τὰ πράγματα κινοῦσιν οὐδ' ἄλλοι μέν εἰσιν αἴτιοι τῆς οὐσίας αὐτοὶ δὲ τὴν ἡγεμονίαν παρειλήφασιν ὧν ἐκεῖνοι παρήγαγον ἀλλ' οἷον ἐκ πρύμνης τὰ πάντα κατευθύνουσιν αὐτοὶ τὸ εἶναι χορηγοῦντες αὐτοὶ τὰ τῆς ζωῆς μέτρα κατέχοντες αὐτοὶ τὰ τῆς ἐνεργείας ἑκάστοις διανέμοντες. Καὶ πότερον ἀδυνατοῦσιν ἁπάντων ὁμοῦ προνοεῖν ἢ καὶ τῶν μερῶν ἕκαστον οὐκ ἄμοιρον ἀφεῖσαν τῆς ἑαυτῶν ἐπιστασίας; Καὶ εἰ μὴ πάντων τῶν ἐν τῶι κόσμωι εἰσὶ κηδεμόνες πότερον τῶν μὲν μειζόνων προμηθοῦνται τῶν δὲ ἐλαττόνων ἀμελοῦσιν ἢ τῶν μὲν ἐλαττόνων κήδονται τῶν δὲ μειζόνων τῆς ἐπιμελείας ἀφεστήκασιν; Εἰ μὲν γὰρ ὁμοίως ἁπάντων δι' ἀδυναμίαν τῆς προνοίας αὐτοὺς ἀφαιρήσομεν πῶς τὸ μεῖζον αὐτοῖς ἀποδόντες τὸ πάντα παράγειν τὸ τῶιδε κατὰ φύσιν ἑπόμενον τὸ προνοεῖν τῶν ὑποστάντων οὐ συγχωρήσομεν; Δυνάμεως γὰρ τῆς τὸ μεῖζον ποιούσης καὶ τὸ ἔλαττον κατορθοῦν. Εἰ δὲ τῶν μὲν ἐλαττόνων ἐπιμελήσονται τῶν δὲ μειζόνων ἀμελήσουσι πῶς ὁ τρόπος οὗτος τῆς προνοίας ὀρθὸς ἂν εἴη; Παντὶ γὰρ τὸ συγγενέστερον καὶ ὁμοιότερον μᾶλλόν ἐστι πρὸς τὴν μετουσίαν ὧν αὐτῶι δίδωσιν ἀγαθῶν οἰκεῖον καὶ κατὰ φύσιν προσῆκον. Εἰ δὲ τὰ μὲν πρώτιστα τῶν ἐγκοσμίων προνοίας ἀξιοῦσι καὶ τῆς παρ' ἑαυτῶν τελειώσεως μέχρι δὲ τῶν ἐσχάτων χωρεῖν ἀδυνατήσουσιν τί τὸ διεῖργον ἔσται τὴν ἐπὶ πάντα παρουσίαν τῶν θεῶν; Τί τὸ διακόπτον τὴν ἄφθονον ἐνέργειαν αὐτῶν; Πῶς δὲ οἱ τὰ μείζω δυνηθέντες τῶν ἐλαττόνων κρατεῖν ἀσθενοῦσιν; Ἢ πῶς τὴν οὐσίαν καὶ τῶν ἐλαχίστων παράγοντες τῆς τελειότητος αὐτῶν δι' ἀδυναμίαν οὐκ ἔσονται κύριοι; Ταῦτα γὰρ πάντα πρὸς τὰς κατὰ φύσιν ἡμῶν ἐννοίας διαμάχεται. Λείπεται τοίνυν αὐτοὺς καὶ γινώσκειν τὸ προσῆκον καὶ δύναμιν ἔχειν εἰς τὴν τοῦ πρέποντος αὐτοῖς σχήματος τελειότητα καὶ τὴν τῶν ὅλων ἡγεμονίαν. Εἰ δὲ καὶ γινώσκουσι τὸ κατὰ φύσιν τοῦτο δέ ἐστι τοῖς τὰ πάντα γεννησαμένοις τῶν πάντων κήδεσθαι καὶ δυνάμεως περιουσίαι τῆς τοιαύτης οὐ παρήιρηνται κηδεμονίας καὶ πότερον ὁμοῦ τοῖς εἰρημένοις καὶ βούλησίς ἐστι τῆς προνοίας ἐν αὐτοῖς ἢ τοῦτο μόνον ἐλλείπει τῆι τε γνώσει καὶ τῆι δυνάμει καὶ διὰ τοῦτο τὰ πράγματα τῆς παρ' αὐτῶν ἀπηιώρηται κηδεμονίας; Εἰ μὲν γὰρ καὶ γινώσκοντες τὰ προσήκοντα σφίσιν αὐτοῖς καὶ δυνάμενοι τὰ γνωσθέντα πληροῦν οὐ βούλονται προμηθεῖσθαι τῶν οἰκείων γεννημάτων ἀγαθότητος ἂν εἶεν ἐνδεεῖς καὶ τὸ ἄφθονον αὐτῶν οἰχήσεται καὶ οὐδὲν ἀλλ' ἢ τὴν ὕπαρξιν ἀναιρήσομεν καθ' ἣν οὐσίωνται. Τῶι γὰρ ἀγαθῶι τὸ εἶναι τῶν θεῶν ἀφώρισται καὶ ἐν τούτωι τὴν ὑπόστασιν ἔχουσιν οἱ θεοί τὸ δὲ προνοεῖν τῶν ὑφειμένων ἀγαθοῦ τινός ἐστιν αὐτοῖς μεταδιδόναι· πῶς οὖν ἀφαιρούμενοι τῆς προνοίας τοὺς θεοὺς οὐχ ἅμα καὶ τῆς ἀγαθότητος αὐτοὺς ἀφαιρήσομεν; Πῶς δὲ τὴν ἀγαθότητα σαλεύοντες οὐχὶ καὶ τὴν ὕπαρξιν αὐτῶν ἣν κατεδησάμεθα ταῖς ἔμπροσθεν ἀποδείξεσιν ἀναιροῦντες λανθάνομεν; Ἀνάγκη τοίνυν τῶι μὲν εἶναι τοὺς θεοὺς καὶ τὸ ἀγαθοὺς εἶναι πᾶσαν ἀρετὴν συνακολουθεῖν τούτωι δὲ αὖ τὸ μήτε ῥαθυμίαι μήτε ἀσθενείαι μήτε ἀγνοίαι τῆς τῶν δευτέρων προνοίας ἀποστατεῖν τούτωι δὲ οἶμαι καὶ τὸ γνῶσιν εἶναι παρ' αὐτοῖς τὴν ἀρίστην καὶ δύναμιν ἄχραντον καὶ βούλησιν ἄφθονον· ἐξ ὧν δὴ καὶ προνοοῦντες τῶν ὅλων καὶ μηδὲν ἐλλείποντες εἰς τὴν τῶν ἀγαθῶν χορηγίαν πεφήνασι. Καί μοι μηδεὶς τὴν τοιαύτην πρόνοιαν ἢ κατατείνειν περὶ τὰ δεύτερα τοὺς θεοὺς ἡγείσθω καὶ τῆς ἐξηιρημένης αὐτοὺς ἀφαιρεῖν ὑπεροχῆς ἢ πραγματειώδη καὶ ἐπίπονον αὐτοῖς τὸν βίον ποιεῖν πόρρω τῆς θνητῆς δυσχερείας ἱδρυμένοις. Οὐ γὰρ ἐθέλει χραίνεσθαι τὸ μακάριον αὐτῶν τῆι δυσκολίαι τῆς διοικήσεως ἐπεὶ καὶ τοῖς παρ' ἡμῖν ἀγαθοῖς μετὰ ῥαιστώνης ὁ βίος καὶ ἀπράγμων καὶ ἄλυπος πάντες δὲ οἱ πόνοι καὶ τὰ τῆς ὀχλήσεως ἐκ τῶν τῆς ὕλης ἐμποδίων. Ἀλλ' εἰ δεῖ τὸν τρόπον ἀφορίσασθαι τῆς τῶν θεῶν προνοίας αὐτοφυῆ καὶ ἄχραντον αὐτὸν καὶ ἄυλον καὶ ἄρρητον ὑποθετέον. Οὐ γὰρ ζητοῦντες τὸ προσῆκον οὐδὲ λογισμοῖς ἀμφιβόλοις τὸ ἀγαθὸν ἑκάστου θηρεύοντες οὐδὲ ἔξω βλέποντες καὶ ἐπακολουθοῦντες τοῖς ἀποτελέςμασιν ὥσπερ ἄνθρωποι ποιοῦσιν ἐν τῆι προνοίαι τῶν οἰκείων πραγμάτων οὕτω δὴ καὶ οἱ θεοὶ τὰ πάντα κυβερνῶσιν· ἀλλ' ἐν ἑαυτοῖς τὰ μέτρα τῶν ὅλων προειληφότες καὶ τὰς οὐσίας ἑκάστων ἀφ' ἑαυτῶν παράγοντες καὶ εἰς ἑαυτοὺς βλέποντες αὐτῶι τῶι εἶναι ποδηγετοῦσιν ἀψόφωι κελεύθωι τὰ πάντα καὶ τελειοῦσι καὶ πληροῦσι τῶν ἀγαθῶν. Καὶ οὔτε τῆι φύσει παραπλησίως ποιοῦντες τῶι εἶναι μόνον ἀπροαιρέτως ἐνεργοῦσιν οὔτε ταῖς μερικαῖς ψυχαῖς ὁμοίως μετὰ βουλήσεως ἐνεργοῦντες τῆς κατ' οὐσίαν ποιήσεως ἐστέρηνται συνηιρήκασι δὲ ἄμφω κατὰ μίαν ἕνωσιν καὶ βούλονται μὲν ὅσα τῶι εἶναι δύνανται τῶι δὲ εἶναι πάντα καὶ δυνάμενοι καὶ ποιοῦντες ἀφθόνωι βουλήσει τὴν τῆς ποιήσεως αἰτίαν συνέχουσιν. Τίς οὖν πραγματεία; Ποία δυσχέρεια; Τίνος Ἰξίονος δίκην ἢ τῶν ὅλων ψυχῶν ἢ τῶν νοερῶν οὐσιῶν ἢ τῶν θεῶν αὐτῶν τὴν πρόνοιαν ἐπιτελεῖσθαι φήσει τις; Εἰ μὴ καὶ αὐτὸ τὸ διδόναι καὶ ὁπωσοῦν τὸ ἀγαθὸν ἐπίπονον τοῖς θεοῖς. Ἀλλὰ οὐδενὶ τὸ κατὰ φύσιν ἐπίπονον· οὔτε γὰρ πυρὶ τὸ θερμαίνειν οὔτε χιόνι τὸ ψύχειν οὔτε ὅλως τοῖς σώμασι τὸ κατὰ τὰς οἰκείας δυνάμεις ἐνεργεῖν· ἀλλ' οὐδὲ πρὸ τῶν σωμάτων ταῖς φύσεσι τὸ τρέφειν ἢ γεννᾶν ἢ αὔξειν ταῦτα γὰρ ἔργα τῶν φύσεων· οὐδὲ αὖ πρὸ τούτων ταῖς ψυχαῖς καὶ γὰρ αὗται πολλὰ μὲν ἐκ προαιρέσεως ἐνεργοῦσι πολλὰ δὲ αὐτῶι τῶι εἶναι καὶ κινοῦσι πολλὰς κινήσεις τῶι παρεῖναι μόνον. Ὥστ' εἰ μὲν κατὰ φύσιν τοῖς θεοῖς ἡ τοῦ ἀγαθοῦ μετάδοσις καὶ ἡ πρόνοια κατὰ φύσιν καὶ ταῦτα μετὰ ῥαιστώνης καὶ αὐτῶι τῶι εἶναι μόνον παρὰ τῶν θεῶν ἐπιτελεῖσθαι φήσομεν· εἰ δὲ ταῦτα μὴ κατὰ φύσιν οὐδ' ἂν ἀγαθοὶ κατὰ φύσιν εἶεν. Τὸ γὰρ ἀγαθὸν ἀγαθοῦ παρεκτικόν καθάπερ δὴ καὶ ἡ ζωὴ ζωῆς ἄλλης ὑποστατικὴ καὶ ὁ νοῦς νοερᾶς ἐλλάμψεως καὶ πᾶν τὸ πρώτως ὂν ἐν ἑκάστηι φύσει τοῦ δευτέρως ὄντος γεννητικόν. Ὃ δὲ μάλιστα τῆς Πλατωνικῆς ἐστὶ θεολογίας ἐξαίρετον τοῦτο ἔγωγε εἶναί φημι τὸ μήτε τὴν ἐξηιρημένην οὐσίαν τῶν θεῶν ἐπιστρέφειν εἰς τὰ δεύτερα διὰ τὴν τῶν καταδεεστέρων ἐπιμέλειαν μήτε τὴν προνοητικὴν ἐπὶ πάντα παρουσίαν ἐλαττοῦν διὰ τὴν τῶν ὅλων ἄχραντον αὐτῶν ὑπεροχήν ἀλλ' ὁμοῦ μὲν αὐτοῖς τὸ χωριστὸν τῆς ὑποστάσεως ἀποδιδόναι καὶ τὸ ἀμιγὲς πρὸς ἅπασαν τὴν χείρονα φύσιν ὁμοῦ δὲ τὸ διατεῖνον εἰς ἅπαντα καὶ κηδεμονικὸν καὶ διακοσμητικὸν τῶν οἰκείων γεννημάτων. Οὐ γὰρ σωματικὸς ὁ τῆς διήξεως τρόπος ὥσπερ ὁ τοῦ φωτὸς διὰ τοῦ ἀέρος οὐδὲ μεριστὸς περὶ τοῖς σώμασιν ὥσπερ ἐπὶ τῆς φύσεως οὐδὲ ἐπιστρεφόμενος εἰς τὰ χείρονα καθάπερ ὁ τῆς μερικῆς ψυχῆς ἀλλὰ σώματος χωριστός ἀνεπίστροφος ἄυλος ἀμιγής ἄσχετος ἑνοειδής πρωτουργός ἐξηιρημένος τοιοῦτός τις ὁ τῆς προνοίας τῶν θεῶν τρόπος ὡς συνελόντι φάναι πρός γε τὸ παρὸν νοείσθω. Δῆλον γὰρ ὅτι καθ' ἑκάστην τάξιν θεῶν οἰκεῖος ἔσται· καὶ γὰρ ψυχὴ μὲν ἄλλως προνοεῖν λέγεται τῶν δευτέρων νοῦς δὲ ἄλλως θεὸς δὲ ὁ πρὸ νοῦ καὶ καθ' ὑπεροχὴν τούτων ἀμφοτέρων· καὶ τῶν θεῶν αὐτῶν ἄλλη μὲν ἡ τῶν ὑπὸ σελήνην ἄλλη δὲ ἡ τῶν ἐν οὐρανῶι πρόνοια καὶ τῶν ἐπέκεινα τοῦ κόσμου πολλαὶ μὲν αἱ τάξεις καθ' ἑκάστην δὲ ὁ τρόπος τῆς προμηθείας ἐξήλλακται.