BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Ἥμνοι

 

Textus:

Procli philosophi Platonici opera edita, p. 1315

ed. Victor Cousin,

Parisiis: Aug. Durand, 1864

 

____________________________________________________________

 

 

 

ΕΙΣ ΛΥΚΙΗΝ ΑΦΡΟΔΙΤΗΝ Γʹ.

 

μνέομεν Λυκίων βασιληΐδα, Κουραφροδίτην,

ἧς ποτ᾽ ἀλεξικάκοιο περιπλήθοντες ἀρωγῆς

πατρίδος ἡμετέρης θεοφράδμονες ἡγεμονῆες

ἱερὸν ἱδρύσαντο κατὰ πτολίεθρον ἄγαλμα,

5

σύμβολ᾽ ἔχον νοεροῖο γάμου, νοερῶν ὑμεναίων

Ἡφαίστου πυρόεντος ἰδ᾽ οὐρανίης Ἀφροδίτης·

καὶ ἑ θεὴν ὀνόμηναν Ὀλύμπιον, ἧς διὰ κάρτος

πολλάκι μὲν θανάτοιο βροτοφθόρον ἔκφυγον ἰὸν,

ἐς δ᾽ ἀρετὴν ἔχον ὄμμα, τελεσσιγόνων δ᾽ ἀπὸ λέκτρων

10

ἔμπεδος, ἀγλαόμητις ἀνασταχύεσκε γενέθλη,

πάντηι δ᾽ ἠπιόδωρος ἔην βιότοιο γαλήνη.

ἀλλὰ καὶ ἡμετέρην ὑποδέχνυσο, πότνα, θυηλὴν

εὐεπίης· Λυκίων γὰρ ἀφ᾽ αἵματος εἰμὶ καὶ αὐτός.

ψυχὴν δ᾽ ἂψ ἀνάειρον ἀπ᾽ αἴσχεος ἐς πολὺ κάλλος,

15

γηγενέος προφυγοῦσαν ὀλοίϊον οἶστρον ἐρωῆς.