BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Ἥμνοι

 

Textus:

Procli philosophi Platonici opera edita, p. 1315

ed. Victor Cousin,

Parisiis: Aug. Durand, 1864

 

____________________________________________________________

 

 

 

ΥΜΝΟΣ ΚΟΙΝΟΣ Εʹ.

 

Κλῦτε, θεοὶ, σοφίης ἱερῆς οἴηκας ἔχοντες,

οἳ ψυχὰς μερόπων ἀναγώγιον ἁψάμενοι πῦρ,

ἕλκετ᾽ ἐς ἀθανάτους, σκότιον κευθμῶνα λιπούσας,

ὕμνων ἀρρήτοισι καθηραμένας τελετῆισι·

5

κλῦτε, σαωτῆρες μεγάλοι, ζαθέων δ᾽ ἀπὸ βίβλων

νεύσατ᾽ ἐμοὶ φάος ἁγνὸν, ἀποσκεδάσαντες ὁμίχλην,

ὄφρα κεν εὖ γνοίην θεὸν ἄμβροτον ἠδὲ καὶ ἄνδρα·

μηδ᾽ ἐμὲ ληθαίοις ὑπὸ χεύμασιν οὐλοὰ ῥέζων

δαίμων αἰὲν ἔχοι μακάρων ἀπάνευθεν ἐόντα.

10

μὴ κρυερῆς γενέθλης ἐνὶ κύμασι πεπτωκυῖαν

ψυχὴν οὐκ ἐθέλουσαν ἐμὴν ἐπὶ δηρὸν ἀλᾶσθαι

Ποινή τις κρυόεσσα βίου δεσμοῖσι πεδήσηι.

ἀλλὰ, θεοὶ, σοφίης ἐριλαμπέος ἡγεμονῆες,

κέκλυτ᾽, ἐπειγομένωι δὲ πρὸς ὑψιφόρητον ἀταρπὸν

15

ὄργια καὶ τελετὰς ἱερῶν ἀναφαίνετε μύθων.