Proklos Diadochos
8. 2. 412 - 17. 4. 485 p. Chr. n.
Ἥμνοι
Textus:Procli philosophi Platonici opera edita, p. 1315ed. Victor Cousin,Parisiis: Aug. Durand, 1864
|
|
____________________________________________________________
|
|
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ Δʹ.
Ὑμνέομεν σειρὴν πολυώνυμον Ἀφρογενείης,καὶ πηγὴν μεγάλην βασιλήϊον, ἧς ἄπο πάντεςἀθάνατοι πτερόεντες ἀνεβλάστησαν Ἔρωτες.ὧν οἱ μὲν νοεροῖσιν ὀϊστεύουσι βελέμνοις | |
5 | ψυχὰς, ὄφρα πόθων ἀναγώγια κέντρα λαβοῦσαι,μητέρος ἰσχανόωσιν ἰδεῖν πυριφεγγέας αὐλάς·οἱ δὲ πατρὸς βουλῆισιν ἀλεξικάκοις τε προνοίαις,ἱέμενοι γενεῆισιν ἀπείρονα κόσμον ἀέξειν,ψυχαῖς ἵμερον ὦρσαν ἐπιχθονίου βιότοιο· |
10 | ἄλλοι δ᾽ ἐγγαμίων ὀάρων πολυειδέας οἴμουςαἰὲν ἐποπτεύουσιν, ὅπως θνητῆς ἀπὸ φύτληςἀθάνατον τεύχωσι δυηπαθέων γένος ἀνδρῶν·πᾶσιν δ᾽ ἔργα μέμηλεν ἐρωτοτόκου Κυθερείης.ἀλλὰ, θεὰ, πάντηι γὰρ ἔχεις ἀριήκοον οὖας, |
15 | εἴτε περισφίγγεις μέγαν οὐρανὸν, ἔνθα σέ φασινψυχὴν ἀενάοιο πέλειν κόσμοιο θεείην,εἴτε καὶ ἑπτὰ κύκλων ὑπὲρ ἄντυγας αἰθέρι ναίεις,σειραῖς ὑμετέραις δυνάμεις προχέουσ᾽ ἀδαμάστους,κέκλυθι, καὶ πολύμοχθον ἐμὴν βιότοιο πορείην |
20 | ἰθύνοις σέο, πότνα, δικαιοτάτοισι βελέμνοις,οὐχ ὁσίων παύουσα πόθων κρυόεσσαν ἐρωήν. |