BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Ἥμνοι

 

Textus:

Procli philosophi Platonici opera edita, p. 1315

ed. Victor Cousin,

Parisiis: Aug. Durand, 1864

 

____________________________________________________________

 

 

 

ΕΙΣ ΜΟΥΣΑΣ Βʹ.

 

μνέομεν, μερόπων ἀναγώγιον ὑμνέομεν φῶς,

ἐννέα θυγατέρας μεγάλου Διὸς ἀγλαοφώνους,

αἳ ψυχὰς κατὰ βένθος ἀλωομένας βιότοιο,

ἀχράντοις τελετῆισιν ἐγερσινόων ἀπὸ βίβλων,

5

γηγενέων ῥύσαντο δυσαντήτων ὀδυνάων,

καὶ σπεύδειν ἐδίδαξαν ὑπὲρ βαθυχεύμονα λήθην

ἴχνος ἔχειν, καθαρὰς δὲ μολεῖν ποτὶ σύννομον ἄστρον,

ἔνθεν ἀπεπλάγχθησαν, ὅτ᾽ εἰς γενεθλήϊον ἀκτὴν

κάππεσον, ὑλοτραφέσσι περὶ κλήροισι μανεῖσαι.

10

ἀλλὰ, θεαὶ, καὶ ἐμεῖο πολυπτοίητον ἐρωὴν

παύσατε, καὶ νοεροῖς με σοφῶν βακχεύσατε μύθοις·

μηδέ μ᾽ ἀποπλάγξειεν ἀδεισιθέων γένος ἀνδρῶν

ἀτραπιτοῦ ζαθέης, ἐριφεγγέος, ἀγλαοκάρπου·

αἰεὶ δ᾽ ἐξ ὁμάδοιο πολυπλάγκτοιο γενέθλης

15

ἕλκετ᾽ ἐμὴν ψυχὴν παναλήμονα πρὸς φάος ἁγνὸν,

ὑμετέρων βρίθουσαν ἀεξινόων ἀπὸ σίμβλων,

καὶ κλέος εὐεπίης φρενοθελγέος αἰὲν ἔχουσαν.