BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ς.

Ἀπάντησις πρὸς τὴν ἐκ πλειόνων διαλόγων

ἄθροισιν τῆς Πλατωνικῆς θεολογίας ὡς μερικὴν καὶ

κατατετεμαχισμένην ἀτιμάζουσα.

 

σως δ' ἄν τις ἡμῖν ταῦτα διαταττομένοις ἀπαντήσειε λέγων ὡς οὐκ ὀρθῶς διεσπαρμένην πανταχοῦ τὴν Πλατωνικὴν θεολογίαν ἀποφαίνομεν καὶ τὰ μὲν ἐξ ἄλλων τὰ δὲ ἐξ ἄλλων διαλόγων ἀθροίζειν ἐπιχειροῦμεν ὥσπερ νάματα πολλὰ συνάγειν εἰς μίαν σύγκρασιν σπουδάζοντες οὐκ ἐκ μιᾶς ὁρμώμενα πάντα καὶ τῆς αὐτῆς πηγῆς. Εἰ γὰρ οὕτως ἔτυχε τὰ μὲν ἄλλα δόγματα πρὸς τὰς ἄλλας ἀναφέρειν ἕξομεν τοῦ Πλάτωνος πραγματείας τὰ δὲ περὶ θεῶν οὐδαμοῦ προηγουμένην ἕξει διδασκαλίαν οὐδὲ εἴς τινα ταχθήσεται χώραν παντελῆ καὶ ὁλόκληρα τὰ θεῖα γένη προάγουσαν καὶ μετὰ τῆς πρὸς ἄλληλα συντάξεως· ἀλλὰ γὰρ ἐοίκαμεν τοῖς τὸ ὅλον ἐκ τῶν μερῶν κατασκευάζειν ἐπιχειροῦσι δι' ἀπορίαν τῆς πρὸ τῶν μερῶν ὁλότητος κἀκ τῶν ἀτελῶν τὸ τέλειον συνυφαίνειν δέοντος ἐν τῶι τελείωι τὸ ἀτελὲς τὴν πρωτίστην αἰτίαν ἔχειν τῆς αὑτοῦ γενέσεως. Ὁ μὲν γὰρ Τίμαιος ἡμᾶς εἰ τύχοι διδάξει τὴν περὶ τῶν νοητῶν γενῶν θεωρίαν ὁ δὲ Φαῖδρος τὰς πρώτας νοερὰς διακοσμήσεις ἐν τάξει παραδιδοὺς ἀναφανήσεται· ποῦ δὲ ἡ τῶν νοερῶν πρὸς τὰ νοητὰ σύνταξις καὶ τίς ἡ τῶν δευτέρων ἀπὸ τῶν πρώτων γένεσις καὶ ὅλως τίνα τρόπον ἀπὸ τῆς μιᾶς τῶν πάντων ἀρχῆς εἰς τὸ πλῆθος τῶν ἐγκοσμίων θεῶν ἡ πρόοδος γέγονε τῶν θείων διακόσμων καὶ πῶς συμπεπλήρωται τὰ μέσα τοῦ τε ἑνὸς καὶ τοῦ παντελοῦς ἀριθμοῦ ταῖς τῶν θεῶν ἀπογεννήσεσι κατὰ τὴν ὁμοφυῆ καὶ ἀδιαίρετον ὑπόβασιν τῶν ὅλων εἰπεῖν οὐχ ἕξομεν. Καὶ τί τὸ σεμνόν ἔτι φαῖεν ἂν οἱ ταῦτα λέγοντες τῆς παρ' ὑμῖν θρυλλουμένης περὶ τῶν θείων ἐπιστήμης; Καὶ γὰρ ταῦτα τὰ πολλαχόθεν ἀθροιζόμενα δόγματα Πλατωνικὰ προσονομάζειν ἄτοπον ἐξ ἀλλοτρίων ὥς φατε ναμάτων εἰς τὴν τοῦ Πλάτωνος ἀναχθέντα φιλοσοφίαν καὶ μίαν ὅλην περὶ τῶν θείων ἀλήθειαν δεικνύναι παρ' ὑμῖν οὐχ ἕξετε. Καίτοι φαῖεν ἂν ἴσως καὶ τοὺς τοῦ Πλάτωνος νεωτέρους ἓν καὶ τέλειον εἶδος θεολογίας ἐν ταῖς ἑαυτῶν συνυφήναντας παραδιδόναι συγγραφαῖς τοῖς ἑαυτῶν κατηκόοις. Ὑμεῖς δὲ ἄρα ἐκ μὲν τοῦ Τιμαίου τὴν ὅλην περὶ τῆς φύσεως θεωρίαν προάγειν δυνήσεσθε ἐκ δὲ τῆς Πολιτείας ἢ τῶν Νόμων τὰ περὶ τῶν ἠθῶν κάλλιστα δόγματα πρὸς ἓν φιλοσοφίας εἶδος συντείνοντα μόνην δὲ ἄρα τὴν Πλάτωνος πραγματείαν τὴν περὶ τῆς πρώτης φιλοσοφίας ἀγαθόν ὃ δὴ κεφάλαιον ἄν τις εἴποι τῆς συμπάσης θεωρίας ἀπολιπόντες τῆς τελεωτάτης ὑμᾶς αὐτοὺς ἀφαιρήσετε τῶν ὄντων γνώσεως εἰ μὴ λίαν εὐηθικῶς ἀπὸ τῶν μυθικῶν πλασμάτων ἐθέλοιτε καλλωπίζεσθαι πολλοῦ τοῦ εἰκότος ἀναπεπλησμένης τῆς τῶν τοιούτων ἀναλύσεως καίτοι καὶ τούτων ἐπεισοδιώδη τὴν παράδοσιν ἐν τοῖς Πλατωνικοῖς διαλόγοις ἐχόντων οἷον ἐν Πρωταγόραι τῆς πολιτικῆς ἕνεκα καὶ τῶν περὶ αὐτῆς ἀποδείξεων ἐν δὲ Πολιτείαι τῆς δικαιοσύνης ἐν δὲ Γοργίαι τῆς σωφροσύνης. Οὐ γὰρ αὐτῶν ἀλλὰ τῶν προηγουμένων ἕνεκα σκοπῶν συμπλέκει τὰς μυθολογίας ὁ Πλάτων ταῖς τῶν ἠθικῶν δογμάτων ζητήσεσιν ἵνα μὴ μόνον τὸ νοερὸν τῆς ψυχῆς διὰ τῶν ἀγωνιστικῶν λόγων γυμνάζωμεν ἀλλὰ καὶ τὸ θεῖον τῆς ψυχῆς τῆι πρὸς τὰ μυστικώτερα συμπαθείαι τελειότερον ἀντιλαμβάνηται τῆς τῶν ὄντων γνώσεως. Ἐκ μὲν γὰρ τῶν ἄλλων λόγων ἀναγκαζομένοις ἐοίκαμεν εἰς τὴν τῆς ἀληθείας παραδοχήν ἐκ δὲ τῶν μύθων ἀρρήτως πάσχομεν καὶ τὰς ἀδιαστρόφους ἐννοίας προβάλλομεν τὸ ἐν αὐτοῖς μυστικὸν σέβοντες. Ὅθεν οἶμαι καὶ ὁ Τίμαιος εἰκότως ἀξιοῖ τοῖς μυθοπλάσταις ὡς παισὶ θεῶν ἑπομένους τὰ θεῖα γένη προάγειν ἀπὸ τῶν πρώτων ἀεὶ τὰ δεύτερα γεννῶντας εἰ καὶ ἄνευ ἀποδείξεως λέγοιεν. Οὐ γὰρ ἀποδεικτικὸν τὸ τοιοῦτον εἶδος τῶν λόγων ἀλλ' ἐνθεαστικόν οὐδὲ ἀνάγκης ἀλλὰ πειθοῦς ἕνεκα τοῖς παλαιοῖς μεμηχανημένον οὐδὲ μαθήσεως ψιλῆς ἀλλὰ τῆς πρὸς τὰ πράγματα συμπαθείας στοχαζόμενον. Εἰ δὲ μὴ τῶν μύθων μόνον ἀλλὰ καὶ τῶν ἄλλων θεολογικῶν δογμάτων τὰς αἰτίας ἐθέλοιτε σκοπεῖν εὑρήσετε τὰ μὲν ἠθικῶν ἕνεκα τὰ δὲ φυσικῶν σκεμμάτων τοῖς Πλατωνικοῖς παρεσπαρμένα διαλόγοις. Ἐν Φιλήβωι μὲν γὰρ περί τε ἀπείρου καὶ πέρατος τῆς ἡδονῆς ἕνεκα καὶ τοῦ κατὰ τὸν νοῦν βίου πεποίηται τὸν λόγον· γένη γὰρ οἶμαι τὰ ἕτερα τῶν ἑτέρων δῆλον δὲ πότερα ποτέρων. Ἐν Τιμαίωι δὲ τὰ περὶ τῶν νοητῶν θεῶν τῆς προκειμένης ἕνεκα φυσιολογίας παρείληπται διότι δὴ πανταχοῦ τὰς εἰκόνας ἀπὸ τῶν παραδειγμάτων γινώσκειν ἀναγκαῖον παραδείγματα δὲ τὰ ἄυλα τῶν ἐνύλων τὰ νοητὰ τῶν αἰσθητῶν τὰ χωριστὰ τῶν φυσικῶν εἰδῶν. Ἐν δὲ αὖ τῶι Φαίδρωι τόν τε ὑπερουράνιον τόπον ἀνυμνεῖ καὶ τὸ ὑπουράνιον βάθος καὶ πᾶν τὸ ὑπὸ τοῦτο γένος τῆς ἐρωτικῆς ἕνεκα μανίας καὶ τοῦ τρόπου τῆς ἀναμνήσεως τῶν ψυχῶν καὶ τῆς ἐντεῦθεν ἐπ' ἐκεῖνα πορείασ. Πανταχοῦ δὲ ὡς εἰπεῖν τὸ μὲν προηγούμενον τέλος ἐστὶ φυσικὸν ἢ πολιτικόν τὰ δὲ περὶ τῶν θείων νοήματα τῆς ἐκείνων εὑρέσεως ἢ τελειώσεως ἕνεκα προτείνεται. Πῶς οὖν ἔτι παρ' ὑμῖν ἡ τοιαύτη θεωρία σεμνὴ καὶ ὑπερφυὴς ἔσται καὶ παντὸς μᾶλλον ἀξία σπουδάζεσθαι μήτε τὸ ὅλον ἐν ἑαυτῆι δεικνύειν ἔχουσα μήτε τὸ τέλειον μήτε τὸ προηγούμενον ἐν τῆι πραγματείαι τοῦ Πλάτωνος ἀλλὰ πάντων τούτων ἀπολειπομένη καὶ βιαίως ἀλλ' οὐκ αὐτοφυῶς οὐδὲ γνησίαν ἀλλ' ἐπεισοδιώδη τὴν τάξιν ὥσπερ ἐν δράμασι κεκτημένη;