BIBLIOTHECA AUGUSTANA

 

Proklos Diadochos

8. 2. 412 - 17. 4. 485 p. Chr. n.

 

Ἥμνοι

 

Textus:

Procli philosophi Platonici opera edita, p. 1315

ed. Victor Cousin,

Parisiis: Aug. Durand, 1864

 

____________________________________________________________

 

 

 

ΕΙΣ ΗΛΙΟΝ Αʹ.

 

Κλῦθι, πυρὸς νοεροῦ βασιλεῦ, χρυσήνιε Τιτὰν,

κλῦθι, φάους ταμία, ζωαρκέος, ὦ ἄνα, πηγῆς

αὐτὸς ἔχων κληῖδα καὶ ὑλαίοις ἐνὶ κόσμοις

ὑψόθεν ἁρμονίης ῥύμα πλούσιον ἐξοχετεύων.

5

κέκλυθι· μεσσατίην γὰρ ἐὼν ὑπὲρ αἰθέρος ἕδρην,

καὶ κόσμου κραδιαῖον ἔχων ἐριφεγγέα κύκλον,

πάντα τεῆς ἔπλησας ἐγερσινόοιο προνοίης.

ζωσάμενοι δὲ πλάνητες ἀειθαλέας σέο πυρσοὺς

αἰὲν, ὑπ᾽ ἀλλήκτοισι καὶ ἀκαμάτοισι χορείαις,

10

ζωιογόνους πέμπουσιν ἐπιχθονίοις ῥαθάμιγγας.

πᾶσα δ᾽ ὑφ᾽ ὑμετέρηισι παλιννόστοισι διφρείαις,

Ὡράων κατὰ θεσμὸν ἀνεβλάστησε γενέθλη.

στοιχείων δ᾽ ὀρυμαγδὸς ἐπ᾽ ἀλλήλοισιν ἰόντων

παύσατο, σεῖο φανέντος ἀπ᾽ ἀρρήτου γενετῆρος.

15

σοὶ δ᾽ ὑπὸ Μοιράων χορὸς εἴκαθεν ἀστυφέλικτος,

ἂψ δὲ μεταστρωφῶσιν ἀναγκαίης λίνον αἴσης,

εὖτ᾽ ἐθέλεις· περὶ γὰρ κρατέεις, περὶ δ᾽ ἶφι ἀνάσσεις.

σειρῆς δ᾽ ὑμετέρης, βασιλεὺς θεοπειθέος οἴμης,

ἐξέθορεν Φοῖβος· κιθάρηι δ᾽ ὑπὸ θέσκελα μέλπων,

20

εὐνάζει μέγα κῦμα βαρυφλοίσβοιο γενέθλης.

σῆς δ᾽ ἀπὸ μειλιχόδωρος ἀλεξικάκου θιασείης

Παιήων βλάστησεν, ἑὴν δ᾽ ἐπέτασσεν ὑγείην,

πλήσας ἁρμονίης παναπήμονος εὐρέα κόσμον.

σὲ κλυτὸν ὑμνείουσι Διωνύσοιο τοκῆα.

25

ὕλης δ᾽ αὖ νεάτοις ἐνὶ βένθεσιν εὔϊον Ἄττιν,

ἄλλοι δ᾽ ἁβρὸν Ἄδωνιν ἐπευφήμησαν ἀοιδοί.

δειμαίνουσι δὲ σεῖο θοῆς μάστιγος ἀπειλὴν

δαίμονες ἀνθρώπων δηλήμονες, ἀγριόθυμοι,

ψυχαῖς ἡμετέραις δυεραῖς κακὰ πορσύνοντες,

30

ὄφρ᾽ αἰεὶ κατὰ λαῖτμα βαρυσμαράγου βιότοιο

σώματος ὀτλεύωσιν ὑπὸ, ζυγόδεσμα πεσοῦσαι,

ὑψιτενοῦς δὲ λάθοιντο πατρὸς πολυφεγγέος αὐλῆς.

ἀλλὰ, θεῶν ὦ᾽ριστε, πυριστεφὲς, ὄλβιε δαῖμον,

εἰκὼν παγγενέταο θεοῦ, ψυχῶν ἀναγωγεῦ,

35

κέκλυθι καί με κάθηρον ἁμαρτάδος αἰὲν ἁπάσης·

δέχνυσο δ᾽ ἱκεσίην πολυδάκρυον, ἐκ δ᾽ ἐμὲ λυγρῶν

ῥύεο κηλίδων, Ποινῶν δ᾽ ἀπάνευθε φυλάσσοις,

πρηΰνων θοὸν ὄμμα Δίκης, ἣ πάντα δέδορκεν.

αἰεὶ δ᾽ ὑμετέρηισιν ἀλεξικάκοισιν ἀρωγαῖς

40

ψυχῆι μὲν φάος ἁγνὸν ἐμῆι πολύολβον ὀπάζοις,

ἀχλὺν ἀποσκεδάσας ὀλεσίμβροτον, ἰολόχευτον,

σώματι δ᾽ ἀρτεμίην τε καὶ ἀγλαόδωρον ὑγείην.

εὐκλείης τ᾽ ἐπίβησον ἐμὲ, προγόνων τ᾽ ἐνὶ θεσμοῖς

Μουσάων ἐρασιπλοκάμων δώροισι μελοίμην.

45

ὄλβον δ᾽ ἀστυφέλικτον ἀπ᾽ εὐσεβίης ἐρατεινῆς,

εἴκε θέλοις, δὸς, ἄναξ· δύνασαι δὲ ἅπαντα τελέσσαι

ῥηϊδίως· κρατερὴν γὰρ ἔχεις καὶ ἀπείριτον ἀλκήν.

εἰ δέ τι μοιριδίοισιν ἑλιξοπόροισιν ἀτράκτοις

ἀστεροδινήτοις ὑπὸ νήμασιν οὐλοὸν ἄμμιν

50

ἔρχεται, αὐτὸς ἔρυκε τεῆι μεγάληι τόδε ῥιπῆι.