BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Εἰς τὴν Πλάτονος θεολογίαν

 

Βιβλίον Αʹ

 

____________________________________________________________

 

 

 

θ.

Ἀντιλογία πρὸς τοὺς λογικὸν εἶναι τὸν Παρμενίδην

εἰπόντας καὶ τὴν ἐν αὐτῶι πραγματείαν δι' ἐνδόξων

ἐπιχειρηματικὴν ὑποτιθεμένους.

 

Πρώτους μὲν οὖν σκεψώμεθα τοὺς ἀπὸ τῆς τῶν πραγμάτων ἀληθείας ἐπὶ λογικὴν γυμνασίαν καθέλκοντας τὴν τοῦδε τοῦ διαλόγου πρόθεσιν καὶ κατίδωμεν εἴ πηι ἄρα συνάιδειν τοῖς τοῦ Πλάτωνος δυνήσονται. Παντὶ δὴ οὖν καταφανὲς ὅτι τὴν διαλεκτικὴν μέθοδον ἔργωι παραδοῦναι προθέμενος ὁ Παρμενίδης καί ὡς τύπωι διαλαβεῖν ἐφ' ἑκάστου τῶν ὄντων αὐτὴν ὁμοίως παραλαμβάνειν οἷον ταὐτότητος ἑτερότητος ὁμοιότητος ἀνομοιότητος κινήσεως στάσεως τῶν ἄλλων ἑκάστου παρακελευσάμενος τοῖς μέλλουσι κατὰ τρόπον τὴν ἑκάστου φύσιν ἀνερευνήσειν μέγαν τὸν ἀγῶνα καὶ οὐδ' αὐτῶι τῶι τηλικῶιδε ὄντι ῥάιδιον εἶναι λέγει καὶ πρὸς τὸν Ἰβύκειον ἵππον ἑαυτὸν ἀπεικάζει καὶ πάντα τὰ τεκμήρια παρέχεται τοῦ πραγματειώδη καὶ μὴ κενὴν ἐν λόγοις ψιλοῖς θεωρουμένην ποιήσεσθαι τὴν τῆς μεθόδου ταύτης παράδοσιν. Πῶς οὖν ἔτι δυνατὸν εἰς ἐπιχειρήσεις διακένους ἀποπέμπειν τὰς ἐπιβολὰς ταύτας περὶ ὧν ὁ μέγας Παρμενίδης ὡς πολλῆς πραγματείας δεομένων ἐνδειξάμενος διεπεράνατο τὸν περὶ αὐτῶν λόγον; Πῶς δὲ πρεσβυτικὸν ἐν λόγοις γυμνοῖς διατρίβειν καὶ τῆι περὶ ταύτην δυνάμει τηλικαύτην ἀποδιδόναι σπουδὴν τὸν τῆς τῶν ὄντων ἀληθείας φιλοθεάμονα καὶ πάντα μὲν τὰ ἄλλα μηδὲ εἶναι λογιζόμενον ἐπ' αὐτὴν δὲ τὴν ἄκραν ἀναβεβηκότα τοῦ ἑνὸς ὄντος περιωπήν; Εἰ μή τις ἄλλως κωμωιδεῖσθαι τὸν Παρμενίδην ὑπὸ τοῦ Πλάτωνος λέγοι καθελκόμενον εἰς νεοπρεπεῖς ἀγῶνας ἀπὸ τῶν νοερωτάτων τῆς ψυχῆς θεαμάτων. Εἰ δὲ βούλει καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις θεασώμεθα τί ποτε ὑποσχόμενος ὁ Παρμενίδης καὶ περὶ τίνος ποιήσεσθαι τὸν λόγον εἰπὼν ἐφήψατο τῆς τοιαύτης πραγματείας. Ἆρ' οὐ περὶ τοῦ κατ' αὐτὸν ὄντος καὶ τῆς τῶν ὄντων ἁπάντων ἑνάδος ἐφ' ἣν ἀνατεινόμενος ἐλελήθει τοὺς πολλοὺς ὡς τὰ πλήθη τῶν ὄντων εἰς μίαν ἕνωσιν ἀδιάκριτον συνάγειν παρακελευόμενος; Εἰ τοίνυν τοῦτο μέν ἐστι τὸ ἓν ὂν ὑπὲρ οὗ κἀν τοῖς ποιήμασιν ἐπραγματεύετο τὸ δὲ ἓν ὂν εἴτ' οὖν ἀκρότατον ὃ ὑπερίδρυται παντελῶς τῶν ἐν δόξηι φερομένων λόγων τίς μηχανὴ συμφύρειν εἰς ταὐτὸν τὰ περὶ τῶν νοητῶν δόγματα ταῖς δοξαστικαῖς ἐπιχειρήσεσιν; Οὐ γὰρ τῆι περὶ τῶν ὄντως ὄντων ὑποθέσει προσήκει τὸ τοιοῦτο τῶν λόγων εἶδος οὔτε τοῖς διαλεκτικοῖς γυμνασίοις ἡ τῶν ἀφανῶν καὶ χωριστῶν αἰτίων συναρμόζεται νόησις ἀλλὰ ταῦτα διέστηκεν ἀπ' ἀλλήλων καθ' ὅσον καὶ ὁ νοῦς τῆς δόξης ὑπερίδρυται καθάπερ ἡμᾶς ὁ Τίμαιος ἀνεδίδαξε· καὶ οὐχὶ ὁ Τίμαιος μόνον ἀλλὰ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης ὃς τὴν τοιαύτην δύναμιν παραδοὺς οὔτε περὶ τῶν παντελῶς ἀφανῶν ἡμῖν οὔτε περὶ τῶν γνωριμωτέρων ποιεῖσθαι τὰς ζητήσεις παρακελεύεται. Πολλοῦ ἄρα δεῖ Παρμενίδης ὁ τὴν ἐπιστήμην τῶν ὄντων τῆς δοκούσης εἶναι παρὰ τοῖς τὴν αἴσθησιν τοῦ νοῦ προβεβλημένοις ἀληθείας ἐπέκεινα τοῦ νοῦ τιθέμενος τὴν δοξαστικὴν γνῶσιν ἐπὶ τὴν νοητὴν φύσιν ἀνάξειν ἀμφίβολον οὖσαν καὶ ποικίλην καὶ ἀστάθμητον ἢ τὸ ὄντως ὂν μετὰ τῆς τοιαύτης δοξοσοφίας καὶ τῆς διακένου πραγματείας θεωρήσειν. Τῶι γὰρ ἁπλῶι τὸ ποικίλον καὶ τῶι μονοειδεῖ τὸ πολυειδὲς καὶ τῶι νοητῶι τὸ δοξαστικὸν τῆς γνώσεως μόνον ἁρμοςτέον. Ἔτι τοίνυν μηδὲ ἐκεῖνο παρῶμεν ὡς παντελῶς ἀλλότριος ὁ τρόπος οὗτός ἐστι τῶν λόγων τῆς τοῦ Παρμενίδου πραγματείας. Ἐκείνη μὲν γὰρ τὰ ὄντα πάντα καὶ τὴν τάξιν τῶν ὅλων παραδίδωσι καὶ τὴν ἀφ' ἑνός τε ἀρχομένην πρόοδον καὶ εἰς ἓν τελευτῶσαν ἐπιστροφήν ἡ δὲ διὰ τῶν ἐπιχειρημάτων μέθοδος πόρρω διώικισται τῆς ἐπιστημονικῆς θεωρίας. Πῶς οὖν οὐκ ἀνάρμοστον ὑπόθεσιν ὁ Πλάτων φανήσεται τῶι Παρμενίδηι παραδιδούς εἰ τῆς ἐφ' ἑκάτερα γυμνασίας αὐτὸν στοχάζεσθαι λέγοι καὶ τῆς ἐν τούτωι δυνάμεως ἕνεκα τὴν ὅλην ἀνακινεῖν ταύτην τῶν λόγων ἀνέλιξιν; Καίτοι γε ἐν τοῖς ἄλλοις ἅπασι τὰς προσηκούσας ὑποθέσεις εἰς ἕκαστον ἀναφέρει τῶν φιλοσόφων τῶι μὲν Τιμαίωι τὴν περὶ φύσεως ἀφορίζων διδασκαλίαν τῶι δὲ Σωκράτει τὴν περὶ πολιτείας τῆι δὲ Μαντινικῆι ξένηι τὰ ἐρωτικά τῶι δὲ Ἐλεάτηι ξένωι τὰ περὶ τοῦ ὄντος. Εἶτα τῶν μὲν ἄλλων ἕκαστος τοιούτων προΐσταται τῶν λόγων ὧν καὶ καθ' ἑαυτὸν ὑπάρχει προηγουμένως ἀντεχόμενος μόνος δὲ ἡμῖν ὁ Παρμενίδης ἐν μὲν τοῖς ποιήμασιν ἔσται καὶ τοῖς ἑαυτοῦ σπουδάσμασι τὰ ὄντα σοφός ἐν δὲ τῆι Πλατωνικῆι σκηνῆι νεαροπρεποῦς Μούσης καθηγεμών; Ἀλλὰ μὴ ταῦτα μιμήσεως ἀνομοιότητα κατηγορεῖν τοῦ Πλάτωνος βουλομένων ἦι. Καίτοι καὶ τοὺς ποιητὰς αὐτὸς ἠιτιάσατο φιλοχρηματίαν καὶ τὴν ἐμπαθῆ ζωὴν εἰς θεῶν παῖδας ἀναπέμποντας· ποῦ οὖν ἡμεῖς τὴν τῶν ἐνδόξων ἐπιχειρημάτων καὶ διακένων πραγματείαν εἰς τὸν ἡγεμόνα τῆς τῶν ὄντων ἀληθείας ἀνάξομεν; Εἰ δὲ δεῖ τῶν πολλῶν ἀπαλλαγέντας ἐπιχειρήσεων αὐτὸν τὸν Πλάτωνα ποιήσασθαι μάρτυρα τῆς προκειμένης ταύτης συνουσίας καὶ τῶν ἐν ταύτηι λόγων ἀναμνησθῶμεν εἰ μὲν βούλει τῶν ἐν Θεαιτήτωι γεγραμμένων εἰ δὲ βούλει τῶν ἐν Σοφιστῆι· φανήσεται γὰρ ἃ λέγομεν ἐκ τούτων. Οὐκοῦν ἐν Θεαιτήτωι μὲν ὁ Σωκράτης ὑπὸ τοῦ νεανίσκου προκαλούμενος εἰς τὸν τῶν ἀκίνητον τὸ ὂν λεγόντων ἔλεγχον ἀποσκευαζόμενος τὴν τοιαύτην ἀντίληψιν τοῦ Παρμενίδου καὶ τὴν αἰτίαν προστιθείς· Παρμενίδην γάρ φησίν ἕν' ὄντα αἰσχύνομαι ἢ πάντας τοὺς ἄλλους. Συνέμιξα γὰρ τῶι ἀνδρὶ πάνυ νέος πάνυ πρεσβύτηι καί μοι ἔδοξε βάθος τι ἔχειν παντάπασι γενναῖον. Φοβοῦμαι οὖν μὴ οὔτε τὰ λεγόμενα ξυνίωμεν τί τε διανοούμενος εἶπε πολὺ πλέον λειπώμεθα. Ὀρθῶς ἄρα ἐλέγομεν τὴν προκειμένην συνουσίαν οὐκ εἰς λογικὴν γυμνασίαν ἀποτείνεσθαι καὶ τοῦτο ποιεῖσθαι τῶν λόγων ἁπάντων τέλος ἀλλ' εἰς τὴν τῶν πρωτίστων ἀρχῶν ἐπιστήμην. Πῶς γὰρ ἂν ὁ Σωκράτης τὸν τῆι δυνάμει τῆι τοιαύτηι χρώμενον καὶ τῆς τῶν πραγμάτων ἀμελήσαντα γνώσεως βάθος τι γενναῖον παντάπασιν ἔχειν ἐν τοῖς λόγοις ἐμαρτύρει; Τί γὰρ ἂν εἴη σεμνόν καὶ συλλαβεῖν τὴν μέθοδον τῶν ἐφ' ἑκάστωι συντιθεμένων ἐνδόξως καὶ ὑποδῦναι τὴν τοιαύτην εὕρεσιν τῶν ἐπιχειρημάτων; Ἐν δὲ αὖ τῶι Σοφιστῆι τὸν Ἐλεάτην ξένον ἀνεγείρων εἰς τὴν τῶν προτεθέντων αὐτῶι διάρθρωσιν καὶ ἤδη συνήθη πρὸς τοὺς βαθυτέρους εἶναι λόγους ἑαυτὸν ἐνδεικνύμενος· τοσόνδε ἡμῖν φράζε φησί πότερον εἴωθας αὐτὸς ἐπὶ σαυτοῦ μακρῶι λόγωι διεξιέναι λέγων τοῦτο ὃ ἂν ἐνδείξασθαί τωι βουληθῆις ἢ δι' ἐρωτήσεων οἵων ποτὲ καὶ Παρμενίδηι χρωμένωι καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην ἐγὼ νεὸς ὤν ἐκείνου τότε ὄντος εὖ μάλα πρεσβύτου. Τίς οὖν μηχανή τοῦ Σωκράτους λέγοντος παγκάλους εἶναι τοὺς λόγους τούτους καὶ βάθος ἔχειν παντάπασι γενναῖον ἡμᾶς διαπιστεῖν καὶ διαλωβᾶσθαι τὴν τοῦ Παρμενίδου πραγματείαν καὶ τῆς μὲν οὐσίας αὐτὴν καὶ τοῦ ὄντος ἐκβάλλειν ἐπὶ δὲ τὴν δημώδη καὶ φορτικὴν μετάγειν τῶν ἐπιχειρήσεων κενολογίαν μήτε τὸ νεαροπρεπὲς τῶν τοιούτων λόγων μήτε τὴν ὑπόθεσιν τοῦ ἑνὸς ὄντος μήτε ἄλλο μηδὲν τῶν πρὸς τὴν τοιαύτην ὑπόνοιαν ἐναντιουμένων λογιζομένους; Καὶ μὴν καὶ τὴν τῆς διαλεκτικῆς δύναμιν ἀξιώσαιμ' ἂν αὐτοὺς σκοπεῖν ὁποίαν ὁ ἐν Πολιτείαι Σωκράτης ἐνδείκνυται καὶ πῶς θριγκὸν μὲν αὐτὴν ἐφ' ἅπασι περιβεβλῆσθαι τοῖς μαθήμασιν ἀνάγειν δὲ τοὺς χρωμένους ἐπ' αὐτὸ τὸ ἀγαθὸν καὶ τὰς πρωτίστας ἑνάδας ἐκκαθαίρειν δὲ τὸ τῆς ψυχῆς ὄμμα φησὶ καὶ προσιδρύειν τοῖς ὄντως οὖσι καὶ τῆι μιᾶι τῶν πάντων ἀρχῆι καὶ μέχρι τοῦ ἀνυποθέτου τελευτᾶν. Εἰ γὰρ τοσαύτη μὲν ἡ τῆς διαλεκτικῆς ταύτης δύναμις τηλικοῦτον δὲ τὸ τέλος τῆς ὁδοῦ ταύτης οὐ δεῖ τὴν διὰ τῶν ἐνδόξων ἐπιχείρησιν εἰς ταὐτὸν τῆι τοιαύτηι μεθόδωι συγκυκᾶν. Ἐκείνη μὲν γὰρ πρὸς ἀνθρώπων ἀποτείνεται δόξας αὕτη δὲ ὑπὸ τῶν πολλῶν ἀδολεσχία καλεῖται· καὶ ἡ μὲν παντελῶς ἀπολείπεται τῆς τῶν μαθημάτων ἐπιστήμης αὕτη δὲ θριγκός ἐστι τῶν ἐπιστημῶν τούτων καὶ διὰ τούτων ἐπ' ἐκείνην ἡ πορεία· καὶ τῆι μέν ἐστι τὸ δοκοῦν καὶ τὸ φαινόμενον τῆς γυμνασίας ἡ δὲ ἁμιλλᾶται πρὸς τὸ ὂν ἐπαναβιβασμοῖς ἀεὶ χρωμένη καὶ τελευτᾶι δὴ καλῶς εἰς τὴν τοῦ ἀγαθοῦ φύσιν. Πολλοῦ ἄρα δεήσομεν ἡμεῖς τὴν πρὸ τῶν ἀκριβεστάτων τῶν ἐπιστημῶν ἱδρυμένην καθέλκειν εἰς τὴν ἔνδοξον ἐπιχείρησιν. Αὕτη μὲν γὰρ τῆς ἀποδεικτικῆς προέχουσα φαντασίας ἐστὶ δευτέρα καὶ μόνης ἀγαπώιη ἂν τῆς ἐριστικῆς προέχουσα φαντασίας ἡ δὲ παρ' ἡμῖν διαλεκτικὴ τὰ μὲν πολλὰ διαιρέσεσι χρῆται καὶ ἀναλύσεσιν ὡς πρωτουργοῖς ἐπιστήμαις καὶ μιμουμέναις τὴν τῶν ὄντων πρόοδον ἐκ τοῦ ἑνὸς καὶ πρὸς αὐτὸ πάλιν ἐπιστροφήν χρῆται δέ ποτε καὶ ὁρισμοῖς καὶ ἀποδείξεσιν εἰς τὴν τοῦ ὄντος θήραν. Ὅτε τοίνυν ἡ μὲν χρῆται ταῖς ἀποδείξεσι καὶ πρὸ τούτων τῆι ὁριστικῆι μεθόδωι καὶ τῆι διαιρετικῆι πρὸ ταύτης ἡ δὲ παντάπασιν ἀπολείπεται τῶν τῆς ἀποδείξεως ἀνελέγκτων λογισμῶν πῶς οὐκ ἀνάγκη διωρίσθαι μὲν τὰς δυνάμεις ταύτας ἀπ' ἀλλήλων τὴν δὲ τοῦ Παρμενίδου πραγματείαν τῆι παρ' ἡμῖν διαλεκτικῆι χρωμένην καθαρεύειν τῆς διακένου τῶν ἐπιχειρημάτων ποικιλίας καὶ πρὸς αὐτὸ τὸ ὂν ἀλλ' οὐ πρὸς τὸ φαινόμενον ποιεῖσθαι τοὺς λόγους.