BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ζ.

Λύσις τῆς προειρημένης ἀπαντήσεως

εἰς ἕνα τὸν Παρμενίδην ἀνάγουσα τὴν ὅλην

παρὰ Πλάτωνι περὶ θεῶν ἀλήθειαν.

 

μὲν οὖν δυσχεράνειεν ἄν τις ἐπὶ τοῖς προκειμένοις τοιαῦτα ἄττα ἐστίν. Ἐγὼ δὲ πρὸς μὲν τὴν τοιαύτην ἀπάντησιν δικαίαν ποιήσομαι καὶ σαφῆ τὴν ἀπόκρισιν καὶ τὸν Πλάτωνα πανταχοῦ μὲν τοὺς περὶ θεῶν λόγους ἑπομένως ταῖς παλαιαῖς φήμαις καὶ τῆι φύσει τῶν πραγμάτων μετιέναι φήσω καὶ ποτὲ μὲν τῆς αἰτίας ἕνεκα τῶν προκειμένων ἐπὶ τὰς ἀρχὰς τῶν δογμάτων ἀνάγεσθαι κἀκεῖθεν ὥσπερ ἀπὸ σκοπιᾶς καταθεωρεῖν τὴν τοῦ προκειμένου φύσιν ποτὲ δὲ καὶ προηγούμενον τέλος τίθεσθαι τὴν θεολογικὴν ἐπιστήμην· καὶ γὰρ ἐν Φαίδρωι περὶ τοῦ νοητοῦ κάλλους καὶ τῆς ἐκεῖθεν ἐπὶ πάντα διηκούσης τῶν καλῶν μετουσίας καὶ ἐν Συμποσίωι περὶ τῆς ἐρωτικῆς τάξεως ἡ πραγματεία. Εἰ δὲ δεῖ τὸ παντελὲς καὶ ὅλον καὶ συνεχὲς ἄνωθεν ἄχρι τοῦ σύμπαντος ἀριθμοῦ τῆς θεολογίας ἐν ἑνὶ Πλατωνικῶι διαλόγωι σκοπεῖν παράδοξον μὲν ἴσως εἰπεῖν καὶ τοῖς ἐκ τῆς ἡμετέρας ἑστίας μόνης τὸ λεχθησόμενον καταφανές· τολμητέον δ' οὖν ὅμως ἐπείπερ ἠρξάμεθα τῶν τοιούτων λόγων καὶ ῥητέον πρὸς τοὺς ταῦτα λέγοντας ὡς ὁ Παρμενίδης ὃν ποθεῖτε καὶ τὰ μυστικὰ τοῦ διαλόγου τοῦδε νοήματα φαντάζεσθε. Πάντα γὰρ ἐν τούτωι τὰ θεῖα γένη καὶ πρόεισιν ἐκ τῆς πρωτίστης αἰτίας ἐν τάξει καὶ τὴν πρὸς ἄλληλα συνάρτησιν ἐπιδείκνυσι· καὶ τὰ μὲν ἀκρότατα καὶ τῶι ἑνὶ συμφυόμενα καὶ πρωτουργὰ τὸ ἑνιαῖον καὶ ἁπλοῦν καὶ κρύφιον ἔλαχε τῆς ὑπάρξεως εἶδος τὰ δὲ ἔσχατα πληθύνεται κατακερματιζόμενα καὶ τῶι μὲν ἀριθμῶι πλεονάζει τῆι δὲ δυνάμει τῶν ὑπερτέρων ἐλασσοῦται τὰ δὲ μέσα κατὰ τὸν προσήκοντα λόγον συνθετώτερα μέν ἐστι τῶν αἰτίων ἁπλούστερα δὲ τῶν οἰκείων γεννημάτων. Καὶ πάντα ὡς συνελόντι φάναι τὰ τῆς θεολογικῆς ἐπιστήμης ἀξιώματα τελέως ἐνταῦθα καταφαίνεται καὶ τῶν θείων οἱ διάκοσμοι πάντες συνεχῶς ὑφιστάμενοι δείκνυνται· καὶ οὐδὲν ἄλλο ἐστὶν ἢ θεῶν γένεσις ὑμνημένη καὶ τῶν ὁπωσοῦν ὄντων ἀπὸ τῆς ἀρρήτου καὶ ἀγνώστου τῶν ὅλων αἰτίας. Τό τε οὖν ὅλον καὶ τέλειον τῆς θεολογικῆς ἐπιστήμης φῶς ὁ Παρμενίδης ἀνάπτει τοῖς τοῦ Πλάτωνος ἐρασταῖς καὶ μετὰ τοῦτον οἱ προειρημένοι διάλογοι μέρη κατενείμαντο τῆς περὶ θεῶν μυσταγωγίας καὶ πάντες ὡς εἰπεῖν τῆς ἐνθέου σοφίας μετειλήφασιν καὶ τὰς αὐτοφυεῖς ἡμῶν ἐννοίας περὶ τὸ θεῖον ἀνεγείρουσι. Καὶ δεῖ τὸ μὲν ὅλον πλῆθος εἰς τοὺς προκειμένους ἀναφέρειν διαλόγους τοὺς δὲ αὖ πάλιν εἰς τὴν μίαν καὶ παντελῆ τοῦ Παρμενίδου θεωρίαν συνάγειν. Οὕτω γὰρ οἶμαι τά τε ἀτελέστερα τῶν τελείων καὶ τὰ μέρη τῶν ὅλων ἐξάψομεν καὶ τοῖς πράγμασιν ἐοικότας ἀποφανοῦμεν τοὺς λόγους ὧνπέρ εἰσιν ἐξηγηταί κατὰ τὸν παρὰ Πλάτωνι Τίμαιον.