Proklos Diadochos
8. 2. 412 - 17. 4. 485 p. Chr. n.
Εἰς τὴν Πλάτονος θεολογίαν
Βιβλίον Αʹ
|
|
____________________________________________________________
|
|
η.Ἔκθεσις τῶν διαφόρων περὶ τοῦΠαρμενίδου δοξῶν καὶ διαίρεσις τῶν πρὸςαὐτὰς ἀπαντήσεων.
Πρὸς μὲν οὖν ταύτην ὅπερ ἔφην τὴν ἀπάντησιν τοιάνδε ποιησόμεθα τὴν ἀπόκρισιν καὶ τὴν Πλατωνικὴν θεωρίαν εἰς ἕνα τὸν Παρμενίδην ἀνοίσομεν ὥσπερ δὴ τὴν περὶ φύσεως ἐπιστήμην σύμπασαν ὁ Τίμαιος περιέχειν ὑπὸ πάντων ὁμολογεῖται τῶν καὶ σμικρὰ συνορᾶν δυναμένων. Ὁρῶ δέ μοι διττὸν ἐντεῦθεν ἀγῶνα πρὸς τοὺς τὰ Πλάτωνος ἐξετάζειν ἐπιχειρήσαντας ἀνεγειρόμενον καὶ διττοὺς ἄνδρας τοὺς ἀντιληψομένους τῶν εἰρημένων· τοὺς μὲν ἀξιοῦντας μηδεμίαν ἄλλην τοῦ Παρμενίδου πρόθεσιν δοκιμάζειν ἢ τὴν εἰς ἑκάτερον γυμνασίαν μηδὲ ἀπορρήτων ἐνταῦθα καὶ νοερῶν δογμάτων ἐπεισάγειν ὄχλον οὐδὲν προσήκοντα τῶι διαλόγωι· τοὺς δὲ σεμνοτέρους τούτων καὶ τῶν εἰδῶν φίλους οἳ τὴν μὲν τῶν ὑποθέσεων περὶ τοῦ πρώτου τὴν δὲ περὶ τοῦ δευτέρου θεοῦ καὶ τῆς νοερᾶς φύσεως ἁπάσης τὴν δὲ περὶ τῶν μετὰ ταύτην εἴτ' οὖν κρειττόνων γενῶν εἴτε ψυχῶν εἴτε ἄλλων ὡντινωνοῦν οὐδὲν γὰρ πρὸς τὸν παρόντα λόγον ἡ περὶ τούτων ζήτησις τὰς δὲ οὖν τρεῖς ὑποθέσεις ταύτας τὸν τρόπον διανέμουσι τοῦτον τὰ δὲ πλήθη τῶν θεῶν καὶ τὰ γένη τὰ νοητὰ καὶ τὰ νοερὰ καὶ τὰ πρὸ τοῦ κόσμου καὶ τὰ ἐν τῶι κόσμωι πάντα μὴ καταδιαιρεῖν ἐνταῦθα μηδὲ πολυπραγμονεῖν ἀξιοῦσι· κἂν γὰρ ἐν τῆι δευτέραι περὶ τῶν νοερῶν ὄντων ποιῆται τὴν πραγματείαν ἀλλ' ἡ τοῦ νοῦ φύσις μία καὶ ἁπλῆ καὶ ἀδιαίρετός ἐστι. Πρὸς μὲν οὖν ἀμφοτέρους τούτους διαγωνιστέον τῶι ταύτην ἔχοντι περὶ τοῦ Παρμενίδου τὴν γνώμην ἣν πρότερον εἴπομεν. Ἔστι δὲ οὐκ ἴσος ὁ πρὸς τούτους ἀγών ἀλλ' οἱ μὲν γυμνάσιον λογικὸν τὸν Παρμενίδην ποιοῦντες καὶ πάλαι δεδώκασιν εὐθύνας τοῖς τὸν ἔνθεον τρόπον τῆς ἐξηγήσεως ἀσπαζομένοις· οἱ δὲ τὰ πλήθη τῶν ὄντων καὶ τὰς τάξεις τῶν θείων μὴ διορίζοντες αἰδοῖοι μὲν ἄνδρες καὶ δεινοὶ παντάπασιν ὥς φησιν Ὅμηρος τῆς δὲ αὖ περὶ τὸν Πλάτωνα φιλοσοφίας ἕνεκα καὶ ἡμῖν πρὸς αὐτοὺς διαπορητέον ἑπομένοις τῶι τῆς παναγεστάτης ἡμῖν καὶ μυστικωτάτης ἀληθείας ἡγεμόνι καὶ λεκτέον ἐφ' ὅσον τοῖς προκειμένοις συντελεῖ καὶ περὶ τῶν ὑποθέσεων τοῦ Παρμενίδου τὰ δοκοῦντα. Τάχα γὰρ ἂν οὕτω καὶ τὴν ὅλην τοῦ Πλάτωνος θεολογίαν τῶι τῆς διανοίας λογισμῶι περιλάβοιμεν. |