BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

ε.

Τίνες εἰσὶν οἱ διάλογοι ἀφ' ὧν μάλιστα

ληπτέον τὴν Πλάτωνος θεολογίαν καὶ τίσι τάξεσι

θεῶν ἕκαστος τούτων ἡμᾶς ἐφίστησι.

 

πειδὴ τοίνυν τούτους τε τοὺς τρόπους ἅπαντας τῆς Πλατωνικῆς θεολογίας διηριθμησάμεθα καὶ τὰς τῶν μύθων συνθέσεις τε καὶ ἀναλύσεις ὁποίας εἶναι προσήκει τῆς περὶ θεῶν ἀληθείας παραδεδώκαμεν τοῦτο μὲν οὖν αὐτοῦ περιγεγράφθω· σκεψώμεθα δὲ ἐπὶ τούτοις πόθεν καὶ ἐκ τίνων μάλιστα διαλόγων ἡγούμεθα χρῆναι τὰ περὶ θεῶν δόγματα τοῦ Πλάτωνος ἀναλέγεσθαι καὶ πρὸς τίνας τύπους ἀποβλέποντες τά τε γνήσια καὶ τὰ νόθα τῶν εἰς αὐτὸν ἀναφερομένων κρίνειν δυνησόμεθα. Ἔστι μὲν οὖν διὰ πάντων ὡς εἰπεῖν τῶν Πλατωνικῶν διαλόγων ἡ περὶ θεῶν ἀλήθεια διήκουσα καὶ πᾶσιν ἐνέσπαρται τοῖς μὲν ἀμυδρότερα τοῖς δὲ εὐαγέστερα τὰ τῆς πρωτίστης φιλοσοφίας νοήματα σεμνὰ καὶ ἐναργῆ καὶ ὑπερφυῆ καὶ πρὸς τὴν ἄυλον καὶ χωριστὴν οὐσίαν τῶν θεῶν ἀνεγείροντα τοὺς καὶ ὁπωσοῦν αὐτῶν μετασχεῖν δυναμένους· καὶ ὥσπερ ἐν ἑκάστηι μοίραι τοῦ παντὸς καὶ φύσει τῆς ἀγνώστου τῶν θεῶν ὑπάρξεως ἰνδάλματα κατέθηκεν ὁ τῶν ἐν τῶι κόσμωι πάντων δημιουργὸς ἵνα πάντα πρὸς τὸ θεῖον ἐπιστρέφηται κατὰ τὴν πρὸς αὐτὸ συγγένειαν οὕτως οἶμαι καὶ τὸν ἔνθεον τοῦ Πλάτωνος νοῦν ἅπασι τοῖς ἑαυτοῦ γεννήμασι τὰς περὶ θεῶν ἐννοίας συνυφῆναι καὶ μηδὲν ἄμοιρον ἀφεῖναι τῆς τοῦ θείου μνήμης ἵν' ἐκ πάντων ἀνάγεσθαι καὶ τῶν ὅλων ἀνάμνησιν πορίζεςθαι τοῖς γνησίοις ὑπάρχηι τῶν θείων ἐρασταῖς. Εἰ δὲ δεῖ τοὺς μάλιστα τὴν περὶ θεῶν μυσταγωγίαν ἡμῖν ἐκφαίνοντας τῶν πολλῶν προθεῖναι διαλόγων οὐκ ἂν φθάνοιμι τόν τε Φαίδωνα καὶ τὸν Φαῖδρον ἀπολογιζόμενος καὶ τὸ Συμπόσιον καὶ τὸν Φίληβον τόν τε αὖ Σοφιστὴν καὶ τὸν Πολιτικὸν μετὰ τούτων καταλέγων καὶ Κρατύλον καὶ Τίμαιον· ἅπαντες γὰρ οὗτοι τῆς ἐνθέου τοῦ Πλάτωνος ἐπιστήμης δι' ὅλων ὡς εἰπεῖν ἑαυτῶν πλήρεις τυγχάνουσιν ὄντες. Δευτέρους ἂν ἔγωγε θείην μετὰ τούτους τόν τε ἐν Γοργίαι καὶ τὸν Πρωταγόρειον μῦθον καὶ τὰ περὶ προνοίας θεῶν ἐν Νόμοις καὶ ὅσα περὶ Μοιρῶν ἢ τῆς μητρὸς τῶν Μοιρῶν ἢ τῶν περιφορῶν τοῦ παντὸς ἐν τῶι δεκάτωι τῆς Πολιτείας ἡμῖν παραδέδοται. Εἰ δὲ βούλει κατὰ τρίτην τάξιν καὶ τὰς Ἐπιστολὰς τίθει παρ' ὅσων δυνατὸν εἰς τὴν περὶ τῶν θείων ἐπιστήμην ἀναπέμπεσθαι· καὶ γὰρ περὶ τῶν τριῶν βασιλέων ἐν ταύταις εἴρηται καὶ ἄλλα πάμπολλα δόγματα θεῖα τῆς Πλατωνικῆς ἐπάξια θεωρίας. Δεῖ τοίνυν πρὸς ταῦτα βλέποντας ἕκαστον διάκοσμον θεῶν ἐν τούτοις ἀναζητεῖν καὶ λαμβάνειν ἐκ μὲν τοῦ Φιλήβου τὴν περὶ τοῦ ἑνὸς ἀγαθοῦ καὶ τὴν περὶ τῶν δυεῖν ἀρχῶν τῶν πρωτίστων καὶ τῆς ἐκ τούτων ἀναφανείσης τριάδος ἐπιστήμην εὑρήσεις γὰρ ταῦτα πάντα διακεκριμένως ὑπὸ τοῦ Πλάτωνος ἡμῖν παραδεδομένα ἐκ δὲ τοῦ Τιμαίου τὴν περὶ τῶν νοητῶν θεωρίαν καὶ τὴν περὶ τῆς δημιουργικῆς μονάδος ἔνθεον ὑφήγησιν καὶ τὴν περὶ τῶν ἐγκοσμίων θεῶν πληρεστάτην ἀλήθειαν ἐκ δὲ τοῦ Φαίδρου τά τε νοητὰ πάντα καὶ νοερὰ γένη καὶ τὰς ἀπολύτους τάξεις τῶν θεῶν ὅσαι προσεχῶς ὑπερίδρυνται τῶν οὐρανίων περιφορῶν ἐκ δὲ τοῦ Πολιτικοῦ τήν τε ἐν οὐρανῶι δημιουργίαν καὶ τὰς διττὰς περιόδους τοῦ παντὸς καὶ τὰς νοερὰς αἰτίας αὐτῶν ἐκ δὲ τοῦ Σοφιστοῦ σύμπασαν τὴν ὑπὸ σελήνην γένεσιν καὶ τὴν ἰδιότητα τῶν ταύτην κληρωσαμένων θεῶν. Περὶ δὲ αὖ τῶν καθ' ἕκαστα θεῶν πολλὰ μὲν ἐκ τοῦ Συμποσίου θηράσομεν ἱεροπρεπῆ νοήματα πολλὰ δὲ ἐκ τοῦ Κρατύλου πολλὰ δὲ ἐκ τοῦ Φαίδωνος· ἐν ἑκάστωι γὰρ αὐτῶν πλείων ἢ ἐλάττων μνήμη γίνεται τῶν θείων ὀνομάτων ἀφ' ὧν ῥάιδιον τοῖς περὶ τὰ θεῖα γεγυμνασμένοις τὰς ἰδιότητας αὐτῶν τῶι λογισμῶι περιλαμβάνειν. Δεῖ δὲ ἕκαστα τῶν δογμάτων ταῖς Πλατωνικαῖς ἀρχαῖς ἀποφαίνειν σύμφωνα καὶ ταῖς τῶν θεολόγων μυστικαῖς παραδόσεσιν· ἅπασα γὰρ ἡ παρ' Ἕλλησι θεολογία τῆς Ὀρφικῆς ἐστὶ μυσταγωγίας ἔκγονος πρώτου μὲν Πυθαγόρου παρὰ Ἀγλαοφήμου τὰ περὶ θεῶν ὄργια διδαχθέντος δευτέρου δὲ Πλάτωνος ὑποδεξαμένου τὴν παντελῆ περὶ τούτων ἐπιστήμην ἔκ τε τῶν Πυθαγορείων καὶ τῶν Ὀρφικῶν γραμμάτων. Ἐν Φιλήβωι μὲν γὰρ τὴν περὶ τῶν δυοειδῶν ἀρχῶν θεωρίαν εἰς τοὺς Πυθαγορείους ἀναφέρων μετὰ θεῶν οἰκοῦντας αὐτοὺς καὶ μακαρίους ὄντως ἀποκαλεῖ· πολλὰ γοῦν ἡμῖν περὶ τούτων καὶ Φιλόλαος ὁ Πυθαγόρειος ἀνέγραψε νοήματα καὶ θαυμαστά τήν τε κοινὴν αὐτῶν εἰς τὰ ὄντα πρόοδον καὶ τὴν διακεκριμένην ποίησιν ἀνυμνῶν· ἐν Τιμαίωι δὲ περὶ τῶν ὑπὸ σελήνην θεῶν καὶ τῆς ἐν αὐτοῖς τάξεως ἀναδιδάσκειν ἐγχειρῶν ἐπὶ τοὺς θεολόγους καταφεύγει καὶ θεῶν παῖδας αὐτοὺς ἀποκαλεῖ καὶ πατέρας ποιεῖται τῆς περὶ αὐτῶν ἀληθείας καὶ τέλος κατὰ τὴν παρ' αὐτοῖς τῶν νοερῶν βασιλέων πρόοδον καὶ τῶν ὑπὸ σελήνην θεῶν παραδίδωσι τὰς ἀπὸ τῶν ὅλων προϊούσας διακοσμήσεις· καὶ πάλιν ἐν Κρατύλωι τῆς τῶν θείων διακόσμων τάξεως ἐν Γοργίαι δὲ τὸν Ὅμηρον τῆς τῶν δημιουργικῶν μονάδων τριαδικῆς ὑποστάσεως. Πανταχοῦ δέ ὡς εἰπεῖν συλλήβδην ἑπομένως ταῖς ἀρχαῖς τῶν θεολόγων τοὺς περὶ θεῶν λόγους ἀποδίδωσι τῆς μὲν μυθοποιίας τὸ τραγικὸν ἀφελὼν τὰς δὲ ὑποθέσεις τὰς πρωτίστας κοινὰς πρὸς αὐτοὺς τιθέμενος.