BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Ἥμνοι

 

Textus:

Procli philosophi Platonici opera edita, p. 1315

ed. Victor Cousin,

Parisiis: Aug. Durand, 1864

 

____________________________________________________________

 

 

 

ΕΚΑΤΗΣ ΚΑΙ ΙΑΝΟΥ Ϛʹ.

 

Χαῖρε, θεῶν μῆτερ πολυώνυμε, καλλιγένεθλε·

χαῖρ᾽, Ἑκάτη προθύραιε, μεγασθενές. ἀλλὰ καὶ αὐτὸς

χαῖρ᾽, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρ᾽, ὕπατε Ζεῦ.

τεύχετε δ᾽ αἰγλήεσσαν ἐμοῦ βιότοιο πορείην,

5

βριθομένην ἀγαθοῖσι, κακὰς δ᾽ ἀπελαύνετε νούσους

ἐκ ῥεθέων, ψυχὴν δὲ περὶ χθονὶ μαργαίνουσαν

ἕλκετ᾽ ἐγερσινόοισι καθηραμένην τελετῆισι.

ναὶ, λίτομαι, δότε χεῖρα, θεοφραδέας τε κελεύθους

δείξατέ μοι χατέοντι· φάος δ᾽ ἐρίτιμον ἀθρήσω,

10

κυανέης ὅθεν ἔστι φυγεῖν κακότητα γενέθλης.

ναὶ, λίτομαι, δότε χεῖρα, καὶ ὑμετέροισιν ἀήταις

ὅρμον ἐς εὐσεβίης με πελάσσατε κεκμηῶτα.

χαῖρε, θεῶν μῆτερ πολυώνυμε, καλλιγένεθλε·

χαῖρ᾽, Ἑκάτη προθυραῖα, μεγάσθενες. ἀλλὰ καὶ αὐτὸς

15

χαῖρ᾽, Ἴανε προπάτορ, Ζεῦ ἄφθιτε· χαῖρ᾽, ὕπατε Ζεῦ.