BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

δ.

Τρόποι θεολογικοὶ καθ' οὓς πάντας ὁ Πλάτων

διατίθησι τὴν περὶ θεῶν διδασκαλίαν.

 

μὲν δὴ θεολογικὸς ἡμῖν ἔστω κατὰ τὴν τοῦ Πλάτωνος ψῆφον τοιοῦτος καὶ ἡ θεολογία τοιάδε τις ἕξις αὐτὴν τὴν τῶν θεῶν ὕπαρξιν ἐκ φαίνουσα καὶ τὸ ἄγνωστον αὐτῶν καὶ ἑνιαῖον φῶς ἀπὸ τῆς τῶν μετεχόντων ἰδιότητος διακρίνουσα καὶ θεωμένη καὶ ἀπαγγέλλουσα τοῖς ἀξίοις τῆς μακαρίας ταύτης καὶ πάντων ὁμοῦ τῶν ἀγαθῶν παρεκτικῆς ἐνεργείας· μετὰ δὲ ταύτην τὴν παντελῆ τῆς πρωτίστης θεωρίας περίληψιν καὶ τοὺς τρόπους διαστησώμεθα καθ' οὓς ὁ Πλάτων τὰ μυστικὰ περὶ τῶν θείων ἡμᾶς ἀναδιδάσκει νοήματα. Φαίνεται γὰρ οὐ τὸν αὐτὸν πανταχοῦ τρόπον μετιὼν τὴν περὶ τῶν θείων διδασκαλίαν ἀλλ' ὁτὲ μὲν ἐνθεαστικῶς ὁτὲ δὲ διαλεκτικῶς ἀνελίττων τὴν περὶ αὐτῶν ἀλήθειαν καὶ ποτὲ μὲν συμβολικῶς ἐξαγγέλλων τὰς ἀρρήτους αὐτῶν ἰδιότητας ποτὲ δὲ ἀπὸ τῶν εἰκόνων ἐπ' αὐτοὺς ἀνατρέχων καὶ τὰς πρωτουργοὺς ἐν αὐτοῖς αἰτίας τῶν ὅλων ἀνευρίσκων. Ἐν Φαίδρωι μὲν γὰρ νυμφόληπτος γενόμενος καὶ τῆς ἀνθρωπίνης νοήσεως τὴν κρείττονα μανίαν ἀλλαξάμενος ἐνθέωι στόματι πολλὰ μὲν περὶ τῶν νοερῶν διέξεισι θεῶν ἀπόρρητα δόγματα πολλὰ δὲ περὶ τῶν ἀπολύτων ἡγεμόνων τοῦ παντός οἳ τὸ τῶν ἐγκοσμίων θεῶν πλῆθος ἐπὶ τὰς νοητὰς καὶ χωριστὰς τῶν ὅλων μονάδας ἀνατείνουσιν ἔτι δὲ πλείω περὶ αὐτῶν τῶν τὸν κόσμον διαλαχόντων θεῶν τάς τε νοήσεις αὐτῶν καὶ τὰς περικοσμίους ποιήσεις ἀνυμνῶν καὶ τήν τε πρόνοιαν τὴν ἄχραντον καὶ τὴν περὶ τὰς ψυχὰς διακυβέρνησιν καὶ ὅσα ἄλλα παραδίδωσιν ὁ Σωκράτης ἐν ἐκείνοις ἐνθεαστικῶς ὡς αὐτὸς διαρρήδην λέγει καὶ τοῦτο τοὺς ἐγχωρίους θεοὺς τῆς τοιαύτης μανίας αἰτιώμενος. Ἐν δέ γε τῶι Σοφιστῆι περί τε τοῦ ὄντος καὶ τῆς τοῦ ἑνὸς ἀπὸ τῶν ὄντων χωριστῆς ὑποστάσεως διαλεκτικῶς ἀγωνιζόμενος καὶ ἀπορῶν πρὸς τοὺς παλαιοτέρους ἐπιδείκνυσιν ὅπως τὰ μὲν ὄντα πάντα τῆς ἑαυτῶν αἰτίας ἐξήρτηται καὶ τοῦ πρώτως ὄντος αὐτὸ δὲ τὸ ὂν μετέχει τῆς ἐξηιρημένης τῶν ὅλων ἑνάδος καὶ ὡς πεπονθός ἐστι τὸ ἓν ἀλλ' οὐκ αὐτοέν ὑφειμένον τοῦ ἑνὸς καὶ ἡνωμένον ὑπάρχον ἀλλ' οὐ πρώτως ἕν. Ὁμοίως δὲ αὖ κἀν τῶι Παρμενίδηι τάς τε τοῦ ὄντος ἀπὸ τοῦ ἑνὸς προόδους καὶ τὴν τοῦ ἑνὸς ὑπεροχὴν διὰ τῶν πρώτων ὑποθέσεων ἐκφαίνει διαλεκτικῶς καί ὡς αὐτὸς ἐν ἐκείνοις λέγει κατὰ τὴν τελεωτάτην τῆς μεθόδου ταύτης διαίρεσιν. Καὶ μὴν καὶ ἐν Γοργίαι μὲν περὶ τῶν τριῶν δημιουργῶν καὶ περὶ τῆς δημιουργικῆς ἐν αὐτοῖς διακληρώσεως μῦθον ἀπαγγέλλων οὐ μῦθον ὄντα μόνον ἀλλὰ καὶ λόγον ἐν Συμποσίωι δὲ περὶ τῆς τοῦ ἔρωτος ἑνώσεως ἐν δὲ Πρωταγόραι περὶ τῆς τῶν θνητῶν ζώιων ἀπὸ θεῶν διακοσμήσεως τὸν συμβολικὸν τρόπον κατακρύπτει τὴν περὶ τῶν θείων ἀλήθειαν καὶ μέχρι ψιλῆς ἐνδείξεως ἐκφαίνει τὴν ἑαυτοῦ βούλησιν τοῖς γνησιωτάτοις τῶν ἀκουόντων. Εἰ δὲ βούλει καὶ τῆς διὰ τῶν μαθημάτων διδασκαλίας μνησθῆναι καὶ τῆς ἐκ τῶν ἠθικῶν ἢ φυσικῶν λόγων περὶ τῶν θείων πραγματείας οἷα πολλὰ μὲν ἐν Τιμαίωι πολλὰ δὲ ἐν Πολιτικῶι πολλὰ δὲ ἐν ἄλλοις διαλόγοις ἐστὶ κατεσπαρμένα θεωρεῖν ἐνταῦθα δήπου σοι καὶ ὁ διὰ τῶν εἰκόνων τὰ θεῖα γινώσκειν ἐφιέμενος τρόπος ἔσται καταφανής. Ἅπαντα γὰρ ταῦτα τὰς τῶν θείων ἀπεικονίζεται δυνάμεις· ὁ μὲν πολιτικός εἰ τύχοι τὴν ἐν οὐρανῶι δημιουργίαν τὰ δὲ τῶν πέντε στοιχείων ἐν λόγοις γεωμετρικοῖς ἀποδεδομένα σχήματα τὰς τῶν θεῶν τῶν ἐπιβεβηκότων τοῖς μέρεσι τοῦ παντὸς ἰδιότητας αἱ δὲ τῆς ψυχικῆς οὐσίας διαιρέσεις τὰς ὅλας τῶν θεῶν διακοσμήσεις. Ἐῶ γὰρ λέγειν ὅτι καὶ τὰς πολιτείας ἃς συνίστησιν ἀπεικάζων τοῖς θείοις καὶ τῶι παντὶ κόσμωι καὶ ταῖς ἐν αὐτῶι δυνάμεσι διακοσμεῖ. Πάντα δὴ οὖν ταῦτα δι' ὁμοιότητος τῶν τῆιδε πρὸς τὰ θεῖα τὰς ἐκείνων ἡμῖν προόδους καὶ τάξεις καὶ δημιουργίας ἐν εἰκόσιν ἐπιδείκνυσιν. Οἱ μὲν οὖν τρόποι τῆς παρὰ τῶι Πλάτωνι θεολογικῆς διδασκαλίας τοιοίδε τινές εἰσι· δῆλον δὲ ἐκ τῶν εἰρημένων ὅτι καὶ τὸν ἀριθμὸν εἶναι τοσούτους ἀναγκαῖον· οἱ μὲν γὰρ δι' ἐνδείξεως περὶ τῶν θείων λέγοντες ἢ συμβολικῶς καὶ μυθικῶς ἢ δι' εἰκόνων λέγουσιν οἱ δὲ ἀπαρακαλύπτως τὰς ἑαυτῶν διανοήσεις ἀπαγγέλλοντες οἱ μὲν κατ' ἐπιστήμην οἱ δὲ κατὰ τὴν ἐκ θεῶν ἐπίπνοιαν ποιοῦνται τοὺς λόγους. Ἔστι δὲ ὁ μὲν διὰ τῶν συμβόλων τὰ θεῖα μηνύειν ἐφιέμενος Ὀρφικὸς καὶ ὅλως τοῖς τὰς θεομυθίας γράφουσιν οἰκεῖος. Ὁ δὲ διὰ τῶν εἰκόνων Πυθαγόρειος ἐπεὶ καὶ τοῖς Πυθαγορείοις τὰ μαθήματα πρὸς τὴν τῶν θείων ἀνάμνησιν ἐξηύρητο καὶ διὰ τούτων ὡς εἰκόνων ἐπ' ἐκεῖνα διαβαίνειν ἐπεχείρουν· καὶ γὰρ τοὺς ἀριθμοὺς ἀνεῖσαν τοῖς θεοῖς καὶ τὰ σχήματα καθάπερ λέγουσιν οἱ τὰ ἐκείνων ἱστορεῖν σπουδάζοντες. Ὁ δὲ ἐνθεαστικῶς μὲν αὐτὴν καθ' ἑαυτὴν ἐκφαίνων τὴν περὶ θεῶν ἀλήθειαν παρὰ τοῖς ἀκροτάτοις τῶν τελεστῶν μάλιστα καταφανής· οὐ γὰρ ἀξιοῦσιν οὗτοι διὰ δή τινων παραπετασμάτων τὰς θείας τάξεις ἢ τὰς ἰδιότητας αὐτῶν τοῖς ἑαυτῶν γνωρίμοις ἀποδιδόναι ἀλλὰ τάς τε δυνάμεις καὶ τοὺς ἀριθμοὺς τοὺς ἐν αὐτοῖς ὑπ' αὐτῶν κινούμενοι τῶν θεῶν ἐξαγγέλλουσιν. Ὁ δὲ αὖ κατ' ἐπιστήμην ἐξαίρετός ἐστι τῆς τοῦ Πλάτωνος φιλοσοφίας· καὶ γὰρ τὴν ἐν τάξει πρόοδον τῶν θείων γενῶν καὶ τὴν πρὸς ἄλληλα διαφορὰν καὶ τάς τε κοινὰς τῶν ὅλων διακόσμων ἰδιότητας καὶ τὰς ἐν ἑκάστοις διηιρημένας μόνος ὡς ἐμοὶ δοκεῖ τῶν ἡμῖν συνεγνωσμένων ὁ Πλάτων καὶ διελέσθαι καὶ τάξαι κατὰ τρόπον ἐπεχείρησε. Τοῦτο μὲν οὖν ἔσται καταφανές ὅταν περὶ Παρμενίδου τὰς προηγουμένας ἀποδείξεις ποιησώμεθα καὶ τῶν ἐν αὐτῶι πασῶν διαιρέσεων· νῦν δὲ λέγωμεν ὅτι καὶ τῶν μυθικῶν πλασμάτων οὐ πᾶσαν ὁ Πλάτων εἰσεδέξατο τὴν δραματουργίαν ἀλλ' ὅσον αὐτῆς τοῦ καλοῦ στοχάζεται καὶ τοῦ ἀγαθοῦ καὶ πρὸς τὴν θείαν ὑπόστασίν ἐστιν οὐκ ἀνάρμοστον. Ἔστι μὲν γὰρ ὁ τῆς μυθολογίας τρόπος ἀρχαῖος δι' ὑπονοιῶν τὰ θεῖα μηνύων καὶ πολλὰ παραπετάσματα τῆς ἀληθείας προβεβλημένος καὶ τὴν φύσιν ἀπεικονιζόμενος ἣ τῶν νοητῶν αἰσθητὰ καὶ τῶν ἀύλων ἔνυλα καὶ τῶν ἀμερίστων μεριστὰ προτείνει πλάσματα καὶ τῶν ἀληθινῶν εἴδωλα καὶ ψευδῶς ὄντα κατασκευάζει. Τῶν δέ γε παλαιῶν ποιητῶν τραγικώτερον συντιθέναι τὰς περὶ τῶν θεῶν ἀπορρήτους θεολογίας ἀξιούντων καὶ διὰ τοῦτο πλάνας θεῶν καὶ τομὰς καὶ πολέμους καὶ σπαραγμοὺς καὶ ἁρπαγὰς καὶ μοιχείας καὶ πολλὰ ἄλλα τοιαῦτα σύμβολα ποιουμένων τῆς ἀποκεκρυμμένης παρ' αὐτοῖς περὶ τῶν θείων ἀληθείας τὸν μὲν τοιοῦτον τρόπον τῆς μυθολογίας ὁ Πλάτων ἀποσκευάζεται καὶ πρὸς παιδείαν εἶναί φησι παντελῶς ἀλλοτριώτατον πιθανώτερον δὲ καὶ πρὸς ἀλήθειαν καὶ φιλόσοφον ἕξιν οἰκειότερον πλάττειν παρακελεύεται τοὺς περὶ θεῶν λόγους ἐν μύθων σχήμασι πάντων μὲν ἀγαθῶν τὸ θεῖον αἰτιωμένους κακοῦ δὲ οὐδενός μεταβολῆς μὲν ἁπάσης ἄμοιρον ἀεὶ δὲ τὴν ἑαυτοῦ τάξιν ἄτρεπτον διαφυλάττον καὶ τῆς μὲν ἀληθείας ἐν ἑαυτῶι τὴν πηγὴν προειληφὸς ἀπάτης δὲ οὐδεμιᾶς ἄλλοις αἴτιον γινόμενον· τοιούτους γὰρ ἡμῖν θεολογίας τύπους ὁ ἐν Πολιτείαι Σωκράτης ὑφηγήσατο. Πάντες τοίνυν οἱ τοῦ Πλάτωνος μῦθοι τὴν ἀλήθειαν ἐν ἀπορρήτωι φρουροῦντες οὐδὲ τὴν ἐκτὸς προφαινομένην διασκευὴν ἀπάιδουσαν ἔχουσι τῆς περὶ θεῶν ἀδιδάκτου καὶ ἀδιαστρόφου κατὰ φύσιν ἐν ἡμῖν προλήψεως ἀλλ' ὅτι εἰκόνα φέρουσι τῆς κοσμικῆς συστάσεως ἐν ἧι καὶ τὸ φαινόμενον κάλλος θεοπρεπές ἐστι καὶ τὸ τούτου θειότερον ἐν ταῖς ἀφανέσιν ἵδρυται ζωαῖς καὶ δυνάμεσι τῶν θεῶν. Ἕνα μὲν οὖν τοῦτον τὸν τρόπον τοὺς περὶ τῶν θείων πραγμάτων μύθους ἐκ τοῦ φαινομένου παρανόμου καὶ ἀλογίστου καὶ ἀτάκτου μετήγαγεν εἰς τάξιν καὶ ὅρον καὶ τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ στοχαζομένην σύνθεσιν· ἕτερον δὲ ὃν ἐν Φαίδρωι παραδίδωσιν ἄμικτον ἀξιῶν φυλάττειν τὴν θεομυθίαν πανταχοῦ πρὸς τὰς φυσικὰς ἀποδόσεις καὶ μηδαμοῦ συμφύρειν μηδὲ ἐπαλλάττειν θεολογίαν καὶ φυσικὴν θεωρίαν. Ὡς γὰρ αὐτὸ τὸ θεῖον ἐξήιρηται τῆς ὅλης φύσεως οὕτω δήπου καὶ τοὺς περὶ θεῶν λόγους καθαρεύειν πάντηι προσήκει τῆς περὶ τὴν φύσιν πραγματείας· τὸ γὰρ τοιοῦτον ἐπίπονον καὶ οὐ πάνυ φησίν ἀνδρὸς ἀγαθοῦ τέλος ποιεῖσθαι τῆς τῶν μύθων ὑπονοίας τὰ φυσικὰ παθήματα καὶ τήν τε Χίμαιραν εἰ τύχοι καὶ τὴν Γοργόνα καὶ τῶν τοιούτων ἕκαστον ὑπὸ σοφίας εἰς ταὐτὸν ἄγειν φυσικοῖς πλάσμασιν. Ταῦτα γὰρ δὴ καὶ ὁ Σωκράτης ἐν ἐκείνοις αἰτιώμενος πεποίηται τοὺς τὴν Ὠρείθυιαν παίζουσαν ὑπὸ τοῦ πνεύματος βορέου κατὰ τῶν πετρῶν ὠσθεῖσαν ἐν μύθου σχήματι λέγοντας ὑπὸ τοῦ Βορέου δι' ἔρωτα θνητὴν οὖσαν ἡρπάσθαι· δεῖ γὰρ οἶμαι τὰ περὶ θεῶν μυθολογήματα σεμνοτέρας ἀεὶ τῶν φαινομένων ἔχειν τὰς ἀποκεκρυμμένας ἐννοίας. Ὥστ' εἴ τινες καὶ τῶν Πλατωνικῶν μύθων φυσικὰς ἡμῖν εἰσηγοῖντο καὶ περὶ τὰ τῆιδε στρεφομένας ὑποθέσεις παντάπασιν αὐτοὺς τῆς τοῦ φιλοσόφου διανοίας ἀποπλανᾶσθαι φήσομεν καὶ μόνους ἐκείνους τῶν λόγων τῆς ἐν τούτοις ἀληθείας ὑπάρχειν ἐξηγητάς ὅσοι τῆς θείας καὶ ἀύλου καὶ χωριστῆς ὑποστάσεως στοχάζονται καὶ πρὸς ταύτην βλέποντες τάς τε συνθέσεις ποιοῦνται καὶ τὰς ἀναλύσεις τῶν μύθων οἰκείας ταῖς περὶ τῶν θείων ἐν ἡμῖν προλήψεσιν.