BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Ἥμνοι

 

Textus:

Procli philosophi Platonici opera edita, p. 1315

ed. Victor Cousin,

Parisiis: Aug. Durand, 1864

 

____________________________________________________________

 

 

 

ΕΙΣ ΑΘΗΝΑΝ ΠΟΛΥΜΗΤΙΝ Ζʹ.

 

Κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, ἡ γενετῆρος

πηγῆς ἐκπροθοροῦσα καὶ ἀκροτάτης ἀπὸ σειρῆς,

ἀρσενόθυμε, φέρασπι, μεγασθενὲς, ὀβριμοπάτρη,

Παλλὰς, Τριτογένεια, δορυσσόε, χρυσεοπήληξ,

5

κέκλυθι, δέχνυσο δ᾽ ὕμνον ἐύφρονι, πότνια, θυμῶι,

μηδ᾽ αὔτως ἀνέμοισιν ἐμόν ποτε μῦθον ἐάσηις,

ἡ σοφίης πετάσασα θεοστιβέας πυλεῶνας

καὶ χθονίων δαμάσασα θεημάχα φῦλα Γιγάντων·

ἣ, πόθον Ἡφαίστοιο λιλαιομένοιο φυγοῦσα

10

παρθενίης ἐφύλαξας ἑῆς ἀδάμαντα χαλινόν·

ἣ κραδίην ἐσάωσας ἀμιστύλλευτον ἄνακτος,

αἰθέρος ἐν γυάλοισι μεριζομένου ποτὲ Βάκχου

Τιτήνων ὑπὸ χερσὶ, πόρες δέ ἑ πατρὶ φέρουσα,

ὄφρα νέος, βουλῆισιν ὑπ᾽ ἀρρήτοισι τοκῆος,

15

ἐκ Σεμέλης περὶ κόσμον ἀνηβήσηι Διόνυσος·

ἧς πέλεκυς, θήρεια ταμὼν προθέλυμνα κάρηνα

πανδερκοῦς Ἑκάτης, παθέων ηὔνασσε γενέθλην·

ἣ κράτος ἤραο σεμνὸν ἐγερσιβρότων ἀρετάων·

ἣ βίοτον κόσμησας ὅλον πολυειδέσι τέχναις,

20

δημιοεργείην νοερὴν ψυχαῖσι βαλοῦσα·

ἣ λάχες Ἀκροπόληα καθ᾽ ὑψιλόφοιο κολώνης,

σύμβολον ἀκροτάτης μεγάλης σέο, πότνια, σειρῆς·

ἣ χθόνα σωτιάνειραν ἐφίλαο, μητέρα βίβλων,

πατροκασιγνήτοιο βιασαμένη πόθον ἱρὸν,

25

οὔνομα δ᾽ ἄστεϊ δῶκας ἔχειν σέο καὶ φρένας ἐσθλὰς,

ἔνθα μάχης ἀρίδηλον, ὑπὸ σφυρὸν οὔρεος ἄκρον

σῆμα καὶ ὀψιγόνοισιν ἀνεβλάστησας ἐλαίην,

εὖτ᾽ ἐπὶ Κεκροπίδηισι Ποσειδάωνος ἀρωγῆι

μυρίον ἐκ πόντοιο κυκώμενον ἤλυθε κῦμα,

30

πάντα πολυφλοίσβοισιν ἑοῖς ῥεέθροισιν ἱμάσσον.

κλῦθί μευ, ἡ φάος ἁγνὸν ἀπαστράπτουσα προσώπου,

δὸς δέ μοι ὄλβιον ὅρμον ἀλωομένωι περὶ γαῖαν.

δὸς ψυχῆι φάος ἁγνὸν ἀπ᾽ εὐιέρων σέο μύθων,

καὶ σοφίην καὶ ἔρωτα· μένος δ᾽ ἔμπνευσον ἔρωτι

35

τοσσάτιον καὶ τοῖον, ὅσον χθονίων ἀπὸ κόλπων

αὖ ἐρύσει πρὸς Ὄλυμπον ἐς ἤθεα πατρὸς ἐῆος.

εἰ δέ τις ἀμπλακίη με κακὴ βιότοιο δαμάζει

(οἶδα γὰρ ὡς πολλαῖσιν ἐρέχθομαι ἄλλοθεν ἄλλαις

πρήξεσιν οὐχ ὁσίαις, τὰς ἤλιτον ἄφρονι θυμῶι),

40

ἵλαθι, μειλιχόβουλε, σαόμβροτε, μηδέ μ᾽ ἐάσηις

ῥιγεδαναῖς Ποιναῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,

κείμενον ἐν δαπέδοισιν, ὅτι τεὸς εὔχομαι εἶναι.

δὸς γυίοις μελέων σταθερὴν καὶ ἀπάμον᾽ ὑγείην,

σαρκοτακῶν δ᾽ ἀπέλαυνε πικρῶν ἀγελάσματα νούσων,

45

ναὶ, λίτομαι, βασίλεια, καὶ ἀμβροσίηι σέο χειρὶ

παῦσον ὅλην κακότητα μελαινάων ὀδυνάων.

δὸς βιότωι πλώοντι γαληνιόωντας ἀήτας,

τέκνα, λέχος, κλέος, ὄλβον, ἐϋφροσύνην ἐρατεινὴν,

πειθὼ, στωμυλίην φιλίης, νόον ἀγκυλομήτην,

50

κάρτος ἐπ᾽ ἀντιβίοισι, προεδρίην ἐνὶ λαοῖς.

κέκλυθι, κέκλυθ᾽, ἄνασσα· πολύλλιστος δέ σ᾽ ἱκάνω

χρειοῖ ἀναγκαίηι, σὺ δὲ μείλιχον οὖας ὑπόσχες.